δίκην δεξάμενοι τὸν σπόρον καρποφορήσητε πλατύνοντες. μνημονευέσθω δὲ ὅτι καὶ οἱ ἀπόστολοι νεκροὺς ἤγειραν, Πέτρος μὲν ἐν Ἰόππῃ Ταβιθάν, Παῦλος δὲ Εὔτυχον ἐν Τρωάδι, καὶ οἱ λοιποὶ πάντες ἀπόστολοι, εἰ καὶ μὴ πάντα γέγραπται τὰ ὑφ' ἑκάστου θαυματουργηθέντα. Μνημονεύετε δὲ τῶν ἐν τῇ πρώτῃ πρὸς Κορινθίους εἰρημένων ἁπάντων ὧν ἔγραψεν ὁ Παῦλος πρὸς τοὺς λέγοντας "1πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται;"2 καὶ ὅτι, εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ ὁ Χριστὸς ἐγήγερται, καὶ ὅτι ἄφρονας ἐκάλεσε τοὺς μὴ πιστεύοντας, καὶ πάσης τῆς αὐτόθι διδασκαλίας τῆς περὶ νεκρῶν ἀναστάσεως, καὶ ὅτι πρὸς Θεσσαλονικεῖς ἔγραψεν "1οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποί, οἱ μὴ ἔχοντες ἐλπίδα"2 καὶ τὰ ἑξῆς ὅλα, μάλιστα δὲ τὸ "1καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον"2. 18.18 Ἐξαιρέτως δὲ τοῦτο ἐπισημήνασθε, ὅτι μονονουχὶ δακτυλοδεικτῶν ὁ Παῦλος λέγει· δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. τὸ γὰρ σῶμα τοῦτο ἐγείρεται, οὐ τοιοῦτον μένον ἀσθενές, ἀλλ' αὐτὸ μὲν τοῦτο ἐγείρεται, ἐνδυσάμενον δὲ τὴν ἀφθαρσίαν μεταποιεῖται, ὥσπερ σίδηρος πυρὶ προσομιλήσας γίνεται πῦρ, μᾶλλον δὲ ὡς οἶδεν ὁ ἀνιστῶν κύριος. Ἐγείρεται μὲν οὖν τοῦτο τὸ σῶμα· ἀλλ' οὐ μένει τοιοῦτον, ἀλλὰ μένει αἰώνιον. οὐκέτι τροφῶν τοιούτων χρείαν ἔχει πρὸς ζωήν, οὐδὲ κλιμάκων πρὸς ἀνάβασιν· γίνεται γὰρ πνευματικόν, θαυμάσιόν τι καὶ οἷον εἰπεῖν κατ' ἀξίαν οὐκ ἔχο μεν. τότε οἱ δίκαιοι, φησί, λάμψουσιν ὡς ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ὡς ἡ λαμπρότης τοῦ στερεώματος. καὶ προειδὼς τὴν τῶν ἀνθρώπων ἀπιστίαν ὁ θεὸς σκώληξι μικροτάτοις ἐν τῷ θέρει φωτοειδεῖς δέδωκεν αὐγὰς λάμπειν ἐκ τοῦ σώματος, ἵν' ἐκ τῶν φαινομένων πιστευθῇ τὸ προσδοκώμενον. ὁ γὰρ τὸ μέρος παρασχὼν δύναται καὶ τὸ ὅλον παρασχεῖν, καὶ ὁ σκώληκα φῶς ἐκλάμπειν ποιήσας πολλῷ μᾶλλον φωτοποιήσει δίκαιον ἄνθρωπον. 18.19 Ἐγειρόμεθα τοίνυν αἰώνια μὲν πάντες ἔχοντες τὰ σώματα, οὐ πάντες δὲ ὅμοια. ἀλλ' εἰ μέν τίς ἐστι δίκαιος, λαμβάνει σῶμα ἐπουράνιον, ἵνα δύνηται μετὰ ἀγγέλων ἀναστρέφειν ἐπαξίως. εἰ δέ τις ἁμαρτωλός ἐστι, λαμβάνει σῶμα αἰώνιον, ὑπομονητικὸν τιμωρίας ἁμαρτιῶν, ἵνα ἐν πυρὶ αἰωνίως καιόμενος μηδέποτε ἀναλωθῇ. καὶ δικαίως ἀμφοτέροις τοῖς τάγμασιν ὁ θεὸς παρέχει τοῦτο. οὐδὲν γὰρ χωρὶς σώματος ἡμῖν πέπρακται. βλασφημοῦμεν διὰ στόματος, προσευχόμεθα διὰ στόματος. πορνεύομεν διὰ σώματος, ἁγνεύομεν διὰ σώματος. ἁρπάζομεν διὰ χειρός, ἐλεημοσύνας δίδομεν διὰ χειρός, καὶ τὰ λοιπὰ ὁμοίως. ἐπειδὴ τοίνυν εἰς πάντα ὑπηρετήσατο τὸ σῶμα, καὶ ἐν τοῖς μέλλουσι συναπολαύει τῶν γενομένων. 18.20 Φεισώμεθα τοίνυν, ἀδελφοί, τῶν σωμάτων, καὶ μὴ ὡς ἀλλοτρίοις αὐτοῖς παραχρησώμεθα. μὴ κατὰ τοὺς αἱρετικοὺς λέγωμεν ὅτι ἀλλότριός ἐστιν ὁ τοῦ σώματος χιτών, ἀλλ' ὡς ἰδίου φεισώμεθα. δεῖ γὰρ ἡμᾶς δοῦναι λόγον τῷ κυρίῳ περὶ πάντων τῶν διὰ τοῦ σώματος πεπραγμένων. μὴ εἴπῃς οὐδείς με ὁρᾷ, μηδὲ νομίσῃς ὅτι μάρτυς τῶν γινομένων οὐκ ἔστιν. ἄνθρωπος μὲν γὰρ πολλάκις οὐκ ἔστιν, ὁ δὲ πλάστης ἀπλανὴς μάρτυς μένει ἐν οὐρανῷ πιστὸς καὶ βλέπει τὸ γινόμενον. καὶ οἱ σπῖλοι δὲ τῶν ἁμαρτιῶν μένουσιν ἐν τῷ σώματι. ὥσπερ γὰρ πληγῆς προχωρησάσης ἐν τῷ σώματι, κἂν θερα πεία γένηται τις, ὅμως ἡ οὐλὴ μένει, οὕτω καὶ ἡ ἁμαρτία πλήσσει τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ μένουσιν οἱ τύποι τῶν οὐλῶν ἐν πᾶσι, περιαιροῦνται δὲ μόνον ἀπὸ τῶν λαμβανόντων τὸ λουτρόν. τὰ μὲν οὖν παρελθόντα ψυχῆς καὶ σώματος τραύματα θεραπεύει θεὸς διὰ τοῦ βαπτίσματος, πρὸς δὲ τὰ μέλλοντα λοιπὸν ἑαυτοὺς ἀσφαλιζώμεθα κοινῇ πάντες, ἵνα καθαρὸν τοῦτον τοῦ σώματος τὸν χιτῶνα διατηρήσωμεν, καὶ μὴ δι' ὀλίγης πορνείας καὶ ἡδυπαθείας ἤ τινος ἄλλης ἁμαρτίας πρᾶξιν ἀπολέσωμεν οὐράνιον σωτηρίαν, ἀλλ' ἵνα κληρονομήσωμεν βασιλείαν θεοῦ αἰώνιον, ἧς πάντας ὑμᾶς τῇ ἑαυτοῦ χάριτι καταξιώσειεν ὁ θεός. 18.21 Καὶ ταῦτα μὲν εἰρήσθω πρὸς ἀπόδειξιν τῆς τῶν νεκρῶν ἀναστάσεως. ἡ δὲ τῆς πίστεως ἐπαγγελία