ἠὲ γέροντα. ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο· νῦν δὲ θεοῖς ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι· ὅ περ ἄλλος πρὸ τούτων ἔφρασεν ἐν τῷ, μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι. καὶ ταῦτα μὲν ὁ Τηλέμαχος. ἐν οἷς τὸ, οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ καὶ ὁ ἐφεξῆς αὐτῷ στίχος ἁρμόσοι ἂν εἰς ἔπαινον μεγαλουργοῦ τινὸς ἀνδρός. (ῃερς. 202. σθθ.) Ὀδυσσεὺς δὲ, οὔ σε ἔοικε, φησὶ, φίλον πατέρα ἔνδον ἐόντα, οὔτε τι θαυμάζειν περιώσιον οὔτ' ἀγάασθαι. οὐ μὲν γάρ τοι ἔτι ἄλλος ἐλεύσεται ἐνθάδ' Ὀδυσσεὺς, ἀλλ' ὅδ' ἐγὼ τοιόσδε παθὼν καὶ πολλὰ δ' ἀνατλὰς ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν· ὅ περ ἐπιτομή ἐστι τῆς εἰκοσαετοῦς ἀποδημίας τοῦ Ὀδυσσέως. τοῦτο δέ, φησι, τὸ ἔργον Ἀθηνᾶς ἐστὶν, ἥ τέ με τοῖον ἔθηκε ὅπως ἐθέλει· δύναται γάρ· ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ὡς πρὸ τούτου, ἄλλοτε δ' αὖτε, ὡς νῦν, ἀνδρὶ νέῳ, καὶ καλὰ περὶ χροῒ εἵματ' ἔχοντι. ῥηΐδιον δὲ θεῷ, ὃς οὐρανὸν εὐρὺν ἔχει, ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι, οἷον, τὸ μὲν διὰ κάλλους, τὸ δὲ διὰ τοῦ κατ' εἶδος αἴσχους. καὶ ἰδοὺ σεμνὴ αὕτη λύσις τῆς τε παρὰ τῷ Τηλεμάχῳ εὐλόγου ἀπορίας καὶ τῆς ἐπὶ τῷ πλάσματι τῷ κατὰ τὴν Ἀθηνᾶν. διὸ καὶ οὐκέτι ἀπορεῖ ἐπὶ πλέον ὁ Τηλέμαχος. (ῃερς. 195.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι τὸ, ἀλλά με δαίμων θέλγει, οὐδ' ἐνταῦθα ἐπὶ καλῷ ῥηθέν. ἀπάτην γὰρ νῦν τὸ θέλγειν δηλοῖ καὶ ἐπίτασιν ὀδυρμοῦ, ὡς δηλοῖ προσκείμενον τὸ, ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. ἐκφανεστάτη δὲ καὶ μετ' ὀλίγα ἡ φαυ 2.122 λότης τῆς λέξεως ἐν τῷ, τοὺς δὲ ἤγουν τοὺς μνηστῆρας Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς. (ῃερς. 197.) Τὸ δὲ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ῥᾳδίως μεταβαλεῖ τινὰ, ἐγκείμενον φυσικῶς τῇ τοῦ φρονίμου παιδὸς ψυχῇ, ποιεῖ αὐτὸν ἑτοίμως παραδεχόμενον τοὺς τοῦ πατρὸς λόγους ὅτε σεμναῖς ἐννοίαις χρώμενος, ὡς ἐῤῥέθη, δύνασθαι εἴπῃ τὸν θεὸν ἀλλοιοῦν ἀνθρώπους καὶ ἢ κυδαίνειν ἢ κακοποιεῖν· ὃ γνωμικῶς εἶπεν Ὀδυσσεὺς, δύνασθαι μέντοι αὐτὰ οὐχ' ἁπλῶς, ἀλλὰ ῥᾷον, ὡς καὶ ὁ Τηλέμαχος ἔφη καὶ μετ' αὐτὸν ὁ πατήρ. μή ποτε δὲ καὶ ἐνταῦθα τὸ ῥηθὲν νόημα ἐκ τοῦ υἱοῦ πορισάμενος ὁ Ὀδυσσεὺς ἐξ αὐτοῦ ἔπεισεν αὐτὸν κατὰ φιλόσοφον μέθοδον. ἐξ ὧν γὰρ οἶδε δοξάζειν τὸν Τηλέμαχον, ὅτι δηλαδὴ οὐκ ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο, ὅτε μὴ θεὸς αὐτὸς ποιεῖ αὐτὰ, ἐξ ἐκείνων αὐτῶν ὁ παλαιὸς ῥήτωρ τὸν νέον ἔπεισε τοῖς οἰκείοις, ὅ φασιν, ἑαλωκότα πτεροῖς. Τὸ δὲ ὅτε μὴ θεὸς αὐτὸς, ὅμοιόν ἐστι τῷ, ὅτι μὴ θεὸς αὐτὸς, καὶ τῷ, εἰ μὴ ἄρα θεὸς αὐτός. (ῃερς. 200.) Τὸ δὲ θεοῖσιν ἔοικας, κατὰ μὲν τὸ πληθυντικῶς εἰρῆσθαι σεμνότερόν ἐστι τοῦ, θεός ἐσσι, κατὰ δὲ τὸ ἔοικας ἐπιεικέστερον φαίνεται. σεμνότερον δὲ αὐτοῦ τὸ θεός ἐσσι διὰ τὸ ἀποφαντικῶς προενεχθῆναι. (ῃερς. 203.) Τὸ δὲ, οὔ σε ἔοικεν οὔτε τι θαυμάζειν περιώσιον οὔτ' ἀγάασθαι, παραινεθήσεται ὁ μὴ ῥᾳδίως πιστεύων τοῖς ἀληθῶς φαινομένοις. Ἔστι δὲ τὸ ἀγάασθαι, τουτέστιν ἐκπλήττεσθαι, ἐπίτασίς τις τοῦ θαυμάζειν. Τὸ δὲ περιώσιον ἤτοι μέγα, ὡς ἐκ τοῦ περιαύειν γίνεται, ἵνα δηλοῖ πως τὸ περιβόητον, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται. (ῃερς. 227.) Ὅτι συγκεφαλαιούμενος ὁ ποιητὴς διὰ τοῦ Ὀδυσσέως τὸν ἐκ Φαιάκων εἰς Ἰθάκην πλοῦν, ὡς αὐτοὶ ἄγαγον αὐτὸν εἰς Ἰθάκην, καὶ ὅτι εὕδοντα ἐν νηῒ ἄγοντες, εἶτα κατέθεσαν εἰς Ἰθάκην, καὶ ὡς πολλὰ ἔδωκαν αὐτῷ, καὶ ὡς ἐν τῷ (ῃερς. 232.) κατὰ τὴν Ἰθάκην σπηλαίῳ ἐκεῖνα κεῖνται, ὃ καὶ πληθύνων ἐν σπήεσσι λέγει, στίχοις ἓξ ἐμπεριγράφει τὴν τοιαύτην κεφαλαίωσιν, οἷα μὴ θέλων μηδὲ νῦν τὰ ἀριζήλως εἰρημένα μακρολογεῖν, καὶ ταῦτα πρὸς ἀκροατὴν συνετόν. κεῖται δ' ἐνταῦθα καὶ τὸ, (ῃερς. 227.) Φαίηκές με ἄγαγον, οἵ τε καὶ ἄλλους ἀνθρώπους πέμπουσιν, ὅ τις σφέας εἰσαφίκηται. παρεσημειώθη δὲ τοῦτο εἰς μνήμην τοῦ καὶ ἐπὶ τῶν Ἰθακησίων πορθμέων ἐν τοῖς ἑξῆς ῥηθήσεσθαι τὸ, (ῃερς. 229.) οἳ πάντας ἀνθρώπους πέμπουσι καὶ ἑξῆς, ἁρμόζον ὡς ἴδιόν τι τοῖς πορθμεύουσιν ἐπιλέγεσθαι. ἐν ᾧ καὶ αὐτῷ ἔστιν ἰδεῖν ὅτι ἐκ τοῦ, οἳ καὶ ἄλλους ἀνθρώπους πέμπουσιν, εἰς τὸ ἑνικὸν κατέβη τὸ, ὅ τις σφέας εἰσαφίκηται, διὰ τὸ ἀκριβέστερον. οὐ γὰρ ἁπλῶς πάντας πέμπουσιν, ἀλλ' ὃς ἂν εἰς αὐτοὺς ἔλθῃ. Περὶ δὲ τοῦ ὅ τις ἤτοι ὅς