καλεῖσθαι. (ῃερς. 450.) Παιδὸς δὲ δραστηρίου ἔνδειξις τὸ, παῖδα γὰρ ἀτιτάλλω κερδαλέον δὴ τοῖον, ἁματροχόωντα θύραζε. (ῃερς. 452.) Εἰ δὲ καὶ πωλητέος ὁ τοιοῦτος, ἁρμόσει καὶ τὸ ἐφεξῆς· ὁ δ' ὑμῖν μυρίον ὦνον ἄλφοι, ὅ ἐστιν εὑρήσει, ὅπῃ περάσητε κατ' ἀλλοθρόους ἀνθρώπους. ἀφ' οὗ καὶ Ἀλφεσίβοια ἡ βόας ἄλφουσα. ἐκείνη μέντοι λόγῳ προικὸς διὰ κάλλος. Ἐν οἷς ἰστέον ὅτι τὸ μὲν ἄλφοι κατὰ τὸ ἐδούπησα ἔδουπον, ἐκτύπησα ἔκτυπον, ἐχραίσμησα ἔχραισμον, γίνεται ἀπὸ τοῦ ἀλφῶ ἀλφήσω, ἀφ' οὗ ἀλφηστής. Τὸ δὲ περάσητε Ὁμήρῳ σύνηθες, ὃς περᾶσαι οἶδε τὸ πέρην ἁλὸς διαπωλῆσαι. καὶ ἔστιν αὐτὸ πρωτότυπον τοῦ παρὰ τοῖς ὕστερον πιπράσκειν καὶ τῆς πράσεως· περῶ γὰρ περάσω πεπέρακα πέρασις, ἐξ ὧν κατὰ συγκοπὴν πράσω πέπρακα πρᾶσις. Τοῦ δὲ ἀλλοθρόους εὐθεῖα ἑνικὴ ὁ ἀλλόθροος πρὸς ὁμοιότητα τοῦ ἄθροος ὁ ἀθόρυβος, οὗ πρὸς διαστολὴν ἀθρόος ὁ συνηθροισμένος παροξύνεται. (ῃερς. 451.) Τὸ δὲ ἁματροχόωντα ἀντὶ τοῦ ἀκολουθητικὸν, δυνάμενον ἅμα τινὶ τρέχειν. γράφεται δέ, φασι, καὶ ὁμοτροχόωντα, τουτέστιν ἐν τῷ συμπορεύεσθαι καὶ τρέχοντά ποτε. (ῃερς. 455.) Ἐμπορευτικὰ δὲ τὸ, οἱ δ' ἐνιαυτὸν ἅπαντα παρ' ἡμῖν αὖθι μένοντες ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο. (ῃερς. 459.) καὶ τὸ, ἤλυθεν ἀνὴρ πολύϊδρις χρύσεον ὅρμον ἔχων, μετὰ δ' ἠλέκτροισιν ἔερτο, ἢ ἔερκτο, τουτέστι συνεπέπλεκτο, 2.108 ἢ συνεκέκλειστο, καὶ ἦν οὗτος ἐκ τῶν ῥηθέντων Φοινικικῶν ἀθυρμάτων. (ῃερς. 462.) ὁμοίως ἐμπορικὸν καὶ τὸ, χερσὶν ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο ὦνον ὑπισχόμενοι, ὃ δὴ ὡς πρωπότυπον προϋπάρχει τοῦ ὑπισχνεῖσθαι. (ῃερς. 456.) Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν ἐνταῦθα τὸ ἐμπολᾶσθαι παθητικῶς τε ἔφη, καὶ ἀντὶ τοῦ ἐξωνεῖσθαι. οἱ δὲ ὕστερον καὶ ἐνεργητικῶς λέγουσι καὶ ἀντὶ τοῦ ἁπλῶς πραγματεύεσθαι, ὡς δηλοῖ καὶ τὸ, κερδαίνετ' ἐμπολᾶτε. (ῃερς. 457.) Κεῖται δ' ἐνταῦθα καὶ τὸ, ναῦς ἤχθετο, ἀντὶ τοῦ, ἐβαρύνετο φόρτῳ. καὶ συγκροτεῖται καὶ διὰ τοῦ, ὅσα οἱ νέες ἄχθος ἄειραν. οἱ μέντοι μεθ' Ὅμηρον καὶ ἐπὶ λύπης τό, τε ἄχθεσθαι τιθέασι καὶ τὴν ἐξ αὐτοῦ ἀχθηδόνα. (ῃερς. 460.) Περὶ δὲ ὅρμου ἱκανῶς ἡ Ἰλιὰς δηλοῖ· κόσμος δὲ γυναικεῖος ἐστίν. ἐξ αὐτοῦ δὲ καὶ ὑφόρμιον χρυσοῦν κοσμάριον, ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ. ὀξύνεται δὲ παρά τισι τῶν ἐσύστερον ὁ τοιοῦτος ὅρμος, καθὰ καὶ ἀλλαχοῦ ἐῤῥέθη, πρὸς διαστολὴν τοῦ κατὰ τὸν λιμένα. Περὶ δὲ ἠλέκτρου προδεδήλωται. (ῃερς. 470.) Ὁδοῦ δὲ μετάμελον φαίνει τὸ, αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύναις, ὅ ἐστι βλάβαις φρενῶν, ὃ καὶ ἀλλαχοῦ κεῖται. (ῃερς. 472.) Καταγωγῆς δὲ εἰς λιμένα φράσις τὸ, ἡμεῖς δ' ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες. Ἐν τούτοις δὲ συλλογιστέον βρέφος μὲν οὐκ ἂν εἶναι τὸν Εὔμαιον ὅτε χρόνου τοιαῦτα ἐφ' ἑαυτῷ ἱστορεῖ, οὐ μὲν οὐδὲ παιδίον, ἀλλ' οὐδὲ παιδάριον, παιδίσκον δὲ ἤδη. οὐ γὰρ ἔστιν εἰπεῖν αὐτὸν ἡλικίας μείζονος, οἷον, παῖδα, ἢ ἄλλο τι τῶν ἐφεξῆς. ὧν τὴν ἀκολουθίαν Ἀλεξίων ἐκτιθέμενος γράφει οὕτως· βρέφος τὸ γεννηθὲν εὐθέως. παιδίον δὲ, τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ. παιδάριον δὲ, τὸ ἤδη περιπατοῦν καὶ λέξεως ἀντεχόμενον. παιδίσκος δὲ, ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ. παῖς δὲ, ὁ δι' ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. τὴν δὲ ἑξῆς ἡλικίαν οἱ μὲν πάλληκα, οἱ δὲ βούπαιδα, οἱ δὲ ἀντίπαιδα, οἱ δὲ μελλέφηβον καλοῦσιν. ὁ δὲ μετ' αὐτὴν, ἔφηβος. ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους τρικαδίους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρόμους διὰ τὸ μήπω τῶν κοινῶν δρόμων μετέχειν, Ἀχαιοὶ δὲ κούρους, Θρᾷκες ἀγούρους, ὡσαύτως καὶ Ἀττικοί. οἱ δὲ μετὰ ταῦτα μειράκειον ἢ μείραξ, εἶτα νεανίσκος, εἶτα νεανίας, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκὼς, ὁ καὶ ὠμογέρων, εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατόγηρως. ταῦτα ὁ Ἀλεξίων, μὴ εἰπὼν καὶ τίς ὁ πέμπελος καὶ ὁ παρὰ τῷ Λυκόφρονι σύφαρ, ἀλλ' ὡς εἰκὸς, διὰ τοῦ ἐσχατόγηρως συνδηλώσας καὶ αὐτούς. Ὅτι δὲ βρέφος καὶ ἐπὶ τοῦ κατὰ γαστρὸς ἔτι ἐμβρύου ἐλέχθη καὶ αὖ πάλιν ἔμβρυον ἐπὶ βρέφους, ἔδειξεν ἐκεῖνο μὲν ἡ Ἰλιὰς, τὸ δεύτερον δὲ ἡ Ὀδύσσεια. Ἐπὶπᾶσιν ἰστέον καὶ ὅτι τὰ ἐν τῷ διηγήματι λεπτὰ τὴν τῆς Σύρου δηλαδὴ ἢ Συρίας νήσου ἀρετὴν τὸ τοῦ γένους τοῦ Εὐμαίου βασιλικὸν τὴν τῆς