οἶδεν Ὅμηρος τροφὰς ἐφ' ἑκάστης ἡμέρας τέσσαρας, ἐν τοῖς ἑξῆς που ῥηθήσεται. ὁ δὲ Ἀθήναιος λέγει καὶ ὡς ἄριστον μέν ἐστι τὸ ὑπὸ τὴν ἕω λαμβανόμενον, δεῖπνον δὲ τὸ μεσημβρινὸν, ὃ ἡμεῖς ἄριστον φαμέν· δόρπον δὲ τὸ ἑσπερινόν. ἐπὶ δὲ τούτοις ἐπικρίνει συνωνυμεῖν τὸ ἄριστον τῷ δείπνῳ ἐξ Ὁμηρικῆς χρήσεως ὡρμημένος. (ῃερς. 4.) Ὅτι τὸν Τηλέμαχον ἐλθόντα περίσαινον κύνες ὑλακόμωροι, οὐδ' ὕλαον προσιόντα. ἐνόησε δὲ ὁ ἐμφρόντις Ὀδυσσεὺς σαίνοντάς τε κύνας, περὶ δὲ κτύπος ἦλθε ποδοῖϊν, ἤγουν περιῆλθεν αὐτὸν ὁ κτύπος τῶν ποδῶν τοῦ υἱοῦ. οὕτω καὶ ὁ γέρων Νέστωρ ἐν Ἰλιάδι νοεῖ πρὸ τῶν ἄλλων τὸ ἐλπιζόμενον, ὅτε φησὶν ἐκεῖνος, ἵππων μ' ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει. καὶ εἰκότως ταῦτα. ἐκεῖ τε γὰρ ὁ Νέστωρ ἐφ' οἷς ἐλπίζει ἐγρήγορε. καὶ νῦν δὲ ὁμοίως ὁ Ὀδυσσεὺς προσδοκῶν τὸν υἱόν. (ῃερς. 8.) διὸ καὶ λέγει πρὸς Εὔμαιον· ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδ' ἑταῖρος, ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ' ὑλάουσιν ἀλλὰ περισαίνουσι. ποδῶν δ' ὑπὸ δοῦπον ἀκούω, ὃν κτύπον ἀνωτέρω ἔφη ὡς ταυτὸν ὂν οὕτως ἢ οὕτως εἰπεῖν. οὐκ ἔχει δὲ καιριωτέραν ἐπὶ κυνῶν λέξιν εἰπεῖν τοῦ σαίνειν καὶ τοῦ ὑλάειν, ἐξ οὗ παράγωγον τὸ ὑλάσσειν καὶ τὸ ὑλακτεῖν. ὧν ἀγριώτατον μὲν ἡ ὑλακὴ, ἐξ οὗ κύνες ὑλακόμωροι, ὡς προδεδήλωται· πραῢ δὲ τὸ σαίνειν, παραχθὲν ἐκ τοῦ τὸ οὐραῖον τηνικαῦτα σείεσθαι. ἀπὸ γὰρ τοῦ σέω, σῶ, ἐξ οὗ τὸ σείω, ἐξ αὐτοῦ καὶ τὸ σαίνω, κυριολεκτούμενον μὲν ἐπὶ κυνῶν, ἤδη δὲ καὶ ἐπὶ ἑτέρων ζῴων, μεταφερόμενον δὲ τροπικῶς καὶ εἰς τοὺς ὑπούλους καὶ κολακικοὺς, ἔτι δὲ καὶ εἰς τοὺς λαιθάργως δάκνοντας. Ἰστέον δὲ ὅτι ἐκ τοῦ, ὡς ἐῤῥέθη, σέω, οὗ παράγωγα τὸ σείω καὶ τὸ σαίνω, προῆλθε καὶ τὸ σήθω, ἀφ' οὗ καὶ σητάνειος ἄρτος, καὶ τηλία, ἧς χρῆσις καὶ παρὰ τῷ κωμικῷ. ἐκεῖθεν δὲ καὶ τὸ σόω, οὗ σύνθετον παράγωγον ὁ λαοσσόος Ἄρης, ὅ περ εἰκὸς γενόμενον σούω προσλήψει τοῦ ˉυ σχεῖν ῥῆμα ἐκ κινήσεως Λακωνικὸν τὸ ἀπέσσουα, ἤγουν ἀφώρμησεν, ἀπῆλθεν, ἀπέθανεν. καὶ τὸ σούσθω δὲ παρὰ Σοφοκλεῖ ἐκ τοῦ σόω, θέματος ὥρμηται. σοέσθω γὰρ ἐκεῖθεν καὶ κράσει σούσθω. ἔτι ἐκ τοῦ σέω σῶ ἐκείνου τοῦ πρώτου καὶ τὸ σύω τὸ ὁρμῶ. τοῦ δὲ σαίνειν σύνθετον τὸ σαίνουρον, πρὸς ἀναλογίαν τοῦ λόφουρον, ἴσως δὲ καὶ ὁ σάννας ἢ σάννος ἐξ αὐτοῦ παρῆκται, ὃς ὅτι τὸν εὐήθη σημαίνει, ἀλλαχοῦ ἐγράφη. καὶ τοῦτο μὲν τοιοῦτον. ∆ῆλον δὲ ὅτι διὰ τὸ, ὡς ἐῤῥέθη, καίριον ἐπέμεινε καὶ τῇ τοῦ σαίνειν λέξει καὶ τῇ τοῦ ὑλάειν. (ῃερς. 4.) Ὅρα δὲ ὡς τὸ μὲν ὑλακόμωροι ἐκτείνει τὴν ἄρχουσαν, τὸ δὲ ὕλαον καὶ τὸ οὐχ' ὑλάουσι συστέλλει αὐτήν. (ῃερς. 10.) Ἰστέον δὲ ὅτι τὸ, ἀλλὰ περισαίνουσιν, ἀναγκαίως πρόσκειται. οὐ γὰρ ἁπλῶς φίλου ἥκοντος σύμβολον τὸ μὴ ὑλάειν τοὺς κύνας, εἰ μὴ καὶ περισαίνουσι. (ῃερς. 6.) Τὸ δὲ περὶ δὲ κτύπος ἦλθε ποδοῖϊν ἐσχημάτισται. τὸ γὰρ ὀρθὸν καὶ σαφὲς καὶ κοινὸν ἦν τὸ, σαίνοντάς τε κύνας κτύπον τε ποδῶν. ὁ δὲ, ὑποστίξας εἰς τὸ κύνας, ἐπήγαγεν ὡς ἀπὸ ἄλλης ἀρχῆς ἰδικὴν ἔννοιαν τὸ, περὶ δὲ κτύπος ἦλθε ποδῶν. ἔστι δὲ τὸ περιῆλθε ταυτὸν τῷ ἠκούσθη, περὶ αὐτὸν ἦλθε. παρὰ δὲ τοῖς ὕστερον περιελθεῖν λέγεται καὶ τὸ ὑπούλως μετελθεῖν, καὶ τὸ κατεργάσασθαι δὲ, οἷον, περιῆλθε τὸν δεῖνα τὸ φάρμακον. δῆλον δὲ καὶ ὅτι ταυτὸν τὸ, περὶ δὲ κτύπος 2.112 ἦλθε ποδοῖϊν, καὶ, ποδῶν δ' ὑπὸ δοῦπον ἄκουσεν. (ῃερς. 8.) Ἐν δὲ τῷ, ἑταῖρος ἢ καὶ γνώριμος ἄλλος, διορίζει τοῦ ἑταίρου τὸν γνώριμον. καὶ ἴσως μὲν τιμιώτερον ὁ ἑταῖρος τοῦ ἁπλῶς γνωρίμου. ἴσως δὲ καθολικώτερόν τι ὁ γνώριμος, περιέχων τόν τε ἑταῖρον καὶ τοὺς ἄλλους ὁπωσοῦν συνήθεις. ἅπαξ δέ, φασιν, ὧδε ἡ τοῦ γνωρίμου κεῖται λέξις. Τὸ δὲ ἄλλος, ἑτεροιότητα δηλοῖ γνωρίμου καὶ ἑταίρου, καὶ οὐκ ἔστι κατὰ τὸ κοινὸν σύνηθες, οἷον τὸ, οὐχ' οὗτος ἐστὶν ἀλλὰ ἄλλος, καθ' ὃ σημαινόμενον μετ' ὀλίγα κεῖται τὸ, (ῃερς. 34.) ἠέ τις ἀνδρῶν ἄλλος ἔγημεν, ὃς δὴ ἄλλος ἀντιδιαστέλλεται πρὸς τὸν Ὀδυσσέα. Σημείωσαι δ' ἐν τοῖς περὶ τοῦ ὑλάειν ῥηθεῖσι καὶ ὅτι τὸ αὐτὸ καὶ ῥάζειν καὶ ῥοίζειν λέγεται. φέρεται γὰρ ἐν ῥητορικῷ λεξικῷ, ὅτι ῥάζειν καὶ ῥοίζειν κυρίως μὲν τὸ ὑλακτεῖν· μετήνεκται δὲ καὶ ἐπὶ τοὺς πικραινομένους καὶ σκαιολογοῦντας. (ῃερς. 11.) Ὅτι