133
τοῦ θεοῦ λόγου Σοφίας ἀνέθετο. καὶ τὴν Κύπρον δὲ παρὰ Ἀγαρηνῶν κατεχομένην δι' αὐτοῦ ἡ Ῥωμαίων ἀρχὴ προσεκτήσατο. εἶτα τῇ Συρίᾳ ἐπῆλθε καὶ πόλεις ἐκπορθήσας καὶ χώρας ἑλὼν πρὸς τῷ Λιβάνῳ καὶ τῇ παραλίᾳ κειμένας ἦλθεν εἰς Ἀντιόχειαν. τῶν δ' Ἀντιοχέων ἀντικαθισταμένων ἐρρωμενέστερον, ἤδη δὲ καὶ τῶν ἐπιτηδείων ἐπιλιπόντων τοῖς στρατιώταις καὶ τέλματος ἐξ ὑετοῦ γεγονότος πολλοῦ, ἀπέστη τῆς πολιορκίας καὶ πρὸς τὴν τῶν πόλεων ὑπερκειμένην ἐπανελήλυθεν, ἐπηγμένος καὶ τὸ τοῦ σωτῆρος Χριστοῦ ἱερὸν καὶ θεῖον ἐκτύπωμα, ὃ ἐν κεράμῳ εὗρε κατὰ τὴν Ἱεράπολιν τὴν 504 τῶν Σύρων, καὶ βόστρυχον τοῦ βαπτιστοῦ Ἰωάννου αἵματι πεφυρμένον. Ἐν μὲν οὖν στρατηγίαις τοιοῦτος οὗτος ἐγεγόνει ὁ αὐτοκράτωρ καὶ ἐπὶ μακρὸν ηὐξήκει Ῥωμαίοις τὰ ὅρια καὶ τῆς αὐτῶν ἡγεμονίας ἐξέτεινε τὰ σχοινίσματα· ἀλλὰ δι' αἰτίας τινὰς πᾶσιν ἦν στυγητός. αἱ δ' αἰτίαι ὅτι τῶν σὺν αὐτῷ τῇ ἀποστασίᾳ ἐπιχειρησάντων στρατιωτῶν κακῶς διατιθεμένων τοὺς οἷς ἂν ἐντύχοιεν τῶν κακουμένων οὐκ ἐπεστρέφετο καὶ οἰκιῶν πολλῶν περιφανῶν τε ἀνδρῶν καὶ δημοτικῶν διαρπαγεισῶν, ὡς οὐδενὸς κακοῦ γεγονότος διέκειτο, μᾶλλον μὲν οὖν καὶ ἐνετρύφα ταῖς εἰς τοὺς ἀστοὺς παροινίαις, καὶ ταῦτα συναραμένους αὐτῷ πρὸς τὸ τῆς βασιλείας τυχεῖν, καὶ ὅτι προφάσει τῶν συνεχῶν πολέμων καιναῖς εἰσφοραῖς καὶ τῶν ἀρχαίων αὐξήσεσι καὶ εἰδῶν εἰσπράξει παντοδαπῶν ἐξέτρυχε τὸ ὑπήκοον, καὶ οὐδὲν ἄμεινον πολεμίων τὸ στρατιωτικὸν διετίθετο τοῖς πρὸς οὓς ἂν τῶν ὑπηκόων ἐπεχωρίασεν. ἐπὶ τούτοις διὰ τὰς πυκνὰς ἐκστρατείας ἔνδειαν ἔχειν χρημάτων προφασιζόμενος, τὰς μὲν διανεμομένας τῇ γερουσίᾳ βασιλικὰς δωρεὰς κατὰ μέρος ἠλάττωσε, τὰς δ' ἀπονενεμημένας ἀνέκαθεν τεμένεσιν ἱεροῖς 505 καὶ εὐαγέσιν οἴκοις ἐπετείους δόσεις ἐσχόλασε τέλεον. εἶτα καὶ ψήφισμα βασίλειον ἔθετο ἐν ἀκινήτοις τὰς ἐκκλησίας μὴ ἐμπλατύνεσθαι, καὶ ἡ πρόφασις, ὅτι κατ' ἐκεῖνον ὑπὸ τῶν ἀρχιερέων οὐκ εἰς δέον τὰ τῶν ἐκκλησιῶν ἀναλίσκονται. εἶτα τῶν τότε ἀρχιερέων καὶ τοῦ ἀρχιποίμενος Πολυεύκτου διαφερομένων περὶ τῶν ψήφων, καὶ τῶν μὲν εἰς ἑαυτοὺς ἑλκόντων τὴν ἄδειαν τοῦ ψηφίζεσθαι οὓς ἂν ἐγκρίνοιεν, τοῦ δὲ τὰς ψήφους αἰτιωμένου ὡς οὐκ ἀπαθῶς γινομένας οὐδὲ κατὰ γνώμης εὐθύτητα καὶ σπεύδοντος κοινοῦσθαι αὐτῷ τοὺς ἀρχιερεῖς περὶ τῶν μελλόντων ψηφίζεσθαι, ὁ βασιλεὺς ἀφορμῆς ἐκ τούτου δραξάμενος εἰς οἰκείαν ἐξουσίαν τὸ πᾶν τῆς τῶν ἐπισκόπων μετήνεγκε προχειρίσεως, μηδένα κελεύσας γνώμης ἄτερ αὐτοῦ εἰς ἐκκλησίαν οἱανδήτινα στέλλεσθαι· ἀλλὰ κἂν ἐτεθνήκει ἐπίσκοπος, βασιλικὸν ὑπηρέτην εἰς τὴν χηρεύσασαν ἐκκλησίαν ἐξέπεμπε καὶ γλίσχρως παρ' ἐκείνου τῶν ἀναγκαίων γινομένων ἀναλωμάτων, αὐτὸς ᾠκειοῦτο τὰ περιττεύοντα. οὐ διέλιπον δ' ἐν ταῖς χώραις ἁπάσαις αὐτοῦ βασιλεύοντος ἀπογραφεῖς στελλόμενοι ἐπόπται 506 τε καὶ στρατευταὶ καὶ οἱ κεκλημένοι πρωτονοτάριοι, οἳ παντοίαις κακώσεσιν ἐξεπίεζον τὸ ὑπήκοον καὶ εἰς ἐσχάτην ἀπορίαν συνήλασαν, οὐδὲ τῶν παντάπασιν ἀπόρων φειδόμενοι, ἀλλὰ τούτους μὲν ταῖς δρομικαῖς στρατείαις ἐγγράφοντες, τοὺς δὲ πρῴην ταύταις ὑποκειμένους εἰς τὰς πλευστικὰς μετεγγράφοντες, τοὺς δὲ πλωίμους μετατιθέντες εἰς στρατιώτας πεζούς, τοὺς δὲ πρὶν τοιούτους τοῖς ἱππόταις ἐγκαταλέγοντες καὶ τοὺς ἱππότας εἰς καταφράκτους ἀμείβοντες καὶ ἑκάστῳ βαρύτερον στρατιωτικὸν ἐπιτιθέντες λειτούργημα. ἐῴκει γὰρ τὸ πᾶν τῇ στρατιώτιδι μεταχειρίσει ἐπιγραφόμενος· ὅθεν καὶ δόγμα ὅσον τὸ κατ' ἐκεῖνον ἐθέσπισε τοὺς ἐν πολέμοις ἀνῃρημένους στρατιώτας ἐπ' ἴσης τιμᾶσθαι τοῖς μάρτυσι καὶ ὕμνων ὁμοίων τυγχάνειν καὶ παραπλησίως γεραίρεσθαι. καὶ εἰ μὴ ὁ πατριάρχης καί τινες τῶν ἀρχιερέων, ἀλλὰ μὴν καὶ ἔνιοι τῶν λογάδων τῆς γερουσίας γενναίως ἀντέστησαν, λέγοντες "πῶς ἂν οἱ ἐν πολέμοις ἀναιροῦντες καὶ ἀναιρούμενοι λογίζοιντό τισι μάρτυρες ἢ τοῖς μάρτυσιν ἰσοστάσιοι, οὓς οἱ θεῖοι κανόνες ὑπὸ ἐπιτίμιον ἄγουσιν, ἐπὶ τριετίαν τῆς φρικώδους καὶ ἱερᾶς αὐτοὺς ἀπείργοντες μεταλήψεως," τάχ' ἂν τὸ