Θεὸν ὑψηλότερος τούτων γέγονε, φησί. ∆ιὸ καὶ ἐν προοιμίοις ἔλεγεν· Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς δεήσεώς μου. Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου. Ἑνικῶς ἀνωτέ ρω, ὅτι Καὶ ἐπεκαλεσάμην ἐν ταῖς ἡμέραις μου. Τίς ἡ ἐπίκλησις διδάσκει. Καὶ ποία αὕτη, ἢ τὸ, Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου; Εἶπε δὲ ταῦτα εἰδὼς, ὡς ἐλεήμων ἐπακούσεται. Καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Ἔλεός ἐστι πάθος ἐπὶ τοὺς παρ' ἀξίαν τεταπεινωμέ νους παρὰ τῶν συμπαθῶς τεθειμένων γινόμενον. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἐξ ἐνδόξων γεγόναμεν ἄδοξοι, τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς ἐκπεσόντες, οἷοι ἀνθ' οἵων γεγόναμεν ὁρῶν ἡμᾶς ὁ Θεὸς, ἐλεεῖ. Ἐλέου γὰρ ἀνεκαλεῖτο φωνὴ τὸν Ἀδάμ· Ποῦ εἶ; δῆλον τὸ, Πόθεν ποῖ πέπτωκας; Φυλάσσων τὰ νήπια ὁ Κύριος. Νήπιά φησι τοὺς διὰ Πνεύματος ἁγίου ἐν Χριστῷ ἀναγεννηθέντας, τοὺς κατὰ τὴν Ἰησοῦ ἐντολὴν νηπίους ὄντας, τῷ ἐπιστρέ φθαι καὶ γεγονέναι ὡς τὰ παιδία. Αὐτοὺς ὁ Κύριος φυλάσσει, οὐκ ἐῶν προσβαλεῖν αὐτοῖς τοὺς πολεμίους, τῷ μήπω καιρὸν ἔχειν ἀγῶνος. Νήπια γάρ φησι τοὺς διὰ Πνεύματος ἁγίου ἐν Χριστῷ Ἰησοῦ ἀναγεννηθέν τας. Καὶ κατὰ τὸν ἁπλοῦν γὰρ λόγον, αὐτὸς ἐν μή τρᾳ φυλάττει τὰ βρέφη· ἐν ᾧ τῷ μόρῳ σμικρῷ καὶ τοσαύτης ὑγρότητος πλήρης καὶ μήτε κινεῖσθαι μήτ' ἀναπνεῖν συγχωροῦντα κωλύων ἀποπνιγῆναι, καὶ κίνησιν διδοὺς καὶ τροφὴν, καὶ περιψυχόμενα κωλύων ἀποθανεῖν, ἐπειδὰν ἐκ τῆς ἐν μήτρᾳ θερμότητος εἰς ἀήθη τόπον προέλθοι. Ἢ καὶ οὕτως· Ἐπειδὴ ἐταπεινώθην ὡς νήπιον, καὶ ὡς παιδίον ἐδεξάμην τὴν βασι λείαν τῶν οὐρανῶν, ὁ φυλάσσων τὰ νήπια Κύριος ἔσωσέ με. Καὶ ἄλλως· Τοὺς κατὰ τὴν ἐντολὴν Ἰησοῦ νηπιάζοντας, τὸ στραφέντας καὶ ὡς παιδία γεγονέναι, αὐτὸς ὁ Κύριος φυλάσσει, τὸ μήπω καιρὸν ἔχειν ἀγῶνος, ἀπειράστους τηρῶν. Ἀλλ' ἐμὲ, ὡς ὑπεραναβεβη κότα τοὺς παῖδας, διὰ μεγάλων ταπεινώσας ἀγώνων, ἀκαταγώνιστον ὅμως ἐτήρησεν. Ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου. Ἀνάπαυσιν αὐτοῦ τὰς ἄνω λέγει μονὰς, ἃς ἀπολήψεται τῶν ἀγώνων εἰς ἀντιμισθίαν. Ἀνάπαυσις δ' αὖ πάλιν τῆς ψυχῆς ἡ τῶν ἁμαρτημάτων ἀποχή. Ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου. Θα νάτου τῆς ἁμαρτίας φησίν· ὃν καὶ δεδοικὼς μήπως ἆρα εἰς αὐτὸν κατηνέχθη, οὐ διέλειπε δακρύων, τὴν ἐξ αὐτοῦ φυγὴν αἰτῶν, οὗ δὴ χάριν καὶ οἱ πόδες αὐ τοῦ, τουτέστι τὰ διαβήματα τῆς ψυχῆς, ἐν τῇ κατὰ Θεὸν ἔστησαν στάσει, παντὸς ὀλίσθου κρείττους γενόμενοι. Χώραν δὲ ζώντων τὴν ἐπουράνιόν φησι Ἱερουσαλὴμ, ἐν ᾗ οἱ κατὰ Θεὸν ἀγωνισάμενοι ὡς ἄρι στοι νικηφόροι ἀκούσονται τὸ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ. 27.473 ΨΑΛΜΟΣ ΡΙΕʹ. Ἀλληλούϊα. Ἐπίστευσα, διὸ ἐλάλησα. Εἰρηκώς· Ἐπίστευσα, διὸ ἐλάλησα, ὡς εὐαρεστήσας τῷ Κυρίῳ, ἐν ταῖς ἄνω παραγενόμενος μοναῖς, φησίν· ὡς οὐκ ἂν τοῦτον προσέφερε τὸν λόγον, εἰ μὴ θαῤῥήσας ἦν ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις· αἱ δὲ ἦσαν ἐλέους γέμουσαι· Μα κάριοι οἱ κλαίοντες νῦν, ὅτι αὐτοὶ χαρήσονται. Εἰ δὲ πλήρεις ἦσαν οἱ ὀφθαλμοὶ δακρύων, δηλονότι τὴν ἀγαλλίασιν ἐν ἐκείναις ἀπολήψονται ταῖς μοναῖς. Τὴν δὲ λέξιν ταύτην προσφέρει Κορινθίοις ὁ Παῦλος, Ἔχοντες, εἰπὼν, τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ, Ἐπίστευσα, διὸ ἐλάλησα. Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην· στόματι δὲ ὁμολο γεῖται εἰς σωτηρίαν· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Πνεῦμα πίστεως λέγων, ἤτοι τὴν ἕξιν τὴν ἀπ' αὐτῆς ἐγγινομένην, ἢ τὸ ἐπιχορηγούμε νον ἐκ Θεοῦ τῷ πίστιν ἔχοντι πνεῦμα. Συνᾴδει δὲ τῷ· Ἐπίστευσα, διὸ ἐλάλησα, τοιοῦτον καὶ τό· Ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε. Πρῶτον πιστεύει τις, εἶτα συνιεῖ, καὶ μετὰ ταῦτα λαλεῖ. Ὅτε δὲ, φησὶ, πιστεύσας ἐλάλησα μεγάλα, τότε μηδὲν ἐμαυτὸν ἰδὼν ἐταπεινώθην σφόδρα. Τοιοῦτον τὸ τοῦ Ἰωάννου πε ρὶ τοῦ Ἰησοῦ· Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Ἠλαττοῦτο γὰρ, οὐκ ἀποβαλών τι οὗπερ εἶχε μεγέθους· ἀντιπαραθέσει δὲ τῆς καθ' ὑπεροχὴν Χριστοῦ διδασκαλίας καὶ πολιτείας. Οὕτω νῦν τὸ, ἐτα
140