124
ἀναρρήσεως ἔτυχεν, οὐκ ἠγάπα δὲ ταύτης τυχὼν αὐτός, ἀλλὰ μετὰ βραχὺ 470 καὶ τὴν οἰκείαν ὁμευνέτιν τὴν Θεοδώραν ταινιοῖ, εἶτα καὶ τὸν υἱὸν Χριστοφόρον, προαιρέσει μὲν τῷ δοκεῖν τοῦ Κωνσταντίνου, τῇ δ' ἀληθείᾳ βιαζομένου ἀσχάλλοντός τε πρὸς οὓς ἐθάρρει καὶ ἐν συμφορᾷ τιθεμένου τὰ πραττόμενα, μὴ θαρροῦντος δὲ ἀντερεῖν. ἐπιβουλῆς δὲ κατὰ τοῦ Ῥωμανοῦ γενομένης, ἧς ὁ σακελλάριος πρωτουργὸς ἦν Ἀναστάσιος, ὡς τῷ Κωνσταντίνῳ δῆθεν ἀμύνων, ἐγνώσθη τὰ κατ' αὐτήν, καὶ οἱ μὲν συνίστορες, ὡς ἔδοξε τῷ Ῥωμανῷ, ἐκολάσθησαν, ὁ δὲ σακελλάριος ἀπεκάρη. ἣν δὲ πρόφασιν ἔσχεν ὁ Ῥωμανὸς τοῦ ὑποβιβάσαι τὸν Κωνσταντῖνον ἑαυτοῦ, μέχρι τότε πρῶτον εὐφημούμενον ἐν ταῖς ἀναρρήσεσιν. Ὁ Συμεὼν δὲ κατὰ τῆς πόλεως ἐκπέμπει στρατόν· ἵνα δὲ μὴ ἐλθόντες τὰς πρὸ τῆς πόλεως διαφθείρωσιν ἀγλαΐας, ἔπεμψε καὶ ὁ Ῥωμανὸς τοὺς ἀντιταξομένους αὐτοῖς. καὶ τῶν Βουλγάρων ἐπελθόντων αὐτοῖς πίπτουσι μὲν καὶ τῶν ἀρχόντων πολλοί, τῶν δέ γε στρατιωτῶν οἱ μὲν εἰς τὰς τριήρεις σπεύδοντες ἐμβῆναι παραπλεούσας εἰς τὴν θάλασσαν ἐξωλίσθαινον καὶ ὑπὸ κυμάτων ἐφέροντο, οἱ δὲ ὑπὸ τῶν πολεμίων διώλλυντο, οἱ δὲ καὶ ζῶντες συνελαμβάνοντο. οὕτω δὲ διατεθείσης τῆς Ῥωμαϊκῆς στρατιᾶς κατὰ τὰς Πηγάς, τά τε ἐκεῖ ὄντα ἀνάκτορα οἱ Βούλγαροι ἐπυρπόλησαν καὶ τἄλλα ὅσα ἐν τῷ αἰγιαλῷ 471 τοῦ κατ' ἀντικρὺ τῆς πόλεως ἦσαν διακειμένου πορθμοῦ. θανούσης δὲ τῆς τοῦ Ῥωμανοῦ συμβίου τῆς Αὐγούστης Θεοδώρας ἡ τοῦ βασιλέως Χριστοφόρου γυνὴ Σοφία τοῦ τῆς Αὐγούστης ἠξιώθη ὀνόματος. Ὁ τῶν Βουλγάρων δ' ἐξηγούμενος Συμεὼν τῇ Ἀδριανουπόλει προσέβαλε καὶ ταύτην ἐπολιόρκει. ἤνυσε δ' ἂν οὐδέν, εἰ μὴ τοῖς ἔνδον ἐπιλελοίπει τὰ ἐπιτήδεια· βιαζόμενοι γὰρ τῷ λιμῷ καὶ ἑαυτοὺς καὶ τὴν πόλιν τοῖς πολεμίοις παρέδωκαν. τότε μέντοι καὶ ὁ ἐκ Τριπόλεως Λέων μετὰ δυνάμεως ναυτικῆς κατὰ Ῥωμαίων ἐχώρησεν· ἀλλὰ τούτῳ περὶ τὴν νῆσον Λῆμνον τριήρεις ἐπελθοῦσαι Ῥωμαϊκαὶ τοὺς μὲν Ἀγαρηνοὺς σχεδόν τι ξύμπαντας διεφθάρκασι, τὰς δὲ νῆας αὐτῶν ὑποβρυχίους ἐποίησαν, μόλις τοῦ Τριπολίτου φυγεῖν ἐξισχύσαντος. καὶ ὁ Βούλγαρος δὲ Συμεὼν τά τε κατὰ Μακεδονίαν καὶ τἀπὶ Θρᾴκης σὺν βαρεῖ στρατεύματι ἐληίζετο καὶ παρὰ τὴν πόλιν ἐλθὼν ἀγχοῦ τῶν Βλαχερνῶν πεποίητο τὴν παρεμβολὴν καὶ τῷ βασιλεῖ Ῥωμανῷ ἐζήτησεν ἐντυχεῖν. καὶ τὴν ἔντευξιν ὁ βασιλεὺς ᾑρετίσατο καὶ κατὰ τὸν τοῦ Κοσμιδίου αἰγιαλὸν ὁ μὲν βασιλεὺς σὺν 472 τῷ στόλῳ ἀφίκετο, ὁ δέ γε Συμεὼν μετὰ τῆς οἰκείας παρεγένετο στρατιᾶς, καὶ ὡμίλησαν· καὶ ὁ βασιλεὺς μεγαλοπρεπῶς τῷ Συμεὼν ἐδωρήσατο. ἀσύμβατοι δὲ ἀπ' ἀλλήλων διέστησαν, ὃ καὶ δυὰς ἔδοξε δηλῶσαι ἀετῶν. φασὶ γὰρ ἄνωθεν αὐτῶν διαπτῆναι τούτους καὶ ἀλλήλοις συμμίξαι μετὰ κλαγγῆς, εἶτ' εὐθὺς διαστῆναι ἀλλήλων, τοῦ μὲν ἐπὶ τὴν πόλιν ἀποπτάντος, τοῦ δ' ἐπὶ Θρᾴκην κινήσαντος τὸ πτερόν. Ὁ βασιλεὺς δὲ Ῥωμανὸς ἀπληστευσάμενος ἐπὶ τῇ τῆς βασιλείας ἀρχῇ καὶ ὥσπερ ἐπιλελησμένος τῶν ὅρκων, οὓς ὠμωμόκει καθ' ἱερῶν, καὶ μὴ ἀρκούμενος ὅτι ἑαυτὸν καὶ τὸν τῶν υἱέων πρεσβύτερον ἠξίωσε διαδήματος, καὶ τοὺς λοιποὺς δύο τῶν παίδων αὐτοῦ βασιλικῶς τεταινίωκεν, εἶτα καὶ τὸν ἐκ τοῦ Χριστοφόρου γενόμενον αὐτῷ υἱωνόν, καὶ τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀντὶ βασιλείας εἰς πολυαρχίαν μετήνεγκε. τῷ τελευταίῳ δὲ τῶν υἱῶν αὐτοῦ Θεοφυλάκτῳ τὸν θρόνον τὸν ἀρχιερατικὸν τῆς βασιλίδος τῶν πόλεων μνηστευόμενος ἀπέκειρε κληρικόν, διὰ τοῦ πατριάρχου προχειρισθέντα καὶ σύγκελλον. τοῦ πατριάρχου δὲ Νικολάου ἔτη τρισκαίδεκα τὸ δεύτερον τῆς ἐκκλησίας κρατήσαντος καὶ μεταθεμένου τὴν βιοτήν, ὁ μητροπολίτης 473 Ἀμασείας Στέφανος εἰς τὸν θρόνον τῆς Κωνσταντινουπόλεως μετήνεκτο. Ὁ μέντοι τῶν Βουλγάρων ἄρχων ὁ Συμεών, ἀνὴρ ὢν αἱμάτων, ἡσυχίαν ἄγειν οὔποτε ὅλως προῄρητο· ὅθεν κατὰ τοῦ ἔθνους τῶν Χροβάτων ἐστράτευσεν, ἀλλ' ἥττητο ὑπ' ἐκείνων, κἀν ταῖς τῶν ὀρῶν δυσχωρίαις τὸ οἰκεῖον ἀπέβαλε στράτευμα. ἐν τούτῳ δὲ πρόσεισί τις τῷ βασιλεῖ Ῥωμανῷ, λέγων τὴν ἄνωθεν τῆς ἐν τῷ Ξηρολόφῳ ἁψῖδος καθιδρυμένην