120
καὶ ἀνάγειν βασιλικῶς καὶ αὐτοκράτορα καταλιπεῖν· ὅν, φασί, βλέπων ἐρχόμενον πρὸς αὐτὸν ἤδη ἐκλείπων, φάναι "ἴδε ὁ κακὸς καιρὸς μετὰ τοὺς δεκατρεῖς μῆνας." ἐβασίλευσε δὲ ὁ Λέων ἔτη εἴκοσι καὶ πέντε ἐπὶ μησὶ τισίν. Ἀλέξανδρος δὲ ἅμα τε τοὺς πόδας ἤρεισε τῇ ἀρχῇ καὶ ἅμα τὸν πατριάρχην Νικόλαον ἐκ Γαλακρηνῶν ἀγαγὼν εἰς τὸν τῆς Κωνσταντινουπόλεως θρόνον ἀνήγαγε τὸ δεύτερον, κατ456 αγαγὼν τὸν Εὐθύμιον καὶ ἐπὶ βήματος τὴν τούτου ποιήσας καθαίρεσιν, ἐνυβρισάντων εἰς τὸν ἄνδρα πολλὰ τῶν προσκειμένων τῷ Νικολάῳ, εἶτα καὶ ὑπερόριον ποιήσας αὐτόν. αὐταρχήσας δὲ ὁ βασιλεὺς οὑτοσὶ οὐδὲν ἐοικὸς εἰργάσατο βασιλεῖ, ἀλλὰ τρυφαῖς καὶ θήραις καὶ ἀσελγείαις ἐξέδωκεν ἑαυτόν, τὰ δὲ τῆς βασιλείας καὶ κοινὰ πράγματα ἀνθρώποις ἀνέθετο ἀγύρταις καὶ τοῖς ἐκ τριόδων, οὓς πρὸ τῆς μοναρχίας ἐπιρρήτων εἶχε πράξεων κοινωνούς, ὧν ἕνα Βασιλίτζην λεγόμενον καὶ διάδοχον τῶν σκήπτρων διενοεῖτο ποιήσασθαι· τὸν γὰρ ἀδελφόπαιδα Κωνσταντῖνον καὶ ἰδιωτεῦσαι ἐβούλετο καὶ τῶν παιδογόνων ἀφελέσθαι μορίων. καὶ εἰ μὴ ταχὺ τὸ τέλος αὐτῷ τῆς ζωῆς ἐπελήλυθε καὶ οὕτως αὐτῷ παρὰ τῆς ἄνω προνοίας ἐσφάλησαν τὰ βουλεύματα, τάχα ἂν ὅσον τὸ ἐπ' ἐκείνῳ καὶ εἰς ἔργον ἐξέβησαν. γοήτων δὲ πυνθανόμενος εἰ ἐς μῆκος αὐτῷ τὰ τῆς ζωῆς προελεύσεται, ἤκουσεν ἐξ ἐκείνων ὡς ἔσται αὐτῷ μακροχρόνιον τὸ βιώσιμον, εἰ τῷ ἐν θεάτρῳ συΐ, ὃς ἐκ χαλκοῦ πέπλασται, ὀδόντας καὶ αἰδοῖα περίθοιτο. "σὸν γὰρ οὗτος" ἔλεγον 457 "στοιχεῖόν ἐστιν, ἀντίος ἱστάμενος Λέοντι τῷ σῷ ἀδελφῷ," οὐδὲν ἕτερον κρίνοντες ὑγιὲς ἢ τὸ συῒ τοῦτον ἀπεικάσαι τὸν αὐτοκράτορα, διὰ τὸ περὶ γαστέρα κεχηνέναι τε καὶ συσσίτια καὶ ἀκολασίαις προσκεῖσθαι διηνεκῶς. πιστεύσας οὖν τοῖς λόγοις ἐκείνων ὁ καὶ χοίρων ἀνοητότερος τὰ λείποντα ταῦτα τῷ χαλκουργήματι ἐξειργάσατο. Τοῦ μέντοι τῶν Βουλγάρων ἀρχηγετοῦντος τοῦ Συμεὼν εἰ τὴν εἰρήνην ἀσπάζοιτο ἐρωτῶντος διά τινων ὑπ' αὐτοῦ πεμφθέντων, ὁ Ἀλέξανδρος ἀτίμως τε τοὺς πεμφθέντας ἐδέξατο καὶ ὑπερηφάνως ὡμίλησε καὶ ὑπερόγκως ἠπείλησεν. ὅθεν ὁ Συμεὼν τὴν ὕβριν μὴ ἐνεγκὼν κατὰ Ῥωμαίων ὡπλίσατο. Συμποσίοις δὲ καὶ μέθαις διόλου προστετηκὼς ὁ Ἀλέξανδρος, ἅπαξ ἀριστήσας μετὰ λουτρὸν καὶ κοίλῃ χρησάμενος τῇ γαστρὶ καὶ ἀπλήστως ἀκρατισάμενος σφαιρίσαι προέθετο· καὶ κατατείνας τὸ σῶμα τῇ ἱππασίᾳ καὶ ταῖς τῆς σφαίρας ἐκτραχηλίσεσι ῥῆξιν ὑπέστη, καὶ αἷμα διά τε τῆς ῥινὸς κενώσας καὶ τῆς αἰδοῦς μετὰ μίαν ἡμέραν ἐξέλιπεν, ἐπιτρόπους τῷ ἀνεψιῷ καὶ τῆς βασιλείας διοικητὰς γράψας τόν τε πατριάρχην 458 Νικόλαον καὶ τὸν μάγιστρον Στέφανον καὶ τὸν μάγιστρον Ἰωάννην τὸν Ἐλαδᾶν τόν τε ῥαίκτωρα Ἰωάννην καὶ δύο τῶν ὑπ' αὐτοῦ προαχθέντων ἐκ τύχης ἀγυρτίδος εἰς συγκλητικὴν ἀξίαν καὶ εἰς πατρικιότητα, τὸν Βασιλίτζην καὶ τὸν Γαβριηλόπωλον. Ὁ οὖν Ἀλέξανδρος ἐνιαυτὸν ἕνα καὶ μῆνα τὴν βασίλειον διαπεττεύσας ἀρχὴν κατέλυσε τὴν ζωήν· τὸ δὲ κράτος ἐς Κωνσταντῖνον τὸν υἱὸν τοῦ Λέοντος περιέστη, παῖδα ἔτι τυγχάνοντα κομιδῇ· ἕβδομον γὰρ ἔτος αὐτῷ τῆς ἡλικίας ἠνύετο. ὁ μέντοι τοῦ ∆ουκὸς Ἀνδρονίκου υἱὸς ὁ Κωνσταντῖνος, δομέστικος ὢν τῶν σχολῶν καὶ τὴν τοῦ Ἀλεξάνδρου ἐνωτισάμενος τελευτήν (ἀπεδήμει γὰρ τῆς βασιλίδος τῶν πόλεων), τὸ μέν τι ὃν ἔκρυπτεν ὑπὸ σποδιᾷ σπινθῆρα τοῦ ἔρωτος τῆς βασιλείου ἀρχῆς ἀνακαλύπτων τε καὶ ἀναρριπίζων, τὸ δὲ καὶ ὑπ' ἄλλων πρὸς τοῦτο ἐρεθιζόμενος (ὧν εἷς εἶναι λέγεται καὶ ὁ πατριάρχης Νικόλαος, μήπω γὰρ τῆς τοῦ Ἀλεξάνδρου διαθήκης ἀναγνωσθείσης οὐκ ᾔδει καὶ αὐτὸς καταλελειμμένος ἐπίτροπος) τυραννίδι ἐπικεχείρηκε. καὶ τοὺς ἐκκρίτους τῶν στρατευμάτων παραλαβὼν 459 τῷ Βυζαντίῳ ἐπιδεδήμηκε καὶ διά τινος πυλίδος νυκτὸς εἰσελθὼν τὴν τοῦ Ἱπποδρόμου πύλην μετὰ λαμπάδων καταλαμβάνει, τινὰς καὶ τῶν συγκλητικῶν προσεταιρισάμενος, πολλοῦ καὶ δημώδους ὄχλου συναθροισθέντος, οἳ καὶ ὡς βασιλέα αὐτὸν εὐφήμουν καὶ ἀνηγόρευον. τῶν δ' ἐντὸς τὰς πύλας μὴ ἀνοιγνύντων, ὁ πρωτοστράτωρ τοῦ Κωνσταντίνου ταῖς χερσὶ πεποιθὼς καὶ