χάριτος καὶ εἰρήνης. καὶ πάλιν δὲ ὁ βοηθούμενος ὑπὸ τοῦ κυρίου καὶ εὑρισκόμενος ἐν εὐφροσύνῃ πνευματικῇ καὶ χαρίσμασιν ἐπουρανίοις, ἐὰν νομίσῃ μηκέτι ἀδικεῖσθαι ὑπὸ τῆς ἁμαρτίας, ἀπατᾶται κλεπτόμενος, μὴ διακρίνων τὴν λεπτότητα τῆς κακίας καὶ μὴ συνιὼν τὴν κατὰ μέρος γινομένην τῆς νηπιότητος αὔξησιν καὶ τελειότητα ἐν Χριστῷ διὰ γὰρ τῆς ἐπιχορηγίας τοῦ ἁγίου καὶ θεϊκοῦ πνεύματος. ὁμοῦ τε καὶ ἡ πίστις αὐξανομένη εἰς προκοπὴν ἔρχεται καὶ πᾶν ὀχύρωμα πονηρῶν λογισμῶν κατὰ μέρος χωρεῖ εἰς καθαίρεσιν παντελῆ. ἐρευνᾶν οὖν ὀφείλει ἕκαστος ἡμῶν, εἰ εὗρεν ἐν τῷ ὀστρακίνῳ τούτῳ σκεύει τὸν θησαυρόν, εἰ ἐνεδύσατο τὴν πορφύραν τοῦ πνεύματος, εἰ εἶδε τὸν βασιλέα καὶ ἀνεπάη, ἐγγύτατος αὐτοῦ γενόμενος, εἴ τε ἀκμὴν εἰς τοὺς ἐξωτάτους οἴκους διακινεῖ. ἡ γὰρ ψυχὴ ἔχει μέλη πολλὰ καὶ βάθος πολύ, καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελθοῦσα κατέσχεν αὐτῆς ὅλα τὰ μέλη καὶ τὰς νομὰς τῆς καρδίας. εἶτα ἐπιζητοῦντος τοῦ ἀνθρώπου ἔρχεται ἡ χάρις πρὸς αὐτὸν καὶ κατέχει δύο μέλη τῆς ψυχῆς ἴσως. ὁ οὖν ἄπειρος παρακαλούμενος ὑπὸ τῆς χάριτος νομίζει, ὅτι ἐλθοῦσα ἡ χάρις ὅλα τὰ μέλη τῆς ψυχῆς κατέσχε καὶ ἐξερριζώθη ἡ ἁμαρτία. τὸ πλεῖστον δὲ μέρος ὑπὸ τῆς ἁμαρτίας κρατεῖται καὶ ἓν μέρος ὑπὸ τῆς χάριτος, καὶ ὑποκλέπτεται καὶ οὐκ οἶδε. ∆ιὰ πλειόνων δὲ ἔτι περὶ τούτων ἔχοντες ἐπιστεῖλαι τῇ διαθέσει τῆς ὑμετέρας εἱλικρινείας δι' ὀλίγων ἐδώκαμεν ὑμῖν ἀφορμὴν ὡς συνετοῖς ἀνδράσιν, ἵνα ἐπεργασάμενοι καὶ ἐξερευνήσαντες τὴν τῶν λόγων δύναμιν συνετώτεροι γένησθε ἐν κυρίῳ, καὶ τὴν ἁπλότητα τῆς καρδίας ὑμῶν αὐξάνητε ἐν τῇ αὐτοῦ χάριτι καὶ δυνάμει τῆς ἀληθείας, ἵνα μετὰ πάσης ἀσφαλείας ἀντεχόμενοι τῆς ἑαυτῶν σωτηρίας καὶ ῥυσθέντες ἀπὸ πάσης περιεργίας καὶ δολιότητος τοῦ ἀντικειμένου καταξιωθῆτε ἄπτωτοι καὶ ἀκατάγνωστοι εὑρεθῆναι ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.