νεκρῶν ἀναστάσει μὴ ἀπιστήσῃς, ἀλλ' ὅπερ ἐπὶ τῆς σελήνης βλέπεις, τοῦτο καὶ περὶ σεαυτοῦ πιστεύσῃς. τούτοις μὲν οὖν κέχρησο τοῖς ῥήμασι πρὸς Ἕλληνας. τοῖς γὰρ τὰ ἔγγραφα μὴ παραδεχομένοις ἀγράφοις μάχου τοῖς ὅπλοις ἐκ λογισμῶν μόνον καὶ ἀποδείξεων. τούτοις γὰρ οὔτε τίς ἐστι Μωσῆς γνώριμον, οὔτε τίς ἐστιν Ἡσαΐας, οὔτε τὰ εὐαγγέλια, οὔτε Παῦλος. 18.11 Μετάβηθί μοι λοιπὸν ἐπὶ Σαμαρείτας, οἳ νόμον δεχόμενοι μόνον προφήτας οὐκέτι καταδέχονται, οἷς ἀργὸν ὡς ἔοικε τὸ παρὸν ἀνάγνωσμα τοῦ Ἰεζεκιήλ· προφήτας γάρ, ὡς ἔφην, οὐ δέχονται. πόθεν οὖν πείσωμεν καὶ Σαμαρείτας; ἔλθωμεν ἐπὶ τὰ ἔγγραφα τοῦ νόμου. λέγει τοίνυν ὁ θεὸς πρὸς τὸν Μωυσῆν· ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ·πάντως ὅτι τῶν ὄντων καὶ ὑφεστηκότων. εἰ γὰρ Ἀβραὰμ τετελεύτηκε καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεός ἐστιν ἄρα τῶν μὴ ὄντων. πότε βασιλεὺς εἶπεν, ὅτι βασιλεύς εἰμι στρατιωτῶν ὧν μὴ ἔχει; πότε τις ἐνεδείξατο πλοῦτον ὃν μὴ ἐκέκτητο; δεῖ τοίνυν ὑφεστάναι καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἵνα τῶνὄντων θεὸς ᾖ ὁ θεός. οὐ γὰρ εἶπεν ἤμην αὐτῶν, ἀλλ' εἰμί. καὶ ὅτι κρίσις ἔστι, λέγει πρὸς τὸν κύριον ὁ Ἀβραάμ· ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσει κρίσιν; 18.12 Ἀλλ' ἀντιλέγουσι καὶ πρὸς τοῦτο πάλιν οἱ ἀνόητοι Σαμαρεῖται, καὶ φασίν, ὅτι τὰς μὲν ψυχὰς ἐγχωρεῖ μένειν τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ, τὰ δὲ σώματααὐτῶν ἀναστῆναι οὐ δύναται. Εἶτα τὴν μὲν ῥάβδον Μωυσέως τοῦ δικαίου δράκοντα γενέσθαι δυνατόν, τὰ δὲ σώματα τῶν δικαίων ζῆσαι καὶ ἀναστῆναι οὐ δύναται; καὶ τὸ μὲν παρὰ φύσιν ἐγένετο, τὸ δὲ κατὰ φύσιν οὐκ ἀποκαθίσταται; καὶ ἡ ῥάβδος Ἀαρὼν ἀποτμηθεῖσα καὶ νεκρωθεῖσα χωρὶς ὀσμῆς ὑδάτων ἐβλάστησε, καὶ ταῦτα ὑπόστεγος οὖσα καὶ τὰ ἐν ἀγροῖς βλαστήσασα, καὶ ἐν ξηροῖς μὲν κειμένη, τὰ δὲ τῶν ἀρδευομένων πολυετῶς διὰ μιᾶς νυκτὸς μετὰ καρπῶν ἀποδοῦσα. ἡ ῥάβδος Ἀαρὼν ἐκ νεκρῶν ὥσπερ ἀνέστη, καὶ αὐτὸς Ἀαρὼν οὐκ ἐγείρεται; καὶ ἵνα μὲν τὴν ἀρχιερωσύνην αὐτῷ διατηρήσῃ θεός, ἐν ξύλῳ ἐθαυματούργησεν, αὐτῷ δὲ τῷ Ἀαρὼν τὴν ἀνάστασιν οὐ χαρίζεται; καὶ γυνὴ μὲν παρὰ φύσιν ἅλας γίνεται καὶ σὰρξ εἰς ἅλας μεταβάλλεται, σὰρξ δὲ εἰς σάρκα οὐκ ἀποκαθίσταται; καὶ στήλη μὲν ἁλὸς γέγονεν ἡ γυνὴ Λώτ, ἡ δὲ γυνὴ τοῦ Ἀβραὰμ ἄρα οὐκ ἀνίσταται; ποίᾳ δὲ δυνάμει μετεβλήθη ἡ χεὶρ τοῦ Μωυσέως, ἣ καὶ ὑπὸ μίαν ὥραν ἐγένετο ὡς χιὼν καὶ πάλιν ἀποκατέστη; πάντως ὅτι τῷ θείῳ προστάγματι. εἶτα τότε μὲν τὸ πρόσταγμα ἰσχυρόν, νῦν δὲ οὐκέτι ἰσχυρόν; 18.13 Πόθεν δὲ καὶ ὅλως ἐξ ἀρχῆς ἐγεννήθη ὁ ἄνθρωπος, ὦ πάντων ἀνθρώπων ἀνοητότατοι Σαμαρεῖται; ἔλθετε ἐπὶ τὸ πρῶτον βιβλίον τῆς γραφῆς, ὃ καὶ ὑμεῖς καταδέχεσθε. καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς. χοῦς εἰς σάρκα μεταβάλλεται, καὶ σὰρξ εἰς σάρκα οὐ πάλιν ἀποκαθίσταται; ἐρωτητέον δὲ ὑμᾶς, πόθεν ὑπέστησαν οἱ οὐρανοὶ καὶ γῆ καὶ θάλασσαι; πόθεν ἥλιος καὶ σελήνη καὶ ἀστέρες; πῶς ἐξ ὑδάτων τὰ πετεινὰ καὶ τὰ νηκτά; καὶ πῶς ἀπὸ γῆς τὰ ζῶα πάντα; τοσαῦται μυριάδες ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθησαν, καὶ ἄνθρωποι ἡμεῖς οἱ τὸ κατ' εἰκόνα ἔχοντες ἄρα οὐκ ἀναστησόμεθα; ἀληθῶς ἀπιστίας τὸ πρᾶγμα πεπλήρωται, καὶ πολλὴ κατάγνωσις τῶν ἀπιστούν των, ὅταν Ἀβραὰμ λέγῃ πρὸς τὸν κύριον ὁ κρίνων πᾶσαν τὴν γῆν, καὶ ἀπιστῶσιν οἱ μανθάνοντες τὸν νόμον, ὅταν γέγραπται ὅτι ἐκ γῆς ὁ ἄνθρωπος, καὶ ἀπιστῶσιν οἱ ἀναγινώσκοντες. 18.14 Ἐκείνοις μὲν οὖν ταῦτα τοῖς ἀπίστοις, τὰ δὲ ἐκ τῶν προφητῶν ἡμῖν τοῖς πιστεύουσιν. ἐπειδὴ δὲ καὶ τοῖς προφήταις κεχρημένοι τινὲς ἀπιστοῦσι τοῖς γεγραμμένοις, καὶ προφέρουσιν ἡμῖν ἐκεῖνο τὸ οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει, καὶ τὸ ἐὰν γὰρ καταβῇ ὁ ἄνθρωπος εἰς ᾅδην, οὐκ ἔτι [οὐ] μὴ ἀναβῇ, καὶ τὸ οὐχ οἱ νεκροὶ αἰνέσουσί σε κύριε, (τοῖς γὰρ καλῶς γεγραμμένοις συγκέχρηνται κακῶς,) καλόν, ἐν παραδρομῇ καὶ ὡς ἐγχωρεῖ νῦν ἀπαντῆσαι πρὸς αὐτούς. Ἐὰν γὰρ λέγῃ ὅτι ἀσεβεῖς οὐκ ἀναστήσονται ἐν κρίσει, τοῦτο δηλοῖ, ὅτι οὐκ ἐν κρίσει, ἀλλ' ἐν κατακρίσει. οὐ γὰρ ἐξετάσεως πολλῆς ἔστι χρεία τῷ θεῷ, ἀλλ' ἅμα τῷ ἀναστῆναι τοὺς ἀσεβεῖς ἀκολουθεῖ καὶ τὰ τῆς τιμωρίας.