γεγόνατε πνευματικός· ἐνοικεῖ γὰρ ἐν ὑμῖν ὁ Κύριος. Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσι. Συστήσασθε ἑορτήν. Συνιέναι κελεύει τοὺς προσελθόντας τῇ πίστει, καὶ πληροῦν τὴν θείαν σκηνὴν, ὡς καὶ μέχρι τῶν κεράτων φθάνειν τοῦ θυσιαστηρίου διὰ τὸ πλῆθος. Πυκάζοντα δὲ τὰ χερουβίμ φησι, τὰ ἐπισκιάζοντα τὸ ἱλαστήριον· τοῦτο γάρ ἐστι τὸ, πυκάζουσι. Πυκάζειν γὰρ τὸ σκέπειν. Τὰ χερουβὶμ δὲ ἔσκεπον ταῖς πτέρυξι τὸ ἱλαστήριον. Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι. Ταύτην ἀναφέρειν τῷ Σωτῆρι Χριστῷ διδάσκονται τὴν φωνήν. Ἀλληλούϊα. ΡΙΗʹ. Ὑπόθεσις. Ἐν τούτῳ τῶν ἁγίων διαγράφει τὴν πολιτείαν, τοὺς ἀγῶνας, τὰς θλίψεις, τὰ σκάμματα, τὰς τῶν δαι μόνων ἐπαναστάσεις, τοὺς μυρίους ὑποβαλλομέ νους λογισμοὺς, τὰς παγίδας, τὰ θήρατρα· οὐ μὴν ἀλλὰ καὶ τὰ δι' ὧν περιγένωνται, τὸν νόμον, τὰ λό για, τὴν ὑπομονὴν, τὴν ἄνωθεν συμμαχίαν· ἔπειτα μετὰ τοὺς πόνους, βραβεῖα, τοὺς στεφάνους, τὰς ἀμοιβάς. Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ. Ὁ μηδαμῆ μηδα μῶς ἁμαρτάνων, οὗτος ἂν εἴη ἄμωμος καὶ μὴν καὶ μακάριος. Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Οὐ γὰρ δεῖ ποτὲ μὲν κατορθοῦν τὸν νόμον, ποτὲ δὲ παραβάτην γενέσθαι. Τί γὰρ κέρδος τοῦ ἐξερευνῆσαι τὰ μαρτύ ρια αὐτοῦ ἁπλῶς, καὶ ἐξ ὅλης δὲ καρδίας τὸν Θεὸν μὴ ἐκζητεῖν; Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Οὐκοῦν τὸν θεῖον νόμον οὐκ οἶδεν ὁ ἁμαρτάνων· τὸ γὰρ γινώσκειν ἐστὶ τὸ ἐργάζεσθαι αὐτόν. 27.481 Σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφό δρα. Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. Γνοὺς, ὡς τῆς ἄνωθεν ἐπικουρίας χωρὶς οὐ δυνατόν τινα φύλακα γενέσθαι τοῦ νόμου, εὐχῇ τοῦτο ἑαυτῷ κατορθοῖ· τὸ, ὄφελον, ἀντὶ τοῦ, γένοιτο, κεῖται. Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας. Μετὰ τὴν εὐχὴν καὶ τὸ ἀπὸ προαιρέσεως τίθησιν. Ἀρχὴ δὲ τῆς σωτηρίας ἡ ἐξομολόγησις. Μή με ἐγκαταλείπῃς ἕως σφόδρα. Πάλιν τὴν ἄνωθεν συμμαχίαν ἐπικαλεῖται. Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; Πολλῶν, φησὶν, ἐστὶν ἡ νεότης σκανδάλων μεστή. Πῶς οὖν τις ταῦτα ὑπερέβη, ἢ διὰ τοῦ ἔχειν τὴν μνήμην τοὺς τοῦ Θεοῦ λόγους διαπαντός; ἡ γὰρ ἔννοια τοῦ θείου νόμου καὶ καθαρτικὴ καὶ φυλακτικὴ πάντως ἐστίν. Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε. Εἰ ἡ μνήμη τοῦ Θεοῦ, φησὶ, τοὺς Σατανικοὺς ἐκδῦναι παρα σκευάζει βρόχους, ἐγὼ δὲ ἐμαυτοῦ ὅλην τὴν διάνοιαν ἀνέθηκά σοι τῷ Θεῷ· ἄξιός εἰμι τῶν σῶν ἔξω μὴ μέ νειν ἐντολῶν. Ἅ φησι, μὴ ἀπογνόημά τις ᾖ πρὸς ὅπερ ἐροῦμεν, ἐπιθυμίᾳ τῇ περὶ τὸν νόμον χρώμενοι, δέδωκε τὴν ἀσυνεσίαν· ἢ πολλοῖς τὴν σπουδὴν εἰς τοὐναντίον περιίστησι, καὶ ἐν οἷς δοκοῦσι κατορθοῦν ἐσφάλησαν, κατὰ τὸ λεγόμενον παρὰ Σολομῶνι· Ἔστιν ὁδὸς ἣ δοκεῖ παρὰ ἀνθρώποις ὀρθὴ εἶναι· τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου. Οὐκ οῦν ὅστις ἐξ ἡμισείας καρδίας τὸν Θεὸν ἐπιζητεῖ, νῦν μὲν αὐτῷ, νῦν δὲ τῷ κόσμῳ σχολάζειν βουλό μενος, τοῦτον ἀποβάλλει τῶν οἰκείων ἐντολῶν, ὡς στρατιώτην ἀδόκιμον. Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου. Εἰ μὴ γὰρ καθάπερ ἐν θησαυροῖς τις τῇ καρδίᾳ ἐναπο κλείσῃ τὰς τοῦ Θεοῦ ἐντολὰς, ἔρχεται ὁ κακοῦργος καὶ ἁρπάζει αὐτάς. Ἁμαρτάνει τῷ Θεῷ ὁ ἀξιωθεὶς λογίων ἀποῤῥητοτέρων, καὶ κρύπτεσθαι ἀπὸ τῶν πολλῶν ἀξίων, καὶ μὴ κρύπτων αὐτὰ ἀφ' ὧν δεῖ. Κίνδυνος γὰρ οὐ μόνον τὸ τὰ ψευδῆ λέγειν, ἀλλὰ καὶ τὸ τὰ ἀληθῆ, ἐπὰν ὅλως ἂ μὴ δεῖ ἀπαγγείλῃ τις· Οὐ γὰρ δεῖ τοὺς μαργαρίτας βάλλεσθαι ἔμπρο σθεν τῶν χοίρων, οὐδὲ διδόναι τὰ ἅγια τοῖς κυσίν. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Αἰσθόμενος τῆς ἑαυτοῦ προκοπῆς τῆς ἀπὸ τοῦ ἐν ὅλῃ καρδίᾳ ἐκζητῆσαι τὸν Θεὸν, εὐλογεῖ αὐτὸν, εὐχαριστῶν ἤδη ἐφ' οἷς ἠξιώθη· καὶ παρ' αὐτοῦ ζη τεῖ μαθεῖν τίνα νοῦν ἔχει τὰ δικαιώματα αὐτοῦ. Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρί ματα τοῦ στόματός σου. Ἃ μὲν ἐχρῆν κρύπτειν ἔκρυπτον, φησὶν, ἃ δὲ
143