134
θεσπέσιον ἐκεῖνο κεκύρωτο θέσπισμα. ἦν δὲ πρὸς 507 τοῖς ἄλλοις καὶ χρημάτων ἥττων, ὡς ἔοικε· μέχρι γὰρ ἐκείνου παντὸς νομίσματος ἐξαγίου σταθμὸν ἕλκοντος ἐκεῖνος τὸ τεταρτερὸν ἐπενόησε, κολοβώσας αὐτὸ κατὰ τὸν σταθμόν, καὶ τὰς μὲν εἰσπράξεις διὰ τοῦ βαρυτέρου, τὰς δὲ δόσεις καὶ πάντα τὰ ἀναλώματα διὰ τοῦ κεκολοβωμένου πεποίητο. ἔθους δ' ἐπικρατήσαντος παλαιοῦ στατῆρα πάντα βασιλικὸν ἐκτύπωμα φέροντα ἰσότιμον εἶναι τῷ ἄρτι κοπτομένῳ παρὰ τοῦ βασιλεύοντος, ἐκεῖνος τὸ ἑαυτοῦ προτιμᾶσθαι κεκέλευκε νόμισμα. ἵνα τί γένηται; ἵν' ἐκεῖνο μόνον τοῖς ἐμπόροις ζητούμενον κέρδος αὐτῷ πορίζῃ ὑπὲρ ἑκάστου νομίσματος ἁδρὰ πραττομένῳ ἀλλάγια. οὕτω δὲ τούτοις κακουμένων τῶν πολιτῶν οὐδέ τις παρὰ τῶν ἀγορανόμων ἦν ἐπὶ τοῖς ὠνίοις προμήθεια, ἀλλ' ἕκαστος τῶν ἐμπόρων νόμον εἶχε τὸ ἑαυτοῦ θέλημα· οἱ δὲ ὠνούμενοι τὰ χρειώδη ἐγίνοντο καθ' ἑκάστην πενέστεροι. Ταῦτα καὶ πλείονα ἕτερα (πάντα γὰρ ἀπαριθμήσασθαι δυσχερές) ἐξέμηνε πάντας κατὰ τοῦ Νικηφόρου, καὶ πᾶσιν ἦν δι' εὐχῆς τῆς τούτου τυραννίδος ἀπαλλαγῆναι. οὐχ ἥκιστα δ' ἐλύπησε τοὺς ἀνθρώπους καὶ ἡ τῶν βασιλείων τῷ τείχει περιβολή. κεχρησμοδοτημένον γὰρ ἔχων τὸ ἐν τοῖς βασιλείοις μέλ508 λειν ἀναιρεθήσεσθαι ἔδοξεν ἑαυτῷ περιποιεῖσθαι διὰ τοῦ τείχους ἀσφάλειαν, δέον λογίσασθαι ὡς εἰ μὲν ἀληθὲς εἴη τὸ χρησμοδότημα, εἴη ἂν καὶ τὸ πεπρωμένον, ἵν' οὕτως εἴποιμι, τὸ ἐκ θεοῦ ὡρισμένον ἄφυκτόν τε καὶ ἀμετάθετον· εἰ δὲ δύναται κωλυθῆναι δι' ἐπινοίας τινός, οὐ πάντως ἀληθὲς καὶ τὰ ἐπινοούμενα περιττά. ὁ δὲ τούτων οὐδὲν λογισάμενος μεγάλαις δαπάναις τῷ νῦν ὁρωμένῳ τείχει τὰ βασίλεια ἐστεφάνωσεν· ἀκρόπολιν δ' οἱ πολῖται τοῦτο καὶ τυραννεῖον καθ' ἑαυτῶν γινόμενον ἔκρινον. ὅτε τοίνυν ἀπήρτισε τὸ ὀχύρωμα καὶ ἔδοξεν ἑαυτῷ ἀσφαλῆ περιποιήσασθαι φυλακήν, τότ' ἔγνω μηδὲν αὐτῷ λυσιτελῆσαν τὸ ἐπινόημα, ὑποστὰς ἐντὸς ἐκείνου τὸν ὄλεθρον. ἀλλὰ μήπω περὶ τούτου, ἔτι δ' ὁ λόγος πράξεις διεξίτω ἐκείνου. Ὑπονοστῶν ἐξ Ἀντιοχείας τῆς πρὸς Ὀρόντῃ οὗτος ὁ βασιλεὺς φρούριον ἐν τῷ ὄρει τοῦ Ταύρου ἐδείματο (Μαῦρον δὲ ὄρος ἐκεῖνο λέγει νῦν ὁ πολὺς ἄνθρωπος), ἐν ᾧ Μιχαὴλ τὸν Βούρτζην κατέλιπε, πατρίκιον τιμήσας καὶ τοῦ Μαύρου ὄρους στρατηγὸν ὀνομάσας αὐτόν, τοὺς Ἀντιοχεῖς κακοῦν ἐντειλάμενος. καὶ Πέτρον δ' ἕνα τῶν ἑαυτοῦ θεραπόντων, ἐκτομίαν μέν, δρα509 στήριον δέ γε καὶ ἐμβριθῆ καὶ ἄρχειν εἰδότα στρατιωτῶν, στρατοπεδάρχην ὀνομάσας κατέλιπεν, ἵν' ἐν Κιλικίᾳ δοίη χώραν τῇ στρατιᾷ τὸν χειμῶνα διαγαγεῖν. καὶ ὁ μὲν βασιλεὺς ἧκεν εἰς τὸ Βυζάντιον, ὁ δὲ Βούρτζης συνεχῶς ἐξελαύνων ἐκάκου τοὺς ἐν Ἀντιοχείᾳ Ἀγαρηνοὺς καὶ διεσκόπει ὅπως ἕλοι τὴν πόλιν, εἰ δύναιτο, καὶ κλέος ἕξει. ἔλαθεν οὖν ποτε μέτρον τοῦ ὕψους ἑνὸς τῶν πύργων λαβὼν καὶ πρὸς τόσον ὕψος ἀναλόγους ἡτοιμάσατο κλίμακας. φυλάξας οὖν νύκτα μίαν χειμέριον ἀσέληνόν τε καὶ νιφετώδη πρόσεισιν ἠρέμα τῷ τείχει τῆς πόλεως καὶ τὰς κλίμακας ἐρείσας αὐτῷ ἀνέβη μετὰ τριακοσίων (τοσούτους γὰρ ἐπήγετο) μηδενὸς αἰσθομένου, καὶ τοὺς μὲν τοῦ πύργου ἐκείνου φύλακας ἀνεῖλε καὶ ἑτέρων πλησιαζόντων, στέλλει δ' αὐτίκα πρὸς τὸν στρατοπεδάρχην, δηλῶν αὐτῷ τὸ γενόμενον καὶ πρὸς βοήθειαν ἐκκαλούμενος. ὁ δὲ ἀνεδύετο· λέγεται γὰρ ἐντείλασθαί οἱ τὸν βασιλέα μὴ προσβαλεῖν τῇ Ἀντιοχείᾳ, ὅτι παρὰ πᾶσι πεφήμιστο τῇ τῆς Ἀντιοχείας ἁλώσει ἕψεσθαι καὶ τοῦ κρατοῦντος τὸν ὄλεθρον. οἱ δὲ Ἀντιοχεῖς γνόντες τῶν πύργων τὴν ἅλωσιν ἐκεῖ συνηθροίσθησαν, ἐξελάσαι τοὺς Ῥωμαίους αὐτῶν προθυμούμενοι. πρὸς δύο τοίνυν ἐναντία μαχό510 μενον ἔχων ὁ στρατοπεδάρχης τὸν λογισμόν, τήν τε βασιλικὴν ἐντολὴν καὶ τὸν ὄλεθρον τοῦ Βούρτζη καὶ τῶν σὺν αὐτῷ τριακοσίων ἀνδρῶν, ἔθετο μὴ ἐᾶσαι τοσούτους ἄνδρας ἀπολέσθαι, καὶ ἄρας σὺν παντὶ τῷ στρατεύματι προσβάλλει τῇ Ἀντιόχου. καὶ αὐτίκα οἱ μὲν πολέμιοι παρείθησαν τὰς χεῖρας καὶ τὰς ψυχάς, οἱ δὲ περὶ τὸν Βούρτζην καὶ αὐτὸς ἐκεῖνος ἤδη ἀπειρηκότες ἀνεζωώθησαν καὶ τὰ κλεῖθρα τῶν πυλῶν ὁ Βούρτζης πελέκει διακόψας ἄνετον παρέσχε τῷ στρατοπεδάρχῃ τὴν