ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών, διὰ τὸν ἐκ Σιὼν ἐξελθόντα νόμον καὶ λόγον κυρίου τὸν ἐξ Ἱερουσαλήμ, ὃς ἐντεῦθεν εἰς ἅπασαν τὴν οἰκουμένην ἐξώμβρησεν. Πρὸς ἣν καὶ ὁ προφήτης περὶ ὑμῶν φησιν· ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου. ἡ δὲ ἀποκρίνεται λέγουσα· τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς ἐπ' ἐμέ; νεφέλαι διὰ τὸ πνευματικόν, καὶ περιστεραὶ διὰ τὸ ἀκέραιον. καὶ πάλιν· τίς οἶδε τοιαῦτα; ἢ τίς ἑώρακεν οὕτως; εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ; ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς. χαρᾶς δὲ ἀνεκλαλήτου τὰ πάντα πληρωθήσεται, διὰ τὸν εἰπόντα κύριον· ὅτι ἰδοὺ ἐγὼ ποιῶ Ἱερουσαλὴμ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην. 18.35 Εἴη δὲ καὶ ἐφ' ὑμῖν λεχθῆναι καὶ νῦν· εὐφράνθητε οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, καὶ ἑξῆς, ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. ταῦτα δὲ ἔσται διὰ τὴν τοῦ θεοῦ φιλανθρωπίαν τοῦ πρὸς ὑμᾶς λέγοντος· ἰδοὺ ἀπαλείψω ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου. ὑμεῖς δὲ τοῦ ὀνόματος τῶν πιστῶν καταξιωθέντες (περὶ ὧν γέγραπται· τοῖς δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς) ἐρεῖτε μετ' εὐφροσύνης· εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν ἁμαρτημάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς, καὶ τὰ ἑξῆς. καὶ πάλιν· ὁ δὲ θεός, πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν αὐτοῦ ἀγάπην ἣν ἠγάπησεν ἡμᾶς νεκροὺς ὄντας τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ, καὶ τὰ ἑξῆς. καὶ πάλιν ὁμοίως τὸν τῶν ἀγαθῶν κύριον αἰνέσατε λέγοντες· ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία τοῦ σωτῆρος ἡμῶν θεοῦ ἐπεφάνη, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, ἵνα δικαιωθέντες τῇ αὐτοῦ χάριτι κληρονόμοι γενώμεθα κατ' ἐλπίδα ζωῆς αἰωνίου. Αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς διανοίας, καὶ διαφυλάξειεν ὑμᾶς διὰ παντὸς ἐν ἔργοις τε καὶ λόγοις καὶ νοήμασιν ἀγαθοῖς, ᾧ ἡ δόξα, τιμὴ καὶ κρά τος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σὺν τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς σύμπαντας ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. ἀμήν.