138
Ἰω522 άννην τοὺς Μανιχαίους ἐκ τῆς ἑῴας μετοικίσαι πρὸς τὰ ἑσπέρια, πολλοὺς τῇ αὐτῶν μυσαρᾷ αἱρέσει διαφθείροντας. οὗ τὴν ἀξίωσιν πληρῶν εἰς Φιλιππούπολιν μετήγαγε τὸ γένος τῶν Μανιχαίων. ὁ δὲ πατριάρχης Πολύευκτος τῇ τοῦ Τζιμισκῆ ἀναρρήσει τριάκοντα καὶ πέντε ἡμέρας ἐπιβιοὺς τὸν βίον μετήλλαξε, καὶ ἀντεισήχθη εἰς τὸν ἀρχιερατικὸν θρόνον τῆς βασιλευούσης τῶν πόλεων ὁ μοναχὸς Βασίλειος ὁ Σκαμανδρηνός. Οἱ δ' ἐκ τῆς Ἄγαρ, μὴ ἀνεκτὸν ἡγούμενοι στερεῖσθαι τῶν πόλεων ἃς ἤδη ἀφῄρηντο, συνελέγησαν πανταχόθεν καὶ συνθήκας περὶ ὁμαιχμίας πεποιηκότες καὶ τοῖς Καρχηδονίοις τὴν σφῶν ἡγεμονίαν προσνείμαντες ἐξεστράτευσαν κατὰ τῆς ἐν ∆άφνῃ Ἀντιοχείας καὶ ταύτην ἐπολιόρκουν. τῶν δ' ἐν τῇ πόλει ἀνθισταμένων αὐτοῖς κραταιότερον ἠγγέλθη τῷ βασιλεῖ τῶν ἐθνῶν ἡ συνέλευσις. ὁ δὲ κελεύει τῷ στρατηγῷ Μεσοποταμίας ἐπικουρῆσαι τοῖς πολιορκουμένοις· καὶ πολέμου πρὸς τοὺς Ἀγαρηνοὺς συρραγέντος οἱ βάρβαροι, καίτοι πολλαπλάσιοι πρὸς τοὺς Ῥωμαίους ὄντες, τρέπονταί τε καὶ σκίδνανται. οἱ δέ γε Ῥῶς τὸ τῶν Βουλγάρων ἔθνος καὶ τὴν χώραν αὐτῶν ὑφ' ἑαυτοὺς ποιησάμενοι καὶ τοὺς ἡγεμόνας τοῦ ἔθνους τὸν Βορίσην 523 τε καὶ τὸν Ῥωμανὸν οὐκέτι τῶν οἴκοι ἐμέμνηντο, ἀλλ' ἤθελον αὐτοῦ που μένειν τὴν χώραν κατέχοντες. πρὸς τοῦτο δ' αὐτοὺς καὶ ὁ Καλοκυρὸς ἀνηρέθιζεν· "εἰ γὰρ βασιλεὺς Ῥωμαίων ἀναρρηθήσομαι παρ' ὑμῶν," ἔλεγε "τῆς τε τῶν Βουλγάρων χώρας παραχωρήσω ὑμῖν καὶ διαθήσομαι πρὸς ὑμᾶς εἰρήνην διαιωνίζουσαν καὶ τὰ ὑπεσχημένα παρέξω κατὰ τὸ πολλαπλάσιον." οἱ δὲ τῇ τε τῶν χωρῶν ἀρετῇ θελχθέντες καὶ τοῖς λόγοις τοῦ Καλοκυροῦ χαυνωθέντες οὔτε τῷ βασιλεῖ πάντα ποιήσειν ἐπιτελῆ τὰ παρὰ τοῦ Νικηφόρου σφίσιν ὑπεσχημένα ἐπείθοντο γράφοντι καὶ τοῖς πρέσβεσιν ὡμίλησαν ἀλαζονικώτερον. ἐντεῦθεν ἄρασθαι κατ' αὐτῶν ὅπλα ἠνάγκαστο καὶ ταῖς Ῥωμαϊκαῖς δυνάμεσιν ἐπιστήσας στρατάρχην, ὃν στρατηλάτην ὠνόμασε, Βάρδαν μάγιστρον τὸν Σκληρόν, τῆς ἤδη θανούσης αὐτοῦ γαμετῆς αὐτάδελφον ὄντα, ὁρμῆσαί οἱ κατὰ τῶν Ῥῶς ἐνετείλατο. καὶ ὁ μὲν ἀπῄει· οἱ βάρβαροι δὲ τοῦτο μαθόντες καὶ ὁ τούτων ἔξαρχος ὁ Σφενδοσθλάβος, τούς τε Βουλγάρους ὁπλίσαντες καὶ συμμάχους προσειληφότες Σκύθας, οἳ Πατζινάκαι κικλήσκονται, καὶ τοὺς τὴν Πανονίαν οἰκοῦντας Τούρκους καὶ στρατιὰν εἰς 524 τριάκοντα μυριάδας ἀριθμουμένην συστησάμενοι τὴν Θρᾴκην ἅπασαν ἐληίζοντο. τούτοις οὖν μὴ θαρρῶν ὁ Σκληρὸς συμμίξαι καὶ κατὰ συστάδην μαχέσασθαι (πολλοστὸν γὰρ ἦν πρὸς τὸ πλῆθος ἐκείνων τὸ μετ' αὐτοῦ στρατιωτικόν) στρατηγικαῖς μεθόδοις τοὺς βαρβάρους κατηγωνίσατο. καὶ πρῶτον μὲν λόχους καθίσας καὶ μόνοις τοῖς Πατζινάκαις ἐπελθὼν καὶ εὐφυῶς αὐτοὺς περιαγαγὼν εἰς τοὺς λόχους, τοὺς μὲν ἀνεῖλε, τοὺς δ' εἷλε ζῶντας· εἶτα καὶ τοῖς ἄλλοις συμμίξαντι μέχρι μέν τινος ἰσόρροπος ἦν ἡ μάχη αὐτῷ· ὡς δέ τις τῶν Σκυθῶν καὶ ὄγκῳ σώματος καὶ ψυχῆς παραστήματι γενναῖος εἶναι δοκῶν καὶ τῶν ὁμογενῶν ἁπάντων ὑπερτερεῖν, ὁρῶν τὸν Σκληρὸν ἔφιππον διιόντα τὰς ὑφ' ἑαυτὸν τάξεις καὶ ταύτας εἰς ἀλκὴν διεγείροντα, ὥρμησε κατ' ἐκείνου καὶ κατήνεγκε τὸ ξίφος κατὰ τῆς κεφαλῆς τοῦ ἀνδρός· τὸ δὲ τῇ τοῦ κράνους ἰσχύϊ καὶ τῇ λειότητι οὐχ ἥψατο αὐτοῦ. ὁ Σκληρὸς αὖθις κατὰ τῆς κεφαλῆς τὸν Σκύθην ἀντέπληξε, καὶ ἡ τοῦ ξίφους καταφορὰ εἰς τοσοῦτον γέγονεν ἐνεργὸς ὡς διχῇ τμηθῆναι τὸν βάρβαρον καὶ ἡμίτομα τοῦ ἵππου τὰ μέρη αὐτοῦ ἐκπεσεῖν. οἱ βάρβαροι δὲ τὸ ἔργον ἐκπλαγέντες εἰς δειλίαν ἐνέπεσον καὶ εἰς φυγὴν αὐτίκα ἐτράπησαν, οἷς οἱ 525 Ῥωμαῖοι κατόπιν ἐλαύνοντες πολλοὺς μὲν ἀνῄρουν, πολλοὺς δ' ἐζώγρουν. ἔπαυσε τῆς διώξεως τοὺς περὶ τὸν Σκληρὸν ἐπελθοῦσα ἡ νύξ· τέως δὲ καὶ ὅσοι περιελείφθησαν τραυματίαι ἦσαν. Καὶ τὰ μὲν κατὰ τοὺς Ῥῶς ἐν τούτοις ἦσαν. Βάρδας δὲ ὁ Φωκᾶς ὁ τοῦ Λέοντος παῖς ἐξ Ἀμασείας φυγών, ἐν ᾗ περιώριστο, τὴν τῶν Καππαδοκῶν κατειλήφει Καισάρειαν, πολλοὺς προσεταιρισάμενος, καὶ τυραννίδι ἐπικεχείρηκεν, ἑαυτῷ περιθέμενος τὰ τῆς βασιλείας παράσημα. καὶ ὁ πατὴρ δὲ τούτου ὁ Λέων σὺν τῷ ἑτέρῳ υἱῷ τῷ Νικηφόρῳ