ἠρήμωσαν τὴν ψυχήν. Ὥσπερ ἐστὶν ὁ ὀφθαλμὸς μικρὸς παρ' ὅλα τὰ μέλη, καὶ αὐτὴ ἡ κόρη μικρὰ οὖσα μέγα ἐστὶ σκεῦος, βλέπει γὰρ ὑφ' ἓν οὐρανόν, ἀστέρας, ἥλιον, σελήνην, πόλεις καὶ ἄλλα κτίσματα· ὁμοίως καὶ αὐτὰ τὰ ὁρώμενα ὑπὸ τὸ ἕν, τῇ μικρᾷ κόρῃ τοῦ ὀφθαλμοῦ ἐμμορφοῦται καὶ ἐνεικονίζεται, οὕτως ἐστὶ καὶ ὁ νοῦς εἰς τὴν καρδίαν. καὶ αὐτὴ ἡ καρδία μικρόν τι σκεῦός ἐστι, καὶ ἐκεῖ οἱ δράκοντες καὶ ἐκεῖ οἱ λέοντες, ἐκεῖ τὰ ἰοβόλα θηρία καὶ ὅλοι οἱ θησαυροὶ τῆς κακίας, καὶ ἐκεῖ αἱ τριγχίαι καὶ ἀνώμαλοι ὁδοί, ἐκεῖ αἱ φάραγγες. ὁμοίως πάλιν ἐκεῖ ὁ θεός, ἐκεῖ καὶ οἱ ἄγγελοι, ἐκεῖ ἡ ζωὴ καὶ ἡ βασιλεία, ἐκεῖ τὸ φῶς καὶ οἱ ἀπόστολοι, ἐκεῖ αἱ πόλεις αἱ ἐπουρανίαι, ἐκεῖ οἱ θησαυροὶ τῆς χάριτος, ἐκεῖ τὰ πάντα ἐστίν. Ὥσπερ γάρ ἐστιν ὁμίχλη εἰς ὅλην τὴν οἰκουμένην ἐπικειμένη, καὶ ἄνθρωπος ἄνθρωπον οὐχ ὁρᾷ, οὕτως ἐστὶ καὶ τὸ σκότος τοῦ αἰῶνος τούτου ἐπικείμενον πάσῃ τῇ κτίσει καὶ πάσῃ φύσει ἀνθρώπου ἀπὸ τῆς παραβάσεως· ὅθεν ἐπισκιαζόμενοι ἐκ τοῦ σκότους ἐν νυκτί εἰσι, καὶ ἐν φοβεροῖς τόποις ἔχουσι τὴν διαγωγήν. Καὶ ὥσπερ καπνοῦ πλῆθός ἐστιν ἐν οἴκῳ ἑνί, οὕτως ἐστὶ καὶ ἡ ἁμαρτία μετὰ τῶν λογισμῶν αὐτῆς τῶν ῥυπαρῶν ἐγκαθεζομένη καὶ ἐφέρπουσα εἰς τοὺς λογισμοὺς τῆς καρδίας, καὶ ἄπειρον πλῆθος δαιμόνων. Ὥσπερ δὲ ἐν τοῖς φαινομένοις πολέμου συγκροτουμένου οὐκ ἀπέρχονται οἱ σοφοὶ καὶ μεγιστᾶνες ἐκεῖ, ἀλλὰ φοβούμενοι τὸν θάνατον ἀπομένουσι, λοιπὸν προβάλλονται οἱ τήρωνες καὶ οἱ πένητες καὶ οἱ ἰδιῶται· καὶ συμβαίνει, ὅτι νίκην ἐργάζονται κατὰ τῶν πολεμίων καὶ διώκουσιν αὐτοὺς ἐκ τῶν ὁρίων καὶ τὰ ἐπινίκια καὶ τοὺς στεφάνους λαμβάνουσιν ἀπὸ τοῦ βασιλέως καὶ ἔρχονται εἰς προκοπὰς καὶ ἀξιώματα, κἀκεῖνοι οἱ μεγάλοι ὀπίσω τούτων εὑρίσκονται, οὕτως ἐστὶ καὶ εἰς τὸ μέρος τὸ πνευματικόν. οἱ ἰδιῶται, ἀκούοντες ἐξ ἀρχῆς τὸν λόγον, φιλαλήθει λογισμῷ τὸ ἔργον αὐτοῦ ποιοῦσι καὶ λαμβάνουσι παρὰ θεοῦ τὴν χάριν τοῦ πνεύματος. οἱ δὲ σοφοὶ καὶ λεπτῶς ζητοῦντες τὸν λόγον, οὗτοι φεύγουσι τὸν πόλεμον καὶ οὐ προκόπτουσι, καὶ ὀπίσω εὑρίσκονται τῶν πολεμησάντων καὶ νικησάντων. Ὥσπερ δὲ οἱ ἄνεμοι σφοδρῶς πνέοντες πάντα τὰ κτίσματα τὰ ὑπὸ τὸν οὐρανὸν κινοῦσι καὶ ἦχον πολὺν ἀποτελοῦσιν, οὕτως ἡ δύναμις τοῦ ἐχθροῦ κρούει καὶ φέρει τοὺς λογισμοὺς καὶ σαλεύει τὰ βάθη τῆς καρδίας πρὸς τὸ ἑαυτοῦ θέλημα, καὶ εἰς τὴν διακονίαν αὐτοῦ σκορπίζει τοὺς λογισμούς. Ὥσπερ εἰσὶν οἱ τελῶναι καθεζόμενοι εἰς τὰς στενὰς ὁδοὺς καὶ κατέχοντες τοὺς παριόντας καὶ διασείοντες, οὕτως καὶ οἱ δαίμονες ἐπιτηροῦσι καὶ κατέχουσι τὰς ψυχὰς καὶ ἐν τῷ ἐξέρχεσθαι αὐτὰς ἐκ τοῦ σώματος· ἐὰν μὴ τελείως καθαρισθῶσιν, οὐκ ἐπιτρέπονται ἀνελθεῖν εἰς τὰς μονὰς τοῦ οὐρανοῦ καὶ ἀπαντῆσαι τῷ δεσπότῃ αὐτῶν· καταφέρονται γὰρ ὑπὸ τῶν ἀερίων δαιμόνων. εἰ δὲ ὑπάρχοντες ἐν σαρκὶ ἔτι διὰ πόνου καὶ ἀγῶνος πολλοῦ τὴν ἐξ ὕψους παρὰ τοῦ κυρίου κτήσονται χάριν, δηλαδὴ οὗτοι μετὰ τῶν δι' ἐναρέτου ἀναπαυσαμένων πολιτείας πρὸς τὸν κύριον ἀπελεύσονται, καθὼς ἐπηγγείλατο· ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται, καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας συμβασιλεύσουσι τῷ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. ΟΜΙΛΙΑ Μ∆. 1 Ὁ προσερχόμενος τῷ θεῷ καὶ Χριστοῦ πάρεδρος ἐν ἀληθείᾳ θέλων εἶναι, τούτου χάριν τοῦ σκοποῦ ὀφείλει προσέρχεσθαι τοῦ ἀλλαγῆναι αὐτὸν καὶ μεταβληθῆναι ἀπὸ τῆς προτέρας καταστάσεως καὶ ἀναστροφῆς, καὶ καλὸν καὶ καινὸν ἄνθρωπον ἀποδειχθῆναι μηδέν τι τοῦ παλαιοῦ ἀνθρώπου ἐπιφερόμενον· εἴ τις γάρ φησιν ἐν Χριστῷ, καινὴ κτίσις. καὶ γὰρ ὁ κύριος ἡμῶν διὰ τοῦτο παραγέγονεν, ὥστε τὴν φύσιν ἀλλάξαι καὶ μεταβαλεῖν καὶ ἀνακαινίσαι καὶ ἀνακτίσαι τὴν ψυχὴν ταύτην τὴν