123
ἐκτομίᾳ, τὰ πάντα τότε παρὰ τοῖς ἀνακτόροις ἰσχύοντι, οὗ ἐπ' ἀδελφῇ κηδεστὴς ἐτύγχανεν ὤν. ταῦτα τοίνυν ὁρῶν ὁ τοῦ βασιλέως Κωνσταντίνου παιδαγωγὸς καὶ δείσας περὶ αὐτῷ, πείθει τοῦτον τὸν τοῦ στόλου δρουγγάριον τὸν εἰρημένον Ῥωμανὸν οἰκειώσασθαι καὶ φύλακα προσλαβέσθαι. ἐγχαράττει τοίνυν βιβλίον ὁ βασιλεὺς οἰκειόγραφον καὶ στέλλει τῷ δρουγγαρίῳ. ὁ δὲ τοῦτο δεξάμενος ὑπέσχετο τὴν τοῦ παρακοιμωμένου δυναστείαν, εἰ οἷόν τε, καθελεῖν. καί ποτε τοῦ παρακοιμωμένου, ἔνθα ὁ στόλος ὥρμιστο, παραγενομένου καὶ ἐπισπέρχοντος ἐκπλεῦσαι αὐτόν, ὁ δρουγγάριος δου467 λικώτερον αὐτῷ προσυπήντησε καὶ μεθ' ὑποστολῆς ὡμίλει καὶ περὶ τὰς τριήρεις ἠρέμα πως προεβίβαζεν. ὡς δὲ τῇ ναυαρχίδι προσήγγισεν ἑτοίμους ἔχων ἄνδρας παρεπομένους αὐτῷ γενναίους τε καὶ πολλούς, "ἄρατε τοῦτον" εἶπεν. οἱ δὲ συσχόντες αὐτὸν εἰς τὴν τριήρη ἐνέθεντο, τῶν περὶ αὐτὸν αὐτίκα διασπαρέντων. τοῦτο τῇ βασιλίδι ἐνωτισθὲν εἰς θόρυβον αὐτὴν καὶ τοὺς ἐν τέλει ἐνέβαλε. πέμπει τοίνυν πρὸς τὸν Ῥωμανὸν ἐρωτῶσα τί ἂν εἴη τὸ γεγονός. ἀλλὰ τὸ ναυτικὸν λίθοις τοὺς πεμφθέντας ἐδίωξαν. τῇ δ' ἑξῆς τὸν πατριάρχην ὁ βασιλεὺς μετακαλεσάμενος καὶ τὸν μάγιστρον Στέφανον ἔπεμψε τοὺς ἐκ τῶν βασιλείων τὴν αὐτοῦ μητέρα κατάξοντας. τῆς δὲ τῷ υἱῷ προσφυείσης μετὰ δακρύων, εἰς οἶκτον ἐκεῖνος ἐκλίθη καὶ ἀφῆκεν αὐτήν, εἰς ἑαυτὸν δὲ τὴν ἐξουσίαν μετήνεγκε καὶ προεχειρίσατο δομέστικον τῶν σχολῶν τὸν Γαριδᾶν Ἰωάννην τὸν μάγιστρον. ὁ δὲ δρουγγάριος ὁ Λακαπηνός, ἐξαρτύσας τὸν στόλον ὥσπερ εἰς ναυμαχίαν κατὰ τὴν ἡμέραν τοῦ εὐαγγελισμοῦ τοῖς βασιλείοις προσέπλευσεν εἰς τὸν Βουκολέοντα. καὶ ὁ μὲν πατριάρχης καὶ ὁ μάγιστρος Στέφανος εὐθὺς ἐκ τῶν ἀνακτόρων 468 ἐξέστησαν, ὁ δὲ Ῥωμανὸς ὅρκους πρότερον τελέσας φρικωδεστάτους μήποτε κατὰ τοῦ βασιλέως φρονῆσαι μηδ' ἐπιθέσθαι τῇ βασιλείᾳ, ἀνῆλθεν εἰς τὰ βασίλεια· καὶ εἰς τὸν ἐν τῷ Φάρῳ ναὸν τῷ Κωνσταντίνῳ συνεισελθὼν καὶ πίστεις δούς τε καὶ εἰληφὼς μέγας ἑταιρειάρχης προβάλλεται. ἐπέστειλε δὲ τῷ Φωκᾷ ὁ βασιλεὺς μὴ ἀθυμῆσαι μηδ' ἀπογνῶναι, προσμεῖναι δὲ μικρόν, ὡς μελλούσης αὐτῷ γενέσθαι προνοίας μετὰ βραχύ. Ὁ δὲ Ῥωμανὸς τὴν ἑαυτοῦ θυγατέρα Ἐλένην μνηστεύεται τῷ βασιλεῖ Κωνσταντίνῳ, καὶ τῇ τρίτῃ τοῦ πάσχα τετέλεστο τὰ γαμήλια, τοῦ πατριάρχου Νικολάου τὴν ἱερολογίαν ποιήσαντος· καὶ αὐτίκα τετίμηται βασιλεοπάτωρ ὁ Ῥωμανός, μέγας δ' ἑταιρειάρχης Χριστοφόρος ὁ τούτου υἱός. ταῦτα δὲ μαθὼν ὁ Φωκᾶς τυραννίδι ἐπέθετο, Κωνσταντῖνον τὸν παρακοιμώμενον προσλαβόμενος καὶ ἑτέρους τῶν ἀρχόντων καὶ διαβεβαιούμενος ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου πράττειν ὃ πράττει. ὁ Ῥωμανὸς δὲ γραφὴν γεγραφὼς ἀνατροπὴν περιέχουσαν τῆς τοῦ Φωκᾶ προφάσεως καὶ ταύτην τῇ τοῦ βασιλέως ὑποσημασίᾳ καὶ χρυσῇ σφραγῖδι βεβαιωσάμενος, πέμπει ταύτην παρὰ τὸ μετὰ τοῦ Φωκᾶ στράτευμα μετά τινος γυναίου ἑταιρικοῦ. κἀκεῖνο 469 πολλοῖς τὴν χρυσοσήμαντον ὑποδεικνύον λάθρᾳ γραφὴν πολλοὺς καταλιπεῖν πεποίηκε τὸν Φωκᾶν καὶ προσχωρῆσαι τῷ βασιλεῖ. ὁ δὲ Φωκᾶς ἐν Χρυσοπόλει γενόμενος καὶ καταλειφθεὶς ὑπὸ τοῦ μετ' αὐτοῦ πλήθους τῷ βασιλεῖ προσφοιτήσαντος ἐτράπετο εἰς φυγὴν καὶ ἔν τινι χωρίῳ γενόμενος, ὅπερ παρὰ τῶν ἐγχωρίων Γοηλέων κατωνομάζετο, συλλαμβάνεται καὶ τυφλωθεὶς εἰσάγεται εἰς τὴν βασιλεύουσαν· καὶ τοῦτο τέλος τῇ αὐτοῦ τυραννίδι ἐγένετο. ἀλλὰ μὴν καὶ ἑτέρα ἐπιβουλὴ κατὰ τοῦ βασιλέως συνέστη· νεανίας γάρ τινες καθῆκαν κατ' αὐτοῦ θηρῶντος, ἵνα αὐτῷ ἐν τῇ θήρᾳ ἐπίθωνται. ἀλλ' ἐγνώσθη τὸ βούλευμα, καὶ οἱ πρωτουργοὶ ἐκολάσθησαν. Ἐξεβλήθη δὲ τῶν βασιλείων καὶ ἡ τοῦ βασιλέως μήτηρ Ζωή, ὡς ἐπιβουλεύουσα δῆθεν τῷ βασιλεοπάτορι, καὶ ἀπεκάρη ἐν τῇ τῆς ἁγίας Εὐφημίας μονῇ. τῇ δὲ κδʹ τοῦ Σεπτεβρίου μηνὸς εἰς τὴν τοῦ Καίσαρος ἀξίαν ἀνήχθη ὁ Ῥωμανὸς καὶ κατὰ τὸν ∆εκέμβριον τῷ τῆς βασιλείας διαδήματι τεταινίωτο παρὰ τοῦ πατριάρχου Νικολάου τοῦ Κωνσταντίνου δῆθεν ἐπιτροπῇ. Καὶ ὁ μὲν Λακαπηνὸς Ῥωμανὸς οὕτω τῆς