121
θρασύτερον προσαράξαι τὰς πύλας καὶ καταβαλεῖν βιαζόμενος νύττεται λόγχῃ παρά του τῶν ἔνδον διά τινος ἀμυχῆς. καὶ ὁ μὲν ἦν αὐτίκα νεκρός. ὁ δέ γε Κωνσταντῖνος ἐκεῖθεν εἰς τὸ τῶν ἵππων ἄπεισιν ἁμιλλητήριον θέατρον, εἶτα εἰς τὴν λεγομένην ἦλθε Χαλκῆν καὶ ἄχρι τῶν Ἐξκουβίτων προῆλθεν. ὁ δὲ τῶν ἐπιτρόπων εἷς ὁ μάγιστρος Ἰωάννης ὁ Ἐλαδᾶς ἐκ τῶν ἑταιρειῶν καὶ τῶν πλωίμων συλλέξας τινὰς ἀντικαταστῆναι τῷ τυραννοῦντι αὐτοὺς ἐξαπέστειλε. καὶ συμπλοκῆς γενομένης πολλοὶ πεπτώκασιν ἑκατέρωθεν· ἔσφακτο δὲ καὶ Γρηγορᾶς ὁ τοῦ ∆ουκὸς υἱὸς καὶ ὁ ἀνεψιὸς αὐτοῦ Μιχαὴλ καὶ Κουρτίκιος ὁ Ἀρμένιος. τούτοις οὖν περιαλγήσας ὁ Κωνσταντῖνος καὶ τὸ οἰκεῖον ἐπιρρῶσαι προθυμούμενος σύνταγμα τὸν ἵππον ἤλαυνε, συμμίξαι θέλων τοῖς ἔμπροσθεν· ἐστρωμένου 460 δὲ τοῦ ἐδάφους πλαξὶν ὑπολισθήσας ὁ ἵππος ἔπεσε καὶ τὸν ἀναβάτην κατήνεγκε· καί τις εὐθὺς αὐτῷ ἐπελθὼν ἐξέτεμε τὴν αὐτοῦ κεφαλὴν καὶ τῷ βασιλεῖ Κωνσταντίνῳ προσήνεγκε, διὰ τῆς δυτικῆς τοῦ Χρυσοτρικλίνου πύλης εἰσελθών, κατὰ τὴν πρόρρησιν τοῦ βασιλεύσαντος Λέοντος. ὅτι δὲ οὐ τεύξεται τῆς βασιλείας ὁ ∆οὺξ Κωνσταντῖνος καὶ ἑτέρωθεν τοῖς περὶ τὸν βασιλέα ἐπέγνωστο. ἦν γάρ τις τελώνης Νικόλαος, ὃς χρεώστης πολλῶν χρημάτων τῷ δημοσίῳ γενόμενος πρὸς τοὺς Ἰσμαηλίτας κατέφυγε καὶ τὴν πίστιν ἐξομοσάμενος ἀστρολογίαν μετῄει. οὗτος τῷ λογοθέτῃ τοῦ δρόμου ἀπεστάλκει γραμμάτιον· ἡ δὲ τούτου περίληψις ἦν τοιαύτη· "μὴ φοβηθῆτε ἀπὸ τοῦ ∆ουκός· νεωτερισθήσεται γὰρ ἀφρόνως καὶ εὐθέως ὀλοθρευθήσεται." καὶ ἡ μὲν ἀποστασία ἐπέπαυτο· ὁ δὲ τοῦ Κωνσταντίνου πενθερὸς ὁ μάγιστρος Γρηγορᾶς καὶ Λέων ὁ Χοιροσφάκτης τῇ μεγάλῃ ἐκκλησίᾳ προσπεφοιτήκασιν, οὓς ἐκβαλόντες τοῦ θείου τεμένους μοναχοὺς ἀπέκειραν οἱ ἐπίτροποι ἐν τῇ τοῦ Στουδίου μονῇ. ἄλλους δ' αἰκισάμενοι ἐθριάμβευσαν, ἑτέροις τὰ ὄμματα ἐξεπήρωσαν, ἐνίων δὲ τὰς κεφαλὰς ἀπέτεμον, 461 καὶ ἄλλους ἐκ Χρυσοπόλεως μέχρι τοῦ Λευκάτου ἀνεσκολόπισαν. καὶ ἄλλοι δὲ πλείους τῆς τῶν ἐπιτρόπων ἐξουσίας γεγόνασιν ἂν παρανάλωμα, εἰ μή τινες τῶν δικαστῶν τῆς πρὸς τὰς τιμωρίας ῥοπῆς αὐτοὺς ἀνεχαίτισαν, εἰπόντες "πῶς τοιαῦτα ποιεῖτε ὑμεῖς κελεύσεως ἄτερ βασιλικῆς, ἐπεὶ παῖς ὢν ὁ βασιλεὺς τοῖς πραττομένοις οὐ συναινεῖ;" ἀποκείραντες δὲ οἱ ἐπίτροποι καὶ τὴν τοῦ Κωνσταντίνου γυναῖκα καὶ τὸν υἱὸν Στέφανον ἐκτομίαν ποιήσαντες εἰς τὸν ἐν Παφλαγονίᾳ οἶκον αὐτῶν ἀπεστάλκασι τούτους. οἱ δὲ τοῦ βασιλέως ἐπίτροποι, ὅ τε πατριάρχης καὶ οἱ λοιποί, ἐναυθεντοῦντες τοῖς πράγμασι πολλὰ τῶν οὐ δεόντων ἐποίουν, καὶ πρὸς ἀλλήλους δὲ διεφέροντο, τῶν μὲν τάδ' εἰσαγόντων, τῶν δὲ τὰ ἀντίθετα· καὶ ἦν ἡ τούτων διοίκησις πολυαρχία τις, ἀλλ' οὐ μοναρχία. Ὁ δὲ Βούλγαρος Συμεών, ὡς μὴ βασιλέως ἐπιστατοῦντος τοῖς πράγμασι, ῥᾳδίως ἐλπίσας κρατῆσαι τῆς βασιλίδος τῶν πόλεων ἔπεισι κατὰ ταύτης μετὰ πλείστης δυνάμεως καὶ ἔξω στρατοπεδεύεται τῶν ταύτης τειχῶν καὶ πολιορκῆσαι ταύτην διανενόητο. ἰδὼν δὲ τὸ τῶν τειχῶν κρατερὸν καὶ τὸ πλῆθος 462 τὸ ἐπ' αὐτῶν καὶ τῶν ἐν τοῖς τείχεσι μηχανημάτων τὸ δαψιλές, ἰλιγγιάσας μετέπεσεν εἰς τὸ Ἕβδομον, ζητῶν σπείσασθαι. ὁ γοῦν πατριάρχης καὶ οἱ λοιποὶ τῶν ἐπιτρόπων λαβόντες τὸν βασιλέα εἰς τὰ ἐν Βλαχέρναις ἦλθον βασίλεια, ὅπου καὶ ὁ Συμεὼν παρεγένετο, ὁμήρους δοὺς καὶ λαβών, καὶ τῷ πατριάρχῃ κλίνας τὴν κεφαλὴν ηὐλογήθη παρ' ἐκείνου καὶ συνειστιάθη τῷ βασιλεῖ. εἶτα μὴ ἀρεσθεὶς ταῖς συνθήκαις ἐπανῆλθεν ἀσύμβατος, δώροις δεξιωθεὶς καὶ αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ. Ἀνακαλουμένου δὲ διόλου τὴν ἑαυτοῦ μητέρα τοῦ βασιλέως καὶ ἐπὶ ταύτῃ δακρύοντος (ἔφθη γὰρ ταύτην τῶν ἀνακτόρων καταγαγεῖν ὁ Ἀλέξανδρος) ἠναγκάσθησαν αὐτὴν ἀναγαγεῖν οἱ ἐπίτροποι. ἡ δὲ ἀνελθοῦσα τῆς διοικήσεως εἴχετο, προσλαβοῦσα καὶ τὸν παρακοιμώμενον Κωνσταντῖνον καὶ τοὺς αὐταδέλφους ἄμφω τοὺς Γογγυλίους· καὶ πρῶτον μὲν τὸν πατριάρχην ἀπάγει τῶν βασιλείων, εἶτα καὶ τοὺς τοῦ Ἀλεξάνδρου θεράποντας ἐξωθεῖ, τὸν ῥαίκτωρα, τὸν Βασιλίτζην καὶ τὸν 463 Γαβριηλόπωλον,