εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. καὶ πάλιν, ὅτι διὰ τοῦ προκρίνειν χρημάτων τε καὶ γένους τὸν Χριστόν· καὶ πᾶς, ὅστις ἀφῆκεν ἀδελφοὺς ἢ ἀδελφάς, καὶ τὰ ἑξῆς, ζωὴν αἰώνιον κληρονομήσει. καὶ ὅτι διὰ τοῦ τηρεῖν τὰς ἐντολάς· οὐ μοιχεύσεις, οὐ φονεύσεις, καὶ τὰ λοιπὰ ἑξῆς, καθὼς ἀπεκρίνατο τῷ προσελθόντι καὶ εἰπόντι, διδάσκαλε ἀγαθέ, τί ποιήσω, ἵνα ζωὴν αἰώνιον ἔχω; ἔτι μέντοι καὶ διὰ τοῦ τῶν φαύλων μὲν ἀποστῆναι πράξεων, λοιπὸν δὲ θεῷ δουλεύειν. φησὶ γὰρ ὁ Παῦλος· νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. 18.31 Καὶ πολύτροπός ἐστιν, ἣν κατέλειπον διὰ τὸ πλῆθος, τῆς αἰωνίου ζωῆς ἡ εὕρεσις. φιλάνθρωπος γὰρ ὢν ὁ κύριος οὐ μίαν, οὐδὲ δευτέραν μόνην, ἀλλὰ πολλὰς τῆς εἰσόδου τῆς εἰς τὴν αἰώνιον ζωὴν ἀνέῳξε τὰς θύρας πρὸς τὸ πάντας ἀπολαῦσαι τὸ ὅσον ἐπ' αὐτῷ ταύτης ἀκωλύτως. ταῦθ' ἡμῖν τέως καὶ περὶ τῆς αἰωνίου ζωῆς εἴρηται συμμέτρως, ἥτις ἐστὶ τῶν ἐπαγγελλομένων ἐν τῇ πίστει τὸ τελευταῖον δίδαγμα καὶ τέλος. ἧς γένοιτο πάντας ἡμᾶς, τούς τε διδάσκοντας καὶ τοὺς ἀκούοντας, ἀπολαῦσαι θεοῦ χάριτι. 18.32 Λοιπόν, ἀδελφοὶ ἀγαπητοί, παρακαλεῖ πάντας ὑμᾶς ὁ τῆς διδασκαλίας λόγος ἑτοιμάζειν τὴν ψυχὴν πρὸς ὑποδοχὴν τῶν ἐπουρανίων χαρισμάτων. περὶ μὲν οὖν τῆς παραδοθείσης ὑμῖν εἰς ἐπαγγελίαν ἁγίας καὶ ἀποστολικῆς πίστεως ὅσας ἐγχωρεῖ κατηχήσεις διὰ τὴν τοῦ κυρίου χάριν εἰρήκαμεν ἐν ταῖς διελθούσαις ταύταις τῆς τεσσαρακοστῆς ἡμέραις. οὐχ ὅτι ταῦτα μόνα εἰπεῖν ὠφείλομεν· πολλὰ γάρ ἐστι τὰ παραλειφθέντα, καὶ μειζόνως ἴσως ὑπὸ τῶν καλλιόνων διδασκάλων νοούμενα. ἐνεστώσης δὲ λοιπὸν τῆς ἁγίας τοῦ πάσχα ἡμέρας, καὶ τῆς ὑμετέρας ἐν Χριστῷ διὰ λουτροῦ παλιγγενεσίας ἀγάπης φωτιζομένης, διδαχθήσεσθε πάλιν τὰ πρέποντα θεοῦ θέλοντος, μεθ' ὅσης μὲν εὐσεβείας καὶ τάξεως εἰσελθεῖν χρὴ καλουμένους, τίνος δὲ ἕνεκεν ἐπιτελεῖται ἕκαστον τῶν ἁγίων τοῦ βαπτίσματος μυστηρίων, μεθ' ὅσης δὲ εὐλαβείας καὶ τάξεως χρὴ ἀπὸ τοῦ βαπτίσματος πρὸς τὸ ἅγιον τοῦ θεοῦ προσελεύσεσθαι θυσιαστήριον καὶ τῶν αὐτόθι πνευματικῶν καὶ ἐπουρανίων ἀπολαύειν μυστηρίων, ἵνα τῆς ὑμετέρας ψυχῆς διὰ τοῦ τῆς διδασκαλίας λόγου προφωτιζομένης εἰς ἕκαστον γνωρίζητε τῶν ἐκ θεοῦ δωρουμένων ὑμῖν χαρισμάτων τὸ μέγεθος. 18.33 Μετὰ δὲ τὴν ἁγίαν καὶ σωτήριον τοῦ πάσχα ἡμέραν, ἀπὸ τῆς δευτέρας τῶν σαββάτων εὐθύς, καθ' ἑκάστην ἡμέραν ἐν ταῖς ἑξῆς τῆς ἑβδομάδος ἡμέραις μετὰ τὴν σύναξιν εἰς τὸν ἅγιον τῆς ἀναστάσεως τόπον εἰσερχόμενοι, κατηχήσεων ἄλλων ἀκούσεσθε θεοῦ θέλοντος· ἐν αἷς πάλιν περὶ ἑκάστου τῶν γεγενημένων διδαχθήσεσθε τὰς αἰτίας, ἐκ παλαιᾶς δὲ καὶ καινῆς διαθήκης λήψεσθε τὰς ἀποδείξεις, πρῶτον μὲν περὶ τῶν πρὸ τοῦ βαπτίσματος εὐθὺς γενομένων, ἔπειτα δὲ πῶς ἐκαθαρίσθητε τῶν ἁμαρτιῶν ὑπὸ τοῦ κυρίου τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, καὶ ὅπως ἱερατικῶς τῆς τοῦ Χριστοῦ προσηγορίας γεγόνατε κοινωνοὶ καὶ ὅπως ἡ σφραγὶς ὑμῖν ἐδόθη τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος, καὶ περὶ τῶν ἐν θυσιαστηρίῳ τῆς καινῆς διαθήκης μυστηρίων, ἃ τὴν ἀρχὴν ἐντεῦθεν εἴληφεν, τίνα μὲν αἱ θεῖαι γραφαὶ παραδεδώκασι, τίς δὲ ἡ τούτων δύναμις, καὶ ὅπως προσιέναι τούτοις καὶ πότε καὶ πῶς ἔχειν χρή, ἐπὶ τέλει δὲ πάντων, ὅπως ὑμᾶς εἰς τὸν ἐπιόντα χρόνον ἔργοις τε καὶ λόγοις ἐπαξίως τῆς χάριτος ἀναστρέφειν δεῖ πρὸς τὸ δυνηθῆναι πάντας ὑμᾶς ἀπολαῦσαι τῆς αἰωνίου ζωῆς. καὶ ταῦτα μέν, εἰ θεὸς θέλει, λεχθήσεται. 18.34 Τὸ λοιπόν, ἀδελφοί, χαίρετε ἐν κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε. ἤγγικε γὰρ ἡ ἀπολύτρωσις ὑμῶν, καὶ τὴν ὑμετέραν ἐκδέχεται σωτηρίαν ὁ τῶν ἀγγέλων ἐπουράνιος στρατός. καὶ φωνὴ μὲν ἤδη βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν τοῦ κυρίου. βοᾷ δὲ ὁ προφήτης· οἱ διψῶντες πορεύεσθε ἐφ' ὕδωρ. καὶ εὐθὺς ἑξῆς· ἀκούσατέ μου καὶ φάγεσθε τὰ ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. καὶ μετ' οὐ πολὺ τῆς ἀγαθῆς ἀναγνώσεως ἀκούσεσθε λεγούσης· φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς. περὶ ἧς Ἱερουσαλὴμ ὁ προφήτης εἴρηκε· καὶ μετὰ