θεοῦ; ὥσπερ ἐὰν αἰχμαλωσίαν τινὰ τύραννος ἁρπάσας ἀπάγῃ, εἶτα καταληφθῇ ὑπὸ τοῦ ἀληθινοῦ βασιλέως, οὕτω καὶ Παῦλος, ὅτι ὑπὸ τοῦ τυραννικοῦ πνεύματος τῆς ἁμαρτίας ἐνηργεῖτο, τὴν ἐκκλησίαν ἐδίωκε καὶ ἐσκύλευεν· ἀλλ' ἐπειδὴ ζήλῳ θεοῦ κατὰ ἄγνοιαν ἐποίει, ὡς ὑπὲρ ἀληθείας ἀγωνιζόμενος, οὐ παρωράθη, ἀλλὰ κατέλαβεν αὐτὸν ὁ κύριος, περιλάμψας ἀρρήτως ὁ ἐπουράνιος καὶ ἀληθινὸς βασιλεὺς καὶ φωνῆς τῆς αὐτοῦ τοῦτον ἀξιώσας, καὶ ῥαπίσας ὡς δοῦλον ἠλευθέρωσεν. ἴδε δεσπότου ἀγαθότητα καὶ μεταβολήν, πῶς δύναται μεταβαλεῖν ψυχὰς τὰς τῇ κακίᾳ συμπλακείσας καὶ ἀγρίας ἀποκαταστάσας, καὶ ῥοπῇ ὥρας εἰς τὴν ἑαυτοῦ ἀγαθότητα καὶ εἰρήνην μετενεγκεῖν· πάντα γὰρ δυνατὰ παρὰ θεῷ, ὥσπερ ἐπὶ τοῦ λῃστοῦ γέγονε· ῥοπῇ ὥρας διὰ τῆς πίστεως μετεβλήθη καὶ εἰς παράδεισον ἀπεκατέστη. διὰ τοῦτο ἦλθεν ὁ κύριος, ἵνα τὰς ψυχὰς ἡμῶν ἀλλάξῃ καὶ ἀνακτίσῃ καὶ ποιήσῃ αὐτάς, καθὼς γέγραπται, «θείας κοινωνοὺς φύσεως», καὶ δοῦναι εἰς τὴν ψυχὴν ἡμῶν ἐπουράνιον ψυχήν, τουτέστι πνεῦμα θεότητος ὁδηγοῦν ἡμᾶς εἰς πᾶσαν ἀρετήν, ὅπως ζωὴν αἰώνιον ζῆσαι δυνηθῶμεν. Εἴη τοίνυν ἐξ ὅλης καρδίας πιστεῦσαι ἡμᾶς ταῖς ἀνεκδιηγήτοις αὐτοῦ ἐπαγγελίαις, ὅτι ἀληθής ἐστιν ὁ ἐπαγγειλάμενος. χρὴ οὖν ἀγαπῆσαι τὸν κύριον καὶ σπουδάσαι παντοίως ἐν πάσαις ἀρεταῖς καὶ αἰτῆσαι ἐπιμόνως καὶ ἐνδελεχῶς, ὥστε δέξασθαι τὴν ἐπαγγελίαν τοῦ πνεύματος αὐτοῦ ὁλοκλήρως καὶ τελείως, ἵνα ζωοποιηθῶσιν αἱ ψυχαὶ ἡμῶν, ὡς ἔτι ἐν σαρκί ἐσμεν. εἰ μὴ γὰρ ἐν τῷ κόσμῳ τούτῳ δέξεται ἡ ψυχὴ τὸν ἁγιασμὸν τοῦ πνεύματος διὰ πολλῆς πίστεως καὶ δεήσεως, καὶ «κοινωνὸς θείας φύσεως» γένηται, ἀνακραθεῖσα τῇ χάριτι, δι' ἧς πᾶσαν ἐντολὴν ἀμώμως καὶ καθαρῶς ἐπιτελεῖν δυνήσεται, ἀποίητός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ὅπερ γάρ τις ἐντεῦθεν ἀγαθὸν ἐκτήσατο, τοῦτο αὐτὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἔσται αὐτοῦ ζωὴ διὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εἰς τοὺς αἰῶνας. ἀμήν. ΟΜΙΛΙΑ ΜΕ. 1 Ὁ τὸν μονήρη βίον ἐπιλεξάμενος πάντα τὰ ἐν τῷ κόσμῳ τούτῳ στρεφόμενα πράγματα ἀλλότρια ἑαυτοῦ καὶ ξένα ἡγεῖσθαι ὀφείλει. ὁ γὰρ ἐξ ἀληθείας μεταδιώκων τὸν σταυρὸν τοῦ Χριστοῦ πάντα ἀρνησάμενος, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, προσηλωμένον τὸν νοῦν εἰς τὴν ἀγάπην τοῦ Χριστοῦ ἔχειν ὀφείλει, προτιμῶν δηλαδὴ τὸν κύριον γονέων, ἀδελφῶν, γυναικός, τέκνων, συγγενείας, φίλων, ὑπαρχόντων. τοῦτο γὰρ ὁ Χριστὸς ἀπεφήνατο εἰπών· «πᾶς ὅς τις οὐκ ἀφῆκε πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγρούς, καὶ οὐκ ἀκολουθεῖ μοι, οὐκ ἔστι μου ἄξιος». ἐν οὐδενὶ γὰρ ἑτέρῳ εὑρίσκεται σωτηρία τοῖς ἀνθρώποις καὶ ἀνάπαυσις, ὡς ἠκούσαμεν. Πόσοι γὰρ βασιλεῖς ἀνεφάνησαν ἐκ τοῦ γένους Ἀδὰμ κρατοῦντες πάσης τῆς γῆς, μέγα φρονοῦντες ἐπὶ τῇ βασιλικῇ δυναστείᾳ, καὶ τούτων οὐδεὶς διὰ τῆς τοιαύτης ἱκανότητος ἴσχυσε γνωρίσαι τὴν ἐκ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου ἐπεισελθοῦσαν τῇ ψυχῇ κακίαν καὶ σκοτίσασαν αὐτὴν πρὸς τὸ μὴ ἐπιγνῶναι τὴν μεταβολήν. ὅτι τὸ πρῶτον καθαρεύων ὁ νοῦς ἑώρα τὸν δεσπότην αὐτοῦ ἐν ἀξιώματι ὤν, καὶ νῦν ἐνδέδυται διὰ τὴν ἔκπτωσιν αἰσχύνην, τυφλωθέντων τῶν ὀφθαλμῶν τῆς καρδίας τοῦ μὴ βλέπειν ἐκείνην τὴν δόξαν, ἣν ἔβλεπε πρὸ τῆς παρακοῆς ὁ πατὴρ ἡμῶν Ἀδάμ. Ἐγένοντο δὲ καὶ διάφοροι σοφοὶ κατὰ κόσμον, ὧν οἱ μὲν διὰ φιλοσοφίας ἀρετὴν ἐπεδείξαντο, οἱ δὲ τὴν σοφιστικὴν ἐξασκήσαντες ἐθαυμαστώθησαν. ἄλλοι τὴν ῥητορικὴν ἐπεδείξαντο δεινότητα, ἄλλοι γραμματικοὶ καὶ ποιηταὶ γενόμενοι τὰς κατὰ τὴν συνθήκην ἱστορίας συνεγράψαντο. ἀλλὰ καὶ τεχνῖται διάφοροι γεγόνασι τὰς κατὰ τὸν κόσμον ἐξασκήσαντες τέχνας· ὧν οἱ μὲν ἐν τοῖς ξύλοις τορεύσαντες γένη ὀρνέων καὶ ἰχθύων