ὑπὲρ ψυχῆς ἀγῶνα κλαίων, ἕως ὁ τῶν ἐνυπνίων καιρὸς ἐπῆλθε τοῦ πληρῶσαι αὐτά. Τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυ τόν. Ὅμοιον τό· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν; Οὐ γὰρ ἔλυσε τοὺς ὀνείρους τῷ Φαραὼ, μὴ τοῦ Θεοῦ παρασχόντος τὸ δύνασθαι συνιέναι αὐτούς. Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ. Υἱοὶ Νῶε, Σὴμ, Χὰμ, Ἰάφετ· τοῦ δὲ Χὰμ παῖς Χαναάν. Τούτου δὲ Μεστραῒμ ἑρμη νεύεται Αἴγυπτος, ἀφ' οὗ καὶ ἡ χώρα. Ὅτε τοίνυν εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον εἰκὸς ἦν τὸν Χὰμ πάππον ὄντα τοῦ Μεστραῒμ ἐν Αἰγύπτῳ κατῳκηκέ ναι, τοῦ Χαναὰν ἐπὶ τῆς Παλαιστίνης οἰκοῦντος. ∆ιὰ 27.445 δὲ τοῦ Ἰσραὴλ καὶ Ἰακὼβ, ὃς εἰσῆλθεν εἰς Αἴγυπτον, καὶ οἱ τούτου παῖδες δηλοῦνται. Ἐν ἑβδομήκοντα γὰρ ψυχαῖς κατέβη Ἰσραὴλ εἰς Αἴγυπτον, εἶπεν ἡ Γραφή. Καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ. Χὰμ ἐγέννησε τὸν Χαναὰν, Χαναὰν δὲ τὸν Μεστραῒμ, ὃς ἑρμηνεύεται Αἴγυπτος. ∆ιὸ καὶ Χὰμ γῆν τὴν Αἴγυ πτον καλεῖ, ὡς τοῦ ἀπογόνου οὖσαν τοῦ Χάμ. Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα. Ὥστε τὸν Φαραὼ λέγειν, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ· Ἰδοὺ νῦνπολυπληθεῖ τὸ ἔθνος, καὶ ἰσχύει ὑπὲρ ἡμᾶς. Οὐκ ἂν δὲ αὐξηθέντες ἐκραταιώθησαν, εἰ μὴ τῆς Ἰωσὴφ ἔτυχον προστασίας καὶ τῆς τοῦ Φαραὼ δεξιώσεως. Καὶ μετέστρεψε τὴν καρδίαν αὐτοῦ, τοῦ μισῆ σαι τὸν λαὸν αὐτοῦ. Ἐπειδὴ ἐκ τοῦ τιμᾶσθαι παρὰ τῶν Αἰγυπτίων αὐτοὺς εἰς τὴν ὁμοίαν αὐτοῖς εἰδωλολατρείαν ἐξέβησαν, τούτου χάριν παρεσκεύασε μι σῆσαι αὐτοὺς καὶ τὰ βαρέα τῶν ἔργων ἐπιθεῖναι, ἵνα κακωθέντες καταφύγωσι πρὸς τὸν Θεὸν, καὶ εὕ ροι χώραν πληρωθῆναι ἡ ἐπαγγελία ἡ πρὸς Ἀβραάμ. Ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, κ.τ.λ. Μόνοις γὰρ τοῖς περὶ τὸν Μωϋσῆν καὶ Ἀαρὼν ἀπεκάλυψε τῷ λόγῳ τὸ, εἰς αἷμα, καὶ τὰ ἕτερα τῶν ση μείων. Ἐξαπέστειλε σκότος καὶ ἐσκότασεν. Ἐπειδὴ ἀφέντες τὸν δημιουργὸν Αἰγύπτιοι τῇ κτίσει ἐλά τρευον, τούτου χάριν δι' αὐτῆς αὐτοὺς τῆς κτίσεως ἐκόλαζεν, ἐξ ἀέρος λέγω δὴ, καὶ πυρὸς, καὶ γῆς, καὶ ὕδατος. Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα. Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνον, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γεύσεως τὴν ποιότητα· ὥστε ἅπαντα διαφθαρῆναι τῶν ἰχθύων τὰ γένη. Ἀλληλούϊα. ΡΕʹ Ὑπόθεσις. Ἐν τούτῳ τῷ ψαλμῷ τὰς ἁμαρτίας καταλέγει τοῦ προτέρου λαοῦ, διδάσκων, ὡς καὶ διαγέγονεν ἡ ἀποβολὴ αὐτῶν. Εἰσὶ δὲ αὗται· πρῶτον μὲν παρ επίκραναν αὐτὸν διαβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσ σῃ, εἰπόντες· Παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἐξήγαγεν ἡμᾶς ὧδε ἀπολέσαι· δεύτε ρον ἐπείρασαν τὸν Θεὸν ἐν τῇ ἐρήμῳ· τρίτον παρ ώργισαν Μωϋσῆν ἐν τῇ παρεμβολῇ· τέταρτον ἐποίησαν μόσχον ἐν Χωρήβ· πέμπτον ἐξουδένω σαν γῆν ἐπιθυμητήν· ἕκτον ἐτελέσθησαν τῷ Βεελ φεγώρ· ἕβδομον παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας· ὄγδοον τῷ μὴ ἐξολοθρεῦσαι τὰ ἔθνη, ἃ εἶπε Κύριος αὐτοῖς, ἀλλὰ καὶ προσκυνῆσαι τοῖς εἰδώλοις, ὡς καὶ τὰ τέκνα αὐτῶν εἰς θυσίαν αὐ τοῖς εἰσαγαγεῖν. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός ... Μακάριοι οἱ φυλάσσοντες κρίσιν, κ.τ.λ. Οὗτοι γὰρ ἄξιοι μόνοι τὰς δυναστείας λαλεῖν τοῦ Κυρίου, οἱ τὰ ἐν ταῖς Γραφαῖς ὑπὸ Θεοῦ κεκριμένα ποιοῦντες, πάντα τε κρίσει καὶ λόγῳ διαπραττόμενοι, καὶ διὰ παντὸς ἔχοντες τοῦ Θεοῦ τὴν κρίσιν πρὸ τῶν ὀφθαλμῶν. 27.448 Οὗτοι γὰρ ἀκολούθως καὶ ποιηταὶ δικαιοσύνης εἰσὶν, ἐπιτελοῦντες ἔργῳ τὸ δίκαιον. Μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου. Ἐντεῦθεν τὸ τῶν Ἰουδαίων πρόσωπον εἰσάγεται, εὐχομένων μεταλαβεῖν τῆς τοῖς ἔθνεσι διδομένης σωτηρίας. Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς. ∆η λαδὴ τῶν θλιβόντων· ὁ γὰρ συνεξελθὼν ἐπίμικτος οὐ τῶν θλιβόντων ἦν, ἀλλὰ τῶν πιστευσάντων. Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. ∆ι' ἀγαθότητα γὰρ τοῦ Θεοῦ προσ τεθέντων καὶ τῶν ἐν τῇ θαλάσσῃ κυμάτων, παρα χρῆμα μὲν πιστεύσαντες, ᾖσαν αὐτῷ τὴν ᾠδὴν τὴν ἐν Ἐξόδῳ κειμένην· εἶτα πάντα
131