ἀναγκαῖος ὁ φόβος τοῦ Θεοῦ ἐν πάσαις ἐντολαῖς· τούτου χάριν ἐφιστάναι αὐτῷ αὐτὸν εὔχεται τὸν Θεόν. Τὸ δὲ, Περίελε τὸν ὀνειδισμόν μου, μετὰ τὸ ἐπιστῆσαι ὥσπερ τινὰ φύλακα τῶν θείων νόμων. Καὶ περὶ ὧν ἤδη πρότερον συνέγνω ἑαυτὸν ὀνειδῶν ἐξομολο γεῖται. Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου. Ἐπεὶ δοῦλός σου τυγχάνων φοβοῦμαί σε, βούλομαι δὲ λο γικῶς καὶ κατὰ τὸν λόγον φόβον ἔχειν, στῆσον τὸ λόγιόν σου εἰς τὸν φόβον σου, τὸν ὄντα σὸν, οὐκ ἀφ' οὗ φοβῇ σὺ, ἀλλ' ἀφ' οὗ ἐγὼ φοβοῦμαί σε. Ἵνα μὴ δὲ ἄνευ λόγου φόβον, μηδὲ ἄνευ φόβου λόγον ἔχωμεν· ἵστησι δὲ ὁ Θεὸς τὸ λόγιον αὐτοῦ εἰς τὸν φόβον αὐ τοῦ, βεβαιῶν δι' ἀποδείξεως αὐτὸ τοῖς εὐλαβέσιν. Ὥσπερ γάρ τινές εἰσιν ἔχοντες ζῆλον, ἀλλ' οὐ κατ' ἐπίγνωσιν, οὕτως εἰσί τινες ἔχοντες φόβον Θεοῦ, ἀλλ' οὐ κατ' ἐπίγνωσιν. Περίελε τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα. Ποιήσας ὁ προφήτης ὡς ἄνθρω πος ἁμαρτίαν, παρακαλεῖ, ἐπεὶ ὁρᾷ τὸν ὀνειδισμὸν παρακολουθοῦντα ἐν τῷ θείῳ δικαστηρίῳ μετὰ τὴν ἀνάστασιν, καὶ λέγει τὸν προκείμενον στίχον. Οὐκ ἂν δὲ λέγοις τοῦτο λέγων· Περίελε τὸν ὀνειδισμόν σου. Ὅταν γὰρ ὀνειδίζομαι διὰ τὸν Χριστὸν, ἐκεῖνος ὁ ὀνειδισμὸς οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ Χριστοῦ· ὅταν δὲ ὀνειδίζομαι διὰ τὰς ἐμὰς ἁμαρτίας, καὶ μὴ μετα νοῶ, οὐκ ὀφείλω λέγειν· Περίελε τὸν ὀνειδισμόν μου ἀπ' ἐμοῦ, ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά. Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιο σύνῃ σου ζῆσόν με. Ἀμοιβὴν αἰτεῖ τὴν δικαίαν ζωὴν καὶ κατ' ἀρετὴν, οὐ μόνον φυλάξας τὰς ἐντο λὰς, ἀλλὰ καὶ ἐρωτικῶς περὶ αὐτὰς διακείμενος, καὶ οὐκ ἄλλων χάριν, ἀλλ' αὐτὰς καὶ δι' αὐτὰς ἐκτελῶν. Καὶ ἐπεὶ δικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, ὁ ἐν Υἱῷ ζῆσαι βουλόμενος τοῦτό φησι. 27.488 Καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου, Κύριε. Εἰ τοῦ σοῦ ἐλέους τύχω, φησὶ, τοῦτο δὲ τὸ ἔλεος διὰ τοῦ σωτηρίου σου γενήσεταί μοι, παῤῥησίαν ἕξω πρὸς τοὺς ὀνειδίζοντας καὶ ἐπανισταμένους μοι. Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. Ἐρῶ γὰρ, ὡς οὐκ ἄξιος ὀνειδίζεσθαι τὸν τὰ τοιαῦτα δόγματα ἔχοντα, ἅτινα γελῶσιν οἱ τῆς πίστεως ἀλλότριοι οἱ μωροί. Ἐγὼ δὲ συνέσεως ἀποδείξω καὶ σοφίας πεπληρω μένα. Ἀποκριθήσομαι δὲ λόγον, ἐπεὶ εἰς τοὺς λό γους σου ἐπήλπισα. Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα· ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. Μέχρι τῆς ἐσχάτης πνοῆς, φησίν. Ἐὰν ἀναξίως ὧν καλῶς λέγομεν βιώσωμεν, περιελεῖ τὸν λόγον τῆς ἀληθείας ἐκ τοῦ στόματος ἡμῶν ὁ Θεός. Καὶ φυλάξω τὸν νόμον σου διὰ παντός. Φύ λαξ, φησὶν, ἔσομαι τοῦ νόμου σου, οὐ ποτὲ μὲν κατ ορθῶν, ποτὲ δὲ οὔ· ἀλλὰ καὶ ἐν τῇ παρούσῃ ζωῇ, φησὶ, καὶ ἐν τῇ μελλούσῃ τοῦτον κατορθώσω. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων. Τοιοῦτος γέγονεν ὁ Παῦλος, τοιοῦτος ὁ Πέτρος, τοιοῦτος τῶν ἀποστόλων ὁ χορὸς καὶ τῶν μαρτύρων. Ἁρμόσει τοῦτο τῷ μάρτυρι τῷ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀγομένῳ διὰ Χριστόν· ἁρμό σει καὶ τοῖς ἀνοίγουσι τὸ στόμα ἐπὶ τῶν βασιλικῶν τὰς ψυχὰς ἁγίων. Αἰσχύνης γὰρ ἄξιος ὁ μὴ πρὸς τὸ εὐαγγελίζεσθαι δυνάμει πολλῇ ῥῆμα λαβὼν ἐκ Θεοῦ· ἡ γὰρ ἔννομος ζωὴ παῤῥησίας δημιουργός. Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγά πησα σφόδρα. Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου. Χεῖρας ἐνταῦθα τὰς πρακτικὰς ἐνεργείας εἶναί φησιν. Ἡ γὰρ πρᾶξις τέλος μελέτης ἐστὶν ἐντολῶν· μετὰ γὰρ ἀνάληψιν τοῦ τῶν ἐντολῶν Λόγου καλὸν τὸ ἐπᾶραι τὰς χεῖρας ἐπὶ τὰς τῶν ἐν τολῶν πράξεις· μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἀλλὰ καὶ διαθέσεως· καὶ μετὰ ταῦτα συνεχῶς περὶ αὐτῶν ἀδολεσχεῖν τε καὶ διαλέγεσθαι. Μνήσθητι τὸν λόγον σου τῷ δούλῳ σου. Καὶ ποῖος ὁ λόγος οὗ μνησθῆναι αὐτὸν ἀξιοῖ, ἣ τὸ εἶναι μετ' αὐτῶν, καθ' ἣν δέδωκεν αὐτοῖς ἐπαγγελίαν, ἥτις καὶ παράκλησις αὐτοῖς ἐν τοῖς διωγμοῖς ἐγί νετο; Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου. Οἱ ἑβδομήκοντα· ἀναζωώσεις με. Αὕτη τις ἡ ἐλπὶς, ἐγγινομένη μοι ἀπὸ τοῦ σοῦ λόγου, παρεκάλεσέ με, καὶ παρεμυθήσατό με, εἰς τό· εἴ ποτε περιστάσεις ἢ κίνδυνος, ἢ θανάτου δοκιμὴ, νόσος
145