ἀποτίσεαι ἐλθὼν, ἤγουν πειραθῇς ἀμυντικῶς ἐκδικῆσαι τὰς βίας αὐτῶν. ἀλλὰ σὺ εἰ δύνασαί τινα ἀμύντορα μερμηρίξαι, φράζευ, (ῃερς. 257.) ὃς ἂν νῶϊν ἀμύνοι πρόφρονι θυμῷ· ὅ περ ἑρμηνεία ἐστὶ τοῦ, ἀμύντορα. καὶ οὕτω μὲν ὁ Τηλέμαχος. (ῃερς. 259.) Ὀδυσσεὺς δὲ λύων τὸ ἄπορον φησὶ μεγαληγόρως καὶ σεμνῶς· τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καὶ φράσαι, εἴ κεν νῶϊν, ἤγουν ἡμῖν, Ἀθήνη σὺν ∆ιῒ πατρὶ ἀρκέσει, ἠέ τιν' ἄλλον ἀμύντορα μερμηρίξω. (ῃερς. 263.) καὶ ὁ νεανίας φησίν· ἐσθλώ τοι τούτω γ' ἐπαμύντορε, τοὺς ἀγορεύεις, ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥς τε καὶ ἄλλοις ἀνδράσι κρατέουσι καὶ ἑξῆς. πρέπει δὲ πάντως ἐπὶ ἐνδόξων βοηθῶν λέγεσθαι τὸ, ἐσθλοί τοι οὗτοί γε ἐπαμύντορες, οὓς ἀγορεύεις. εἰ δὲ καὶ εἰς ἑνικὸν σχῆμα παρῳδηθῇ, ἐπιπρέπει ὁ πᾶς λόγος θεῷ, οἷον· ἐσθλός τοι οὗτος ἐπαμύντωρ, ὃν ἀγορεύεις, ὕψι περ ἐν νεφέεσσι καθήμενος, ὅς τε καὶ ἄλλοις ἀνδράσι τε κρατέει καὶ ἀθανάτοισιν. (ῃερς. 255.) Ὅρα δὲ τὴν ἔλλειψιν ἐν τῷ, μὴ πολύπικρα καὶ ἑξῆς. λείπει γὰρ τὸ σκόπει, ἢ σκέπου, ἢ δέδοικα, ἤ τι τοιοῦτον· ἵνα λέγῃ, ὅτι δέος ἐστὶ μὴ τίσεσθαι τοὺς κακοὺς προθέμενος πικρανθῇς αὐτός. (ῃερς. 256.) Ὅρα δὲ καὶ ὅτι τὸ ἀμύντωρ, ὃ καὶ ἡρμήνευσεν, ὡς ἐῤῥέθη, τρὶς ἐνταῦθα κεῖται κατὰ σχῆμα ἐπιμονῆς, καὶ ὅτι πάνυ καὶ πιθανῶς καὶ, ὡς ἐῤῥέθη, σεμνῶς, κατέστησεν ὁ ποιητὴς οὐκ ἀπίθανον εἶναι τὴν τῶν μνηστήρων πανωλεθρίαν εἰ θεὸς ἐπαμύνῃ, οἷα τοῦ παιδὸς μὲν ἀπορήσαντος, τοῦ δὲ Ὀδυσσέως φιλοσόφως λύσαντος. εἰ δὲ καὶ ἀόπλοις ἐκείνοις ἔνοπλοι οὗτοι ἐμπέσοιεν, καὶ μεθύουσι νήφοντες καὶ πάντῃ ἀνελπίστως καὶ οὐδὲ μόνοι οὗτοι οἱ δύο ἀλλὰ σὺν ἑτέροις τισὶν, ἐπίτασίς τίς ἐστι ταῦτα τῆς πιθανότητος. ὅτι δὲ πλάσει ὁ ποιητὴς καὶ αὐτὴν τηνικαῦτα παρεῖναι τὴν Ἀθηνᾶν, ἐκεῖ φανεῖται. (ῃερς. 267.) Ὅτι ἐπικουρίας ὑποσχετικὸν τὸ, οὐ μέντοι κεῖνοί γε πολὺν χρόνον ἀμφὶς ἔσονται φυλόπιδος κρατερῆς, ὁπότε ἡμῖν μένος κρίνηται Ἄρηος, ἤγουν ὅτε πολεμοῦμεν. συμβολικὸς δὲ ὁ λόγος καὶ οἷον αἰνιγματώδης διὰ τὸ ἀσαφές. (ῃερς. 269.) Ἔστι δὲ κρίνεσθαι μένος Ἄρεος, ὅτε σύμμιξις πολέμου γένηται. τότε γὰρ διακρίνεται τὸ τῶν μερῶν μένος καί πως διακεκριμένως οἱ τοιοῦτοι μίγνυνται, τὴν ἀρχὴν μὲν συμπλεκόμενοι, τῷ δὲ τέλει τῆς μάχης διακρινόμενοι ὅτε νίκη ἑτεραλκὴς γένηται. (ῃερς. 267.) Τὸ δὲ ἀμφὶς φυλόπιδος, ἀντὶ τοῦ, ἰδίᾳ καὶ χωρὶς καὶ πόῤῥω τῆς μάχης. (ῃερς. 270.) Ὅτι προεκτιθεὶς ἐνταῦθα σαφέστερον τὰ ἐφεξῆς ὁ ποιητὴς καὶ προθεωρῶν, ὅπως μεθοδεύσοι αὐτὰ, ποιεῖ τὸν Ὀδυσσέα λέγοντα τῷ υἱῷ, ὡς σὺ μὲν ἕωθεν ἐλθὼν οἴκαδε μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει. (ῃερς. 272. σθθ.) ἐμὲ δὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει, οὐκ ἐν τῷ νῦν σχήματι, ἀλλὰ πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι. εἶτα λαλεῖ τινὰ γυμναστικὰ εἰς 2.124 καρτερίαν καὶ τληπάθειαν, εἰπών· εἰ δέ μ' ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ τετλάτω ἐν στήθεσσιν, ὅ πέρ ἐστι περίφρασις τοῦ, σὺ δὲ τλῆθι κακῶς πάσχοντος ἐμοῖο, ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε, ἢ βέλεσι βάλλωσι, σὺ δ' εἰσορόων ἀνέχεσθαι, ἤτοι ἀνέχου. παύεσθαι μέντοι ἄνωγε ἀφροσυνάων μειλιχίοις ἐπέεσσι παραυδῶν, ὅ ἐστι παραινῶν. οἱ δέ τοι οὐχὶ πείσονται, δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ· τουτέστιν ἐγγὺς αὐτῶν ἵσταται ὄλεθρος ὁ ἀποκείμενος. εἶτα προσεπιβάλλει προεκθετικῶς καὶ ἑτέραν παραγγελίαν χρησίμην εἰς τὰ ἑξῆς, εἰπών· ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ὅ περ καὶ μετ' ὀλίγα ἐν ἑτέρᾳ παραινέσει ἀπαραποιήτως λέγει· ὁππότε ἂν πολύβουλος ἐνὶ φρεσὶ θήσει Ἀθήνη, νεύσω μέντοι ἐγὼ κεφαλῇ, σὺ δ' ἔπειτα νοήσας, ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται, ἐς μυχὸν ὑψηλοῦ θαλάμου κατάθες ἀείρας πάντα μάλα. μνηστῆρας δὲ μαλακοῖς ἐπέεσσι παρφάσθαι, ἤτοι παράφαθι, παραλόγισαι, εἴ πέρ σε μεταλλῶσι ποθέοντες· ἐκ καπνοῦ κατέθηκα, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει οἷα ποτὲ Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς. ἀλλὰ κατῄκισται ὅσον πυρὸς ἵκετ' ἀϋτμή. πρὸς δ' ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε θεὸς, μή πως οἰνωθέντες ἔριν στήσαντες ἐν ὑμῖν ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα καὶ μνηστὺν, ἤγουν τὴν τῆς Πηνελόπης μνηστείαν· αὐτὸς γὰρ