ἐκείνων μὲν τὰ μιαρὰ συστήματα φεύγῃς, παραμένῃς δὲ τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ διὰ παντός, ἐν ᾗ καὶ ἀνεγεννήθης. Κἄν ποτε ἐπιδημῇς ἐν πόλεσι, μὴ ἁπλῶς ἐξέταζε ποῦ τοῦ κυριακὸν ἔστι (καὶ γὰρ αἱ λοιπαὶ τῶν ἀσεβῶν αἱρέσεις κυριακὰ τὰ ἑαυτῶν σπήλαια καλεῖν ἐπιχειροῦσι), μηδὲ ποῦ ἔστιν ἁπλῶς ἡ ἐκκλησία, ἀλλὰ ποῦ ἔστιν ἡ καθολικὴ ἐκκλησία. τοῦτο γὰρ ἰδικὸν ὄνομα τυγχάνει τῆς ἁγίας ταύτης καὶ μητρὸς ἡμῶν ἁπάντων. ἥτις νύμφη μέν ἐστι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, (γέγραπται γάρ· καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, καὶ ὅλα τὰ ἑξῆς,) τύπον δὲ ἔχει καὶ μίμημα τῆς ἄνω Ἱερουσαλήμ, ἥτις ἐλευθέρα ἐστὶ καὶ μήτηρ πάντων ἡμῶν, ἡ πρότερον μὲν στεῖρα, νῦν δὲ πολύτεκνος. 18.27 Τῆς γὰρ πρώτης ἀποβληθείσης ἐν τῇ δευτέρᾳ καθολικῇ ἐκκλησίᾳ, καθὼς Παῦλός φησιν, ὁ θεὸς ἔθετο πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν, καὶ πάσης ἀρετῆς ἅπαν εἶδος, σοφίαν λέγω καὶ σύνεσιν, σωφροσύνην τε καὶ δικαιοσύνην, ἐλεημοσύνην τε καὶ φιλανθρωπίαν, καὶ ὑπομονὴν τὴν ἐν διωγμοῖς ἀκαταγώνιστον. ἥτις διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, πρότερον μὲν ἐν διωγμοῖς καὶ θλίψεσι τοὺς ἁγίους μάρτυρας τοῖς τῆς ὑπομονῆς ποικίλοις καὶ πολυανθέσιν ἔστεψε στεφάνοις, νυνὶ δὲ ἐν καιροῖς εἰρήνης θεοῦ χάριτι τὰ τῆς ὀφειλομένης ἔχει τιμῆς ὑπὸ βασιλέων καὶ τῶν ἐν ὑπεροχαῖς ὄντων καὶ παντὸς ἀνθρώπων εἴδους τε καὶ γένους, βασιλέων μὲν τῶν κατὰ τόπον ἐθνῶν τῆς ἐξουσίας ὅρους ἐχόντων, μόνης δὲ τῆς ἁγίας καθολικῆς ἐκκλησίας κατὰ τὴν οἰκουμένην πᾶσαν ἀπεριόριστον ἐχούσης τὴν δύναμιν. ἔθηκε γὰρ ὁ θεὸς κατὰ τὸ γεγραμμένον τὸ ὅριον αὐτῆς εἰρήνην. περὶ ἧς εἰ πάντα λέγειν ἐβουλόμην, χρεία ἂν εἴη μοι πλειόνων ὡρῶν εἰς διήγησιν. 18.28 Ἐν ταύτῃ τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ διδασκόμενοί τε καὶ ἀναστρεφόμενοι καλῶς τὴν τῶν οὐρανῶν βασιλείαν ἕξομεν καὶ ζωὴν αἰώνιον κληρονομήσομεν, δι' ἣν καὶ πάντα κάμνομεν, ὅπως παρὰ τοῦ κυρίου ταύτης ἀπολαύσωμεν. οὐ γὰρ περὶ μικρῶν ἡμῖν ὁ σκοπός, ἀλλὰ περὶ ζωῆς αἰωνίου τὸ σπουδαζόμενον. διόπερ ἐν τῇ τῆς πίστεως ἐπαγγελίᾳ διδασκόμεθα μετὰ τὸ καὶ εἰς σαρκὸς ἀνάστασιν, τουτέστι τὴν τῶν νεκρῶν, περὶ ἧς διελέχθημεν, πιστεύειν καὶ εἰς ζωὴν αἰώνιον, περὶ ἧς τοῖς χριστιανοῖς ἡμῖν ἔστιν ὁ ἀγών. 18.29 Ἡ μὲν οὖν ὄντως ζωὴ καὶ ἀληθῶς ἐστιν ὁ πατήρ, ὁ δι' υἱοῦ τοῖς ἅπασιν ἐν ἁγίῳ πνεύματι τὰς ἐπουρανίους πηγάζων δωρεάς, διὰ δὲ τὴν ἐκείνου φιλανθρωπίαν καὶ ἡμῖν τοῖς ἀνθρώποις τὰ τῆς αἰωνίου ζωῆς ἀψευδῶς ἐπήγγελται. οὐκ ἀπιστητέον δὲ τοῦτο εἶναι δυνατόν. οὐ γὰρ πρὸς τὴν ἡμετέραν ἀσθένειαν, ἀλλὰ πρὸς τὴν ἐκείνου δύναμιν ἀφορῶντας πιστεύειν χρή. πάντα γὰρ δυνατὰ παρὰ τῷ θεῷ. καὶ ὅτι γε δυνατόν ἐστι τοῦτο, καὶ ζωὴν αἰώνιον προσδοκῶμεν, λέγει μὲν ∆ανιήλ· καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι· φησὶ δὲ ὁ Παῦλος· καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα. τὸ γὰρ πάντοτε σὺν κυρίῳ εἶναι τὴν αἰώνιον ὑποσημαίνει ζωήν. σαφέστατα δὲ καὶ ὁ σωτὴρ ἐν εὐαγγελίοις φησί· καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. 18.30 Καὶ πολλαὶ περὶ τῆς αἰωνίου ζωῆς εἰσὶν αἱ ἀποδείξεις. ἐπιθυμοῦσι δὲ ἡμῖν κτήσασθαι ταύτην τὴν αἰώνιον ζωὴν αἱ θεῖαι γραφαὶ τῆς κτήσεως ὑποτίθενται τοὺς τρόπους. ἐξ ὧν νῦν διὰ τὸ τοῦ λόγου μῆκος ὀλίγας μαρτυρίας παραθησόμεθα, τὰς λοιπὰς τοῖς σπουδαίοις ἐρευνᾷν καταλείποντες. ποτὲ μέν, ὅτι διὰ πίστεως. γέγραπται γάρ· ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον, καὶ τὰ ἑξῆς. καὶ πάλιν αὐτός φησιν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ τὰ ἑξῆς. ποτὲ δέ, ὅτι δι' εὐαγγελικοῦ κηρύγματος. λέγει γάρ, ὅτι καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον. ποτὲ δέ, ὅτι διὰ μαρτυρίου καὶ τῆς ἐν Χριστῷ ὁμολογίας. φησὶ γάρ· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ