125
στήλην καὶ πρὸς τὰ ἑσπέρια ἀποβλέπουσαν εἰς τὸν Συμεὼν ἐστοιχειῶσθαι τὸν Βούλγαρον, καὶ εἰ τὴν ταύτης ἀποτέμῃ τις κεφαλήν, ἕψεται τῇ ἐκτομῇ τοῦ Συμεὼν ἡ φθορά. ὁ μὲν οὖν εἶπε ταῦτα, καὶ ἡ κεφαλὴ τῆς στήλης οὐκ εἰς μακρὰν ἐξετέτμητο, καὶ τῷ Συμεὼν αὐθωρὸν ἐπέλιπε τὸ βιώσιμον, ληφθέντι καρδιωγμῷ, ὡς μετὰ ταῦτα ἐγνώσθη τῷ βασιλεῖ ἀκριβωσαμένῳ τῆς ἐκείνου τελευτῆς τὸν καιρόν. ὡς δ' ἐξ ἀνθρώπων ὁ Συμεὼν ἀπελήλυθεν, ἡ τῶν Βουλγάρων ἀρχὴ πρὸς Πέτρον τὸν ἐκ τῆς δευτέρας αὐτοῦ γυναικὸς αὐτῷ τεχθέντα περιελήλυθεν. ὅς, ἐπεὶ καὶ λιμῷ τὸ τῶν Βουλγάρων ἔθνος ἦν πιεζόμενον καὶ τὰ πέριξ 474 ἔθνη μὴ κατ' αὐτοῦ ὁρμήσαιεν ἐδεδίει καὶ πρὸ τῶν ἄλλων Ῥωμαίους, στέλλει πρὸς τὸν βασιλέα, σπονδὰς ποιησόμενος, εἰ δ' αἱροῖτο, καὶ κῆδος εἰς ἑαυτόν. ὡς δὲ τῷ βασιλεῖ καὶ ἄμφω καταθύμια ἔδοξε τὰ αἰτούμενα, καὶ αὐτὸς ὁ Πέτρος ἀφίκετο, καὶ γεγόνασι μὲν συνθῆκαι περὶ σπονδῶν, συνήφθη δὲ αὐτῷ πρὸς συμβίωσιν γαμικὴν καὶ ἡ τοῦ βασιλέως ἐγγόνη, ἣ ἐκ τοῦ πρεσβυτέρου τῶν υἱῶν αὐτοῦ τοῦ Χριστοφόρου γεγέννητο. Ὁ δὲ βασιλεὺς Ῥωμανὸς οὐκ ἀρκοῦν ἡγούμενος ὅτι ἑαυτοῦ τὸν βασιλέα Κωνσταντῖνον ὑπεβίβασε, λαβὴν ἐζήτει καὶ τὸν Χριστοφόρον προθεῖναι αὐτοῦ· καὶ παρεσκεύασε τὴν τῶν Βουλγάρων πληθὺν ἐν τῷ τοῦ γάμου καιρῷ στασιάσαι, ζητοῦσαν τὸν Χριστοφόρον πρὸ τοῦ Κωνσταντίνου ἀναγορεύεσθαι, καὶ διὰ τὴν στάσιν δῆθεν οἰκονομῶν τι παρεχώρησε τὸ αἰτούμενον γίνεσθαι. εἶτα μήτε τὸ θεῖον δείσας, ὃ τὰς ὁμολογίας αὐτῷ ἐμπεπέδωκε, μήτ' αἰδεσθεὶς τὸ ὑπήκοον, καὶ ἄμφω τοὺς ἄλλους υἱεῖς αὐτοῦ τοῦ Κωνσταντίνου προτέρους εὐφημεῖσθαι πεποίηκε, καὶ ὁ πρῶτος πέμπτος ἐγένετο, καὶ εἰ μὴ ὁ μικρὸς Ῥωμανὸς ὁ τοῦ Χριστοφόρου υἱὸς ἔφθη θανών, κἀκεῖνος ἂν 475 αὐτοῦ προτετίμητο. ἦν οὖν ὁ αὐθιγενὴς βασιλεὺς καὶ ᾧ κατὰ κλῆρον ἡ βασιλεία διέφερεν ὥσπερ παρέγγραπτος. ἀλλ' ἐπὶ τούτοις ἡ δίκη οὐκ ἐπενύσταξεν· ἀναβεβλήσθω δ' ἡ περὶ τούτων διήγησις. Ὁ Ἀμασείας δὲ Στέφανος ἔτη τρία διαγαγὼν ἐν τῷ θρόνῳ τῆς ὑπερκειμένης τῶν πόλεων ἐτελεύτησε, καὶ ἐχειροτονήθη Τρύφων τις μοναχὸς ἐπὶ συνθήκαις τοῦ μετὰ χρόνον ὡρισμένον ἑκὼν ἐκστῆναι τοῦ θρόνου τῷ τοῦ βασιλέως υἱῷ τῷ Θεοφυλάκτῳ· ἦν γὰρ ἔτι μειράκιον. γέγονε δ' ἐν τοῖς χρόνοις τούτοις χειμών τε ἀφόρητος λιμός τε σφοδρότατος καὶ ἐμπρησμὸς φρικωδέστατος. ὅτε καὶ ὁ βασιλεὺς Χριστοφόρος τὴν ζωὴν ἐξεμέτρησεν. ἤδη δὲ τοῦ ὡρισμένου καιροῦ παραρρυέντος ὁ πατριάρχης Τρύφων οὐ μεθίετο τοῦ θρόνου τοῦ ἀρχιερατικοῦ κατὰ τὰ συγκείμενα, ἀλλ' ὅλαις χερσὶ τῆς ἀρχιερωσύνης ἀντείχετο. καὶ ὁ βασιλεὺς ἠνιᾶτο διὰ τὴν ἀπάτην, ὡς ἐμπαιχθείς. ὁ γοῦν Καισαρείας χαρίσασθαι τῷ βασιλεῖ προθυμούμενος δόλῳ μέτεισι τὴν τοῦ πατριάρχου ἀφέλειαν καὶ φίλου προσωπεῖον ἑαυτῷ περιθέμενος τῷ πατριάρχῃ φησίν "ἡ μὲν κατὰ σοῦ τοῦ κρατοῦντος ἐπίθεσις σφοδρά, ἀλλ' ἐπιλείπουσιν αὐτῷ αἰτιάματα 476 ὑπὸ καθαίρεσίν σε τιθέμενα, καὶ λοιπὸν εἰς τὸ μηδὲ ὅλως εἰδέναι σε γράμματα οἱ κατὰ σοῦ περιίστανται. ἀλλὰ σπεῦσον καὶ τούτου τοὺς μελετῶντας κατὰ σοῦ ἀποκρούσασθαι. διαλύσεις δὲ τούτοις τὸ σπούδασμα, εἰ ἐνώπιον πολλῶν χάρτην λαβὼν τὸ ὄνομα ἐγχαράξεις τὸ σὸν καὶ τὸ τῆς ἀρχιερωσύνης ἀξίωμα. καὶ τούτου ἀποκομισθέντος τῷ βασιλεῖ οὐκέτι κατὰ σοῦ αἰτίαμα περιλέλειπται." ὁ μὲν οὖν συνεβούλευσε ταῦτα· ὁ δὲ ἐπείθετο καὶ πολλῶν παρόντων ἀγράφῳ χάρτῃ ταῦτ' ἐγεγράφει· "Τρύφων ἐλέῳ θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης." καὶ λαβὼν τὸν χάρτην ὁ Καισαρείας ἀπῄει ἐμφανίσων τοῦτον τῷ βασιλεῖ. ἔγγραφον οὖν ἐν αὐτῷ παραιτήσεως ὡς ἐκ τοῦ πατριάρχου ἄνωθι τῆς ὑπογραφῆς ἐξυφαίνεται, καὶ ὡς παραιτησάμενος τῆς ἐκκλησίας ἐκβάλλεται, καὶ ὁ τοῦ βασιλέως υἱὸς πατριάρχης κεχειροτόνηται. Στόλος δὲ Ῥωσικὸς ἐπῆλθε κατὰ τῆς πόλεως, καὶ ὁ στόλος οὐ χιλιόναυς, ὡς λέγεται, ἀλλ' εἰς πεντεκαίδεκα χιλιάδας τὰ τούτου πλοῖα ἠρίθμηντο. τούτοις περὶ τὸν Φάρον προσορμισθεῖσιν ἀντίπρῳρος ἔστη στόλος Ῥωμαϊκὸς καὶ ἀθρόον αὐτοῖς προσβαλὼν ἐτρέψατο τοὺς βαρβάρους καὶ πολλὰ τῶν πλοίων 477 τῷ