136
σῖτον καὶ πολλοῦ τοῦτον ἀποδιδόμενος τοῖς λιμώττουσι, μηδὲ φροντίζων ὅτι δημοκατάρατος ἦν, ἀλλ' αὐχῶν μᾶλλον ὡς εὐεργετῶν τὸ ὑπήκοον, ὅτι δύο μεδίμνους ἐπίπρασκε τῷ νομίσματι, καὶ ταῦτα παράδειγμα ἔχων τὸν Μακεδόνα Βασίλειον, οὔπω πάνυ πρῴην μεγαλοπρέπειαν πρὸς τοιαύτην ἔνδειαν ἐνδειξάμενον. ἀπῄει γάρ ποτε ὁ αὐτοκράτωρ ἐκεῖνος, συνήθη ποιούμενος πρόοδον εἰς τὸν τῶν ἁγίων ἀποστόλων ναόν, καί τινας τῶν τῆς πόλεως ἄνδρας ὑπόσεμνον δεικνύντας κατάστημα θεασάμενος σκυθρωπάζοντας ἤρετο τὴν αἰτίαν τῆς σκυθρωπότητος. οἱ δέ "καὶ πῶς οὐκ ἂν σκυθρωπάζοιμεν" ἔφασαν "δέσποτα, ἐπηρτημένον ἡμῖν ὁρῶντες τὸν θάνατον, οἵ γε δύο μεδίμνους σίτου εἰς νόμισμα χρυσοῦν ἐξωνούμεθα;" τοῦτο ἀκούσας ἐκεῖνος ἀνῴμωξε καὶ τοῖς μὲν χρήμασι τὴν κατήφειαν ἔλυσε, τοῖς δὲ τὰς πολιτικὰς ἐγκεχειρισμένοις ἀρχὰς ἐλοιδορήσατό τε καὶ ἐπηράσατο, ὅτι μὴ αὐτὸν τὰ τῆς ἐνδείας ἐδίδαξαν· καὶ εὐθὺς τοὺς βασιλικοὺς σιτῶνας ἀνοιγῆναι 515 ἐκέλευσε καὶ δώδεκα μεδίμνους σίτου νομίσματος ἑνὸς ἀποδίδοσθαι. ἀλλ' ἐκείνῳ μὲν ἡ πρᾶξις αὕτη βασιλική, τῷ δ' ἱστορουμένῳ νῦν βασιλεῖ καὶ λίαν καπηλική, ὃς τῷ λιμῷ τὸ ὑπήκοον ὁρῶν πιεζόμενον οὐκ ἐπήμυνεν, ἀλλὰ μέντοι καὶ ἐνετρύφα ταῖς αὐτοῦ συμφοραῖς καὶ τοῖς τοῦ λιμοῦ τραυματίαις ἐπιξαίνων ὑπῆρχε τὰ τραύματα. καὶ ὁ τοῦ βασιλέως δὲ ἀδελφὸς ὁ Λέων οὐχ ἧττον ἔθλιβε τόν τε δῆμον τῆς πόλεως καὶ τοὺς οἰκήτορας τῶν χωρῶν, καπηλείας καὶ αὐτὸς μετιών. οἱ μὲν οὖν οὕτω διέκειντο πρὸς τοὺς πάσχοντας, οἱ δὲ πρὸς τὸν κρατοῦντα διὰ ταῦτα ἀπέσκωπτον. ποτὲ γὰρ νεολέκτους στρατιώτας ὁρῶντος τοῦ βασιλέως, ἐπεὶ καί τις τούτοις συνηρίθμητο πολιός, ἔφη πρὸς ἐκεῖνον ὁ αὐτοκράτωρ "πῶς τοῖς στρατιώταις, ἄνθρωπε, γέρων ὢν συγκαταλέγεις σαυτόν;" ὁ δ' αὐτίκα εὐφυῶς ἀντεφθέγξατο ὡς "πολὺ δυνατώτερος νῦν εἰμι ἢ ὅτε ἤκμαζον, δέσποτα· τότε γὰρ οὐδ' ἡμίσεως ἂν ἐπωμισάμην σῖτον νομίσματος, νῦν δὲ ῥᾷον καὶ δύο νομισμάτων σῖτον ἐπὶ τῶν ὤμων ἀρῶ." συνῆκε μὲν οὖν τὴν εἰρωνείαν ὁ βασιλεύς, ἀταράχως δὲ ταύτην ἐνεγκὼν μετέστη πρὸς ἕτερον. 516 Ἐρωτικῶς δὲ σφόδρα πρὶν διακείμενος ὁ Νικηφόρος πρὸς τὴν Θεοφανὼ μετέπειτα τῆς πρὸς αὐτὴν συνουσίας ἀπείχετο, ἢ κορεσθεὶς ταύτης ἢ καὶ δι' ἐγκράτειαν μίξεως ἀπεχόμενος· οὐδὲ γὰρ πάνυ τι καὶ νέος ὢν πρὸς ἔρωτας ἐτύγχανεν εὐκατάφορος. ἡ δὲ μισήσασα τὸν ἄνδρα διὰ τὸ ἀνομίλητον ἢ καὶ περὶ τοῖς υἱέσι δείσασα (ἦν γάρ τισιν ὑποτονθορυζόμενον βούλεσθαι τὸν Νικηφόρον τὰ βασιλείδια τῶν παιδογόνων στερῆσαι μορίων καὶ τὸν ἀδελφὸν βασιλεῦσαι τὸν Λέοντα) εἰς λόγους ἦλθε λάθρᾳ τῷ Τζιμισκῇ, ἢ ἔρωτι τοῦ ἀνδρὸς ἁλοῦσα (ἦν γὰρ τῷ κάλλει διαπρεπὴς καὶ τοῦ εἴδους χάριτας ἀφιείς), ἢ καὶ ἀξιόχρεων τοῦτον τῷ Νικηφόρῳ λογισαμένη ἀντίρροπον, ὡς δέ τινές φασι, καὶ εἰς συνουσίαν ἐλήλυθε τῷ ἀνδρὶ καὶ κατὰ τοῦ Νικηφόρου ἠρέθισε καὶ τὸ τῆς παροιμίας σφαῖραν ἀφῆκε κατὰ πρανοῦς. ἦν γὰρ καὶ ἄλλως ὁ Ἰωάννης τῷ βασιλεῖ μηνιῶν, ὅτι τῷ ἀδελφῷ πειθόμενος ἐκεῖνος βασκαίνοντι τούτῳ ὕποπτόν τε τὸν ἄνδρα ἐνόμιζε καὶ τῆς στρατιωτικῆς ἀρχῆς παύσας αὐτὸν εἰς πολιτικὴν μετατίθησι, λογοθέτην τοῦ δρόμου προχειρισάμενος, ὃ οὐκ εἰς δυναστείαν, ἀλλ' εἰς τιμωρίαν καὶ 517 ταύτην βαρεῖαν ἐκείνῳ λελόγιστο. εἶτα τῇ κακώσει τοῦ ἀνδρὸς προστιθεὶς καὶ οἴκοι μένειν ἐκέλευσε· διὰ ταῦτα ἐμηνία ὁ Ἰωάννης. ὡς δὲ καὶ τὴν μαχλάδα ἐκείνην εὕρηκεν αὐτὸν παραθήγουσαν, διαπραξαμένην δέ οἱ καὶ κάθοδον κελεύσει βασιλικῇ, τῇ τυραννίδι ἐπέθετο, συμπράττουσαν ἔχων καὶ τὴν βασίλισσαν, καὶ ἅμα τε οἷς ἐθάρρει τὸ ἀπόρρητον ἐξεκάλυψε καὶ ἅμα τῷ ἔργῳ ἐπικεχείρηκε καὶ προσλαβόμενος αὐτοὺς ἀωρὶ τῶν νυκτῶν ἐπὶ τὴν νοτίαν θάλασσαν τῶν βασιλείων ἀφίκετο· Βουκολέων ὁ τόπος ὠνόμασται, ὅτι λίθινος λέων ἐστὶν ἐν αὐτῷ βοὸς ἐπιβεβηκὼς ὁμοίου καὶ τῷ εὐωνύμῳ ποδὶ κατέχοντι τὸ κέρας αὐτοῦ περιστρέφων τὸν αὐχένα τὸν τοῦ βοός. ἔνθα γενόμενος σαργάνην τε καθειμένην ἄνωθεν καθορᾷ καὶ δι' αὐτῆς ἀνιμᾶται παρὰ θεραπαινῶν τῆς Θεοφανοῦς καὶ αὐτὸς καὶ οἱ σὺν αὐτῷ. ἦσαν δὲ ὁ Βούρτζης