πρόσωπον ἀσφαλιζόμενον τοὺς συγκλέπτοντας. (ῃερς. 469.) ὁμοίου δὲ ἤθους καὶ τὸ, τρία ἄλεισα κατακρύψασα ὑπὸ κόλπῳ ἔκφερεν. ἔνθα τὸ μὲν ὑπὸ κόλπῳ Ἀττικῶς συντέτακται, ὡς εἴρηται, ὁμοίως τῷ, ὑπὸ διδασκάλῳ εἶναι, καὶ ὑπὸ στρατηγῷ τάττεσθαι, καὶ τοῖς ὁμοίοις. (ῃερς. 470.) Τὸ δὲ ἔκφερεν ἀντὶ τοῦ ἐξεφόρησε. καὶ παρασημαντέον εὐχρήστως ἐνταῦθα, ὅτι τὸ φέρω καὶ τὰ ἐξ αὐτοῦ χύμα πολὺ προΐενται λέξεων ῥητορικῶν, κολλώμενα ταῖς ὅλαις προθέσεσιν. ἐξ ἐκείνων γὰρ σὺν ἑτέροις πολλοῖς πρόεισιν ὁ ἐμφερὴς, ἤγουν ὅμοιος, καὶ τὰ ἐξ αὐτοῦ, καὶ τὸ εἰσφέρειν, ὃ κοινότερον εἰσοδιάζειν λέγεται, καὶ ἡ εἰσφορὰ, καὶ ἡ δημοσία συνεισφορὰ, καὶ τὸ ὡς ἐῤῥέθη ἐκφέρειν, ὃ καὶ ἐπὶ τοῦ θάπτειν ἔστιν ὅτε λέγεται. ὅθεν καὶ ἐκφορὰ ἡ ταφή. ἐκφέρει 2.107 δέ τις καὶ μυστήριον, ὅ περ ἐχρῆν εἶναι ἀνέκφορον, ταυτὸν δ' εἰπεῖν, ἀνέξοιστον. ἐκεῖθεν καὶ τὸ συμφέρον, ὅ πέρ ἐστι συνοῖσον, καὶ τὸ σύμφορον, καὶ μέση λέξις ἡ συμφορὰ, καὶ προσφέρειν καὶ τὸ ἀπ' αὐτῆς πρόσφορον· καὶ ἡ προσφορά. τοιαύτης δὲ ἀναλογίας καὶ τὸ προφέρειν καὶ ἡ προφορά. ἐξ ἐκείνων γίνεται καὶ ἀναφέρειν καὶ ἡ ἀπ' αὐτοῦ ἀναφορὰ, καὶ τὸ ἄλλως ἀναφέρειν ἀπὸ μανίας ἢ κάρου, ὃ ταυτόν ἐστι τῷ ἐγρηγορέναι, ᾧ ἐναντίον τὸ καταφέρεσθαι, οὗ τὸ ἐνεργητικὸν ἔχει ποτὲ καὶ ψόγον, ὡς ἐν τῷ καταφερὴς, ὅ πέρ ἐστι λάγνος. καὶ μὴν καταφέρεταί τίς τινος καὶ ὡς κατήγορος, ὅθεν καὶ καταφορὰ ἡ ἐν κατηγορίᾳ τάσις, καὶ καταφορικὸς λόγος ὁ ὡς εἰπεῖν τοπικός. ὁμοίας ἀρχῆς καὶ τὸ διαφέρειν καὶ τὸ διαφέρεσθαι ἤγουν ἐναντιοῦσθαι, ὅθεν καὶ διάφορος οὐ μόνον τὸ κοινὸν, ἀλλὰ καὶ ὁ ἐχθρὸς, καθ' ὃ Φίλιππος διάφορος τῷ πατρὶ Ἀμύντᾳ λέγεται, καὶ διαφορὰ οὐ μόνον ἡ ἑτεροιότης, ἀλλὰ καὶ ἡ μάχη. τῶν τοιούτων ἐστὶ καὶ τὸ μεταφέρειν καὶ ἡ ῥητορικὴ μεταφορὰ ἤτοι τροπὴ καὶ ὁ μεταφορικὸς λόγος καὶ τὸ παραφέρειν καὶ ὁ ἀπ' αὐτοῦ παράφορος ὡς μὴ φρενήρης, οὗ τὸ πάθος παραφορὰ, καὶ τὸ ἀντιφέρεσθαι καὶ ἀντιφερίζειν ἐπὶ ἐναντιώσεως καὶ ἡ ἐπιφορὰ ἡ αὐτὴ οὖσα τῇ εἰρημένῃ καταφορᾷ, ὡς καὶ ὁ ἐπιφορικὸς λόγος ὁ αὐτὸς τῷ καταφορικῷ καὶ τὸ περιφερὲς ἐπὶ στρογγυλότητος καὶ ἡ οὐράνιος περιφορὰ καὶ ὁ ἀμφιφορεὺς, οὗ χρῆσις πολλὴ, καὶ ἡ ἀποφορὰ, ὅ πέρ ἐστιν ὀδμὴ, καὶ τὸ ὑποφέρειν καὶ ἀνθυποφέρειν καὶ ἡ ἐξ αὐτῶν ἐν λόγοις ὑποφορὰ καὶ ἀνθυποφορὰ, καὶ τὸ ὑπερφέρειν καὶ ὑπερφέρεσθαι καὶ ὁ ἐξ αὐτῶν ὑπερφερὴς τόπῳ ἴσως ἢ ἐνδοξότητι. καὶ τοιαῦτα μὲν ὡς ἐν βραχεῖ φάναι τὰ ἐκ τοῦ φέρω καὶ τῶν ἐξ αὐτοῦ. Τὸ δὲ ἀλλ' ἔχετ' ἐν φρεσὶ μῦθον, παραίνεσίς ἐστιν ἐπὶ μυστηριασμῷ. (ῃερς. 445.) Ἔνθα κεῖται καὶ τὸ, ἐπείγετε δ' ὦνον ὁδαίων, τουτέστιν ἐπισπεύδετε τὴν τῶν ἐφοδίων ἐξώνησιν. ἔνθα ὅρα ὅτι τε οὐ μόνον ἐνόδιος καὶ ἐφόδιον καὶ εἴ τι ἄλλο τοιοῦτον ἐκ τῆς ὁδοῦ γίνεται, ἀλλὰ καὶ ὁδαῖος. οὗ περ οὐδέτερον τὸ ὁδαῖον. καὶ ὅτι ὥς περ διάλογος διαλογὴ, καὶ βίοτος βιοτὴ, καὶ ἄλλα δὲ τοιαῦτα, ὧν μνεία γέγονε καὶ ἐν ἄλλοις, οὕτω καὶ ἐκ τοῦ ἐνταῦθα Ὁμηρικοῦ ὤνου παρὰ τοῖς ὕστερον ἡ ὠνή. ἀφ' ἧς εὕρηται καὶ ἰσωνία ἡ ἴση πρᾶξις παρὰ τοῖς παλαιοῖς. εἰ δὲ ἀπ' αὐτῆς παρῆκται καὶ ἡ παρὰ τῷ κωμικῷ ὄνωνις, ἧς χρῆσις φέρεται παρὰ τοῖς τεχνικοῖς τὸ, εἶτα δὴ εἰς πόλιν ἄξεις τήνδε τὴν ὀνώνιδα, οὐκ ἔστι βεβαίως ἀπισχυρίσασθαι. ὄνομα δὲ βοτάνης ἡ ὄνωνις, δι' ἧς ἐπ' ἀλογίᾳ ἴσως ὁ κωμικός τινα σκώπτει καὶ ῥαθυμίᾳ, ὡς τοῦ ὄνου καὶ νωθροῦ ὄντος, καθὰ καὶ ἡ Ἰλιὰς οἶδε, καὶ παροιμιάζοντος τό, τε ἀπ' ὄνου πεσεῖν τινὰ, καὶ τοὺς ὄνου πόκους, οὓς ὁ κωμικὸς εἰς πόκας παρῴδησε. καὶ τοιοῦτον μὲν τοῦτο. (ῃερς. 446.) Εἰπὼν δέ που Ὅμηρος δῶμα ἐνίπλειον βιότοι ἐνταῦθα λέγει νῆα πλείην βιότοιο τὴν χρηματιστικῶς ἔμφορτον ἀστείως. δῶμα γάρ πως μεταφορητὸν ἔγνωσται καὶ ἡ ναῦς. (ῃερς. 447.) Κλεπτικὴ δὲ ἔννοια καὶ τὸ, ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθ' ἱκέσθω. οἴσω γὰρ καὶ χρυσὸν ὅ τις ἤγουν ὅς τις ὑποχείριος, τουτέστιν εἰς χεῖράς μοι ἔλθοι, ὑπὸ ταῖς ἐμαῖς χερσὶ γένηται. οἱ δὲ παλαιοὶ καὶ δίχα προθέσεως οἴδασι τὴν λέξιν ταύτην, ὡς δηλοῖ ὁ γράψας οὕτω· χείριος, ὑπήκοος, τιθασὸς, χειροήθης, χρήσιμος. καὶ χείριον, χειρόηθες, ὑπήκοον, ὑποχείριον, ὥστε ἡ τοιαύτη γραφὴ ῥητορικῶς οἶδε καὶ τοὺς δουλευτὰς ὑποχειρίους