ἐπιμέμφεται ἐν Ἰλιάδι, οὕτω καὶ ἐνταῦθα τὸ, κασιγνήτοις ἐπιμέμφεαι, ἤγουν χρῄζεις ἀδελφῶν, ὡς μὴ ὄντων σοι δηλαδὴ, ἵνα λέγῃ ὅτι ἢ οὐκ εἰσί σοι ἀδελφοί. καὶ ἄλλως δὲ, δύναται καὶ ἐπὶ ἀδελφῶν ὄντων ἐρωτηθῆναι τὸ, ἢ κασιγνήτοις ἐπιμέμφεαι, ἵνα λέγῃ ὅτι ἢ ἀδελφοὺς ἔχων ἐπιμέμφῃ αὐτοῖς ὡς μὴ ἐπικουροῦσί σοι, ὃ καὶ αὐτὸ ἀπαγορεύει σὺν τοῖς ἄλλοις ὁ Τηλέμαχος, εἰπὼν ὅτι οὐδὲ κασιγνήτοις ἐπιμέμφομαι, ὡς ἀστόργοις δηλαδὴ, καὶ ἔστι τοῦτο κρεῖττον τοῦ πρώτου, ὡς δηλώσει εὐθὺς τὰ ἐφεξῆς. (ῃερς. 99. σθθ.) Ὅτι σχηματίζων Ὀδυσσεὺς ἐν ἐπηκόῳ Τηλεμάχου καὶ Εὐμαίου τὸν λόγον φησίν· αἲ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδ' ἐνὶ θυμῷ, ἤγουν νεάζοιμι κατὰ σὲ ἔχων ὃν ἔχω θυμὸν, ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός. καὶ ἰδοὺ αὐτός ἐστιν ὁ λαλῶν Ὀδυσσεὺς, λανθάνων καὶ τὸν υἱὸν καὶ τὸν Εὔμαιον. καὶ λαλῶν μὲν τἀληθὲς μὴ, νοούμενος δέ. τέρπει δὲ ὅμως οὕτως ὁ ποιητὴς τὸν ἀκροατὴν τῷ σχηματισμῷ. εἶτα ἐπάγει κατὰ θυμὸν ἐνδιάθετον· αὐτίκ' ἔπειτα ἀπ' ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς ἤγουν πολέμιος, εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην ἐλθὼν ἐς μέγαρον Ὀδυσῆος. ἐπεὶ δὲ ἀνεξέλεγκτον τὸ τοῦ ξένου αὔχημα καὶ ὑποδύσκολον, ἐπιφέρει ἀντιπαραστατικῶς τὸ, εἰ δ' αὖ με πληθύϊ δαμασαίατο μοῦνον ἐόντα, βουλοίμην κ' ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι τεθνάμεν, ἢ τάδε γ' αἰὲν ἀεικέα ἔργ' ὁράασθαι. ἃ καὶ διασκευάζων φησί· ξείνους τε στυφελιζομένους, δμωάς τε γυναῖκας ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλὰ, καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας μὰψ αὕτως ἀτέλεστον ἀνηνύστῳ ἐπὶ ἔργῳ, ὃ ταυτόν ἐστι τῷ ἀτέλεστον. ἐρεθισμοὶ δὲ ταῦτα τοῦ Τηλεμάχου ὡς ἂν ἐπὶ 2.116 πλέον θυμωθείη κατὰ τῶν μνηστήρων. Ἐνταῦθα δὲ δοκεῖ ὁ ξένος ἐνστατικῶς μὲν εἰπεῖν, ὡς ἐγὼ νέος ὢν κατὰ σὲ τὸν Τηλέμαχον πᾶσιν ἂν τοῖς μνηστῆρσιν ἐγενόμην κακόν· κατὰ δὲ ἀντιπαράστασιν, ὅτι κἂν εἰ μὴ ἐγενόμην αὐτοῖς κακὸν ἀλλ' ἔπεσον φονευθεὶς, οὐκ ἂν ἦν μοι οὐδὲ τοῦτο ἀβούλητον. καὶ οὕτως ἀντιπίπτει τῷ Τηλεμάχῳ εἰπόντι μὴ δύνασθαι αὐτὸν ἕνα ὄντα πρῆξαί τι παρὰ πολλοῖς. Ὅρα δὲ ὡς ἐν εὐχῆς τύπῳ εἰπὼν εἴθε εἴην Ὀδυσσεὺς ὡς ἂν ποιήσαιμι τὰ καὶ τὰ, λαλεῖ ἐν σχήματι ἀλλοτρίῳ ἐμφαντικῶς, ἅ περ ἐν τοῖς ἑξῆς ποιήσει αὐτός. ὑπανοίγει δὲ τὴν ἔμφασιν οὐ μόνον τὸ, ἠὲ καὶ αὐτὸς, ὁ Ὀδυσσεὺς δηλαδὴ, ὡς εἴρηται, ἀλλὰ καὶ τὸ, ἐν ἐμοῖς μεγάροις τεθνάμεν. καὶ ὅμως ἠχρείωσαν τὸ σχῆμα τοῦτο τινὲς, παρεμβαλόντες μετὰ τὸ, ἠὲ καὶ αὐτὸς, τὸ, ἔλθοι ἀλητεύων, ἔτι γὰρ καὶ ἐλπίδος αἶσα. τοῦ γὰρ τοιούτου στίχου παρεντεθέντος, ἐγκόπτεται ὁ εἱρμὸς τῆς εὐφυοῦς ἐμφάσεως. διὸ καλῶς οἱ παλαιοὶ ἐπιστήσαντες ἐνόθευσαν τὸν στίχον ὀβελίσαντες, εἰ μὴ ἄρα τις εἴπῃ, ὡς ἐπίτηδες ὁ ῥηθεὶς στίχος ὑπὸ Ὀδυσσέως παρενεβλήθη, δι' αὐτὸ μάλιστα τοῦτο ἵνα ἡ ἔμφασις ἐπισκιασθῇ, καὶ μὴ ὑποπτευθῇ διὰ τὸ εὐσύντακτον τοῦ σχηματισμοῦ, ὅτι Ὀδυσσεύς ἐστιν ὁ λαλῶν. διὸ καὶ τὸ, νέος εἴην, πρὸς ἐπίκρυψιν ἑαυτοῦ ὁ Ὀδυσσεὺς ἔφη, ὡς μὴ τοιοῦτος φαινόμενος, καὶ τὸ, τῷδ' ἐνὶ θυμῷ, ὡς προθυμίαν μὲν ἔχων, ἰσχὺν δὲ δῆθεν μὴ ἔχων. (ῃερς. 102.) Τὸ δὲ ἀλλότριος φὼς, κακοῦ δηλοῖ ἐπίτασιν. πολέμιος γὰρ ἀνὴρ ἀνελών τινα οὐκ ἀρκεῖται οὕτω ποιήσας, ἀλλὰ καὶ προσαικίζεται τὸν πεσόντα, καὶ ἕτερα δὲ δεινὰ ἐπ' αὐτῷ ποιεῖ. (ῃερς. 105.) Τὸ δὲ εἴ με πληθύϊ δαμάσαιντο, ἐντρέπων τὸν Τηλέμαχον εἶπεν, ὃς εὐλαβεῖται τοὺς μνηστῆρας ὡς πλέονας. (ῃερς. 108.) Ἐν δὲ τῷ, ξείνους στυφελιζομένους καὶ ἑξῆς, ὅρα ὡς δυνάμενος παθητικῶς εἰπεῖν πάντα, οἷον, ξείνους στυφελιζομένους, δουλίδας ῥυσταζομένας, οἶνον διαφυσσόμενον, σῖτον δαπανώμενον, ὁ δὲ ἓν παρ' ἓν ἔθετο, πάθος δηλαδὴ καὶ ἐνέργειαν σχηματίσας οὕτως ποικιλώτερον, καὶ τοὺς ξένους μὲν καὶ τὸν οἶνον ἐκθέμενος πάσχοντας ὑπὸ μνηστήρων, τοὺς μὲν, τὸ στυφελίζεσθαι ἤγουν ἐστυμμένως ἑλίσσεσθαι, τὸν δὲ τὸ ἀντλεῖσθαι, ἐπὶ δὲ τῶν δουλίδων καὶ τοῦ σίτου μνησθεὶς τῶν μνηστήρων ἐνεργούντων βίαν μὲν εἰς τὰς δμωὰς, δαπάνην δὲ εἰς τὸν σῖτον. ἐν οἷς θαυμασία καὶ ἡ εὐταξία τοῦ σχήματος· εἰπὼν γὰρ ξένους προπηλακιζομένους τοὺς πάσχοντας δηλαδὴ τὴν ὕβριν, εἶτα τοὺς ἑλκυσμὸν