145
κομητόπωλοι ὠνομάζοντο, ὅτι υἱοὶ γεγόνασιν ἑνὸς τῶν παρ' αὐτοῖς ἐπισήμων καὶ λεγομένων κομήτων. οἱ γὰρ ἐκ τοῦ βασιλείου γένους σφίσιν ἐπιλελοίπασι, μόνου περιλειφθέντος ἑνὸς τῶν παίδων τοῦ Πέτρου, φημὶ δῆτα τοῦ Ῥωμανοῦ, ὃς ἐκτομίας ἦν, τῶν δὲ τεσσάρων συγγόνων τῶν κομητοπώλων ὁ μὲν ∆αβὶδ τάχιστα τὴν ζωὴν ἐξεμέτρησεν, ὁ δέ γε Μωυσῆς τὰς Σέρρας πολιορκῶν λίθῳ βάλλεται καὶ θνήσκει εὐθύς. τὸν δ' Ἀαρὼν παγγενῆ τοῦ βίου ἐξήγαγεν ὁ ἀδελφὸς Σαμουήλ, ἢ τὴν ἀρχὴν ἑαυτῷ μόνῳ περιποιούμενον ἢ τὰ Ῥωμαίων αἱρούμενον (λέγεται γὰρ καὶ ἀμφότερα), ἑνὸς μόνου τῶν παίδων ἐκείνου περισω548 θέντος, ὃς Σφενδοσθλάβος καὶ Ἰωάννης διωνύμως ἐκέκλητο. καὶ ἡ τῆς Βουλγαρίας ἀρχὴ εἰς μόνον περιέστη τὸν Σαμουήλ, ὃς τῶν Ῥωμαϊκῶν στρατευμάτων τοῖς ἐμφυλίοις ἀσχολουμένων ἄδειαν εὑρηκὼς τὰ τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἑσπέρια ξύμπαντα περιῄει, οὐ ληιζόμενος μόνον, ἀλλὰ καὶ τὰς χώρας ἅμα καὶ τὰς πόλεις περιποιούμενος ἑαυτῷ. ἐπεὶ δέ, ὡς ἱστόρηται, τὴν τοῦ Σκληροῦ τυραννίδα ὁ βασιλεὺς ἀπεσείσατο, ὤργα πρὸς ἄμυναν τοῦ βαρβάρου καὶ δι' ἑαυτοῦ ἔδοξεν αὐτῷ τὴν ἐκστρατείαν ποιήσασθαι. ἔξεισιν οὖν μήτε τῷ μαγίστρῳ Βάρδᾳ τῷ Φωκᾷ, καίτοι δομεστίκῳ ὄντι τῶν σχολῶν τῆς ἀνατολῆς, περὶ τῆς πράξεως κοινωσάμενος μήτε μὴν ἑτέρῳ τῶν τῶν ἑῴων στραταρχούντων δυνάμεων. ἤδη δὲ πρὸς τὰ Βουλγάρων εἰσιὼν τὸν μάγιστρον Λέοντα τὸν Μελισσηνὸν κατόπιν ἐκέλευσεν εἶναι καὶ τὰς δυσχωρίας τηρεῖν· αὐτὸς δ' εἰσελθὼν τῇ πολιορκίᾳ τῆς Σαρδικῆς (αὕτη δ' ἐστὶν ἡ Τριάδιτζα) ἐπιχειρεῖν ἡτοιμάζετο. τῶν δυτικῶν δὲ ταγμάτων δομέστικος ὢν ὁ Κοντοστέφανος Στέφανος καὶ λογισάμενος ὡς εἰ εὐτυχηθείη τὰ τῆς στρατείας τῷ βασιλεῖ, οὐκ ἄν ποτε παύσαιτο δι' ἑαυτοῦ τοὺς πολέμους 549 διατιθέμενος, καὶ οὔτ' αὐτὸς οὔθ' οἱ λοιποὶ στρατιάρχαι ἔτι αὐτῷ λόγου πολλοῦ νομισθήσονται ἄξιοι, σφῆλαί οἱ διεμελέτησε τὴν ἐπιχείρησιν καὶ τὴν ὁρμὴν ἀνακόψαι. προσελθὼν οὖν φησι τὸν Μελισσηνὸν τυραννίδι ἐπιχειρεῖν καὶ ἀπιέναι σὺν ταχυτῆτι πρὸς τὸ Βυζάντιον τὴν βασιλείαν καθέξοντα· καὶ ἠξίου μὴ μέλλειν, ἀναζευγνύειν δὲ καὶ μὴ ὑπερτίθεσθαι. τοῦτο τὸν βασιλέα ἐτάραξε καὶ ἐπάνοδον ἐσήμανε τῷ λαῷ. ὁ δέ γε Σαμουὴλ ταῖς τῶν ὀρέων ἐμφιλοχωρῶν κορυφαῖς (οὐ γὰρ ἐθάρρει κατὰ συστάδην μαχέσασθαι) καὶ τὴν ἀθρόαν ἀναζυγὴν ἰδὼν δειλίαν ἔκρινε τὸ πραττόμενον καὶ ἔπεισι τοῖς Ῥωμαίοις καὶ τῷ ἀνελπίστῳ ἅπαντας κατεθρόησε καὶ εἰς φυγὴν ἔτρεψε· καὶ τῆς τε παρεμβολῆς ἐκράτησε καὶ τῆς σκηνῆς τῆς βασιλικῆς καὶ τῶν παρασήμων τῆς βασιλείας. ὁ δὲ βασιλεὺς μόλις εἰς Φιλιππούπολιν διασέσωστο κἀκεῖ τὸν Μελισσηνὸν εὑρηκὼς κατὰ τοῦ Κοντοστεφάνου ἐξώργιστο καὶ ὕβρεις κατέχεε τοῦ ἀνδρός. ὁ δὲ δυσανασχετῶν ἐτραχύνετο, καὶ ἀναζέσας ὁ βασιλεὺς τῷ θυμῷ ἀνέθορέ τε τοῦ θρόνου καὶ τῆς κόμης τοῦ Κοντοστεφάνου δραξάμενος καὶ τοῦ πώγωνος προσήραξε τὸν ἄνδρα τῇ γῇ. Ἐντεῦθεν οἱ τῶν δυνάμεων τῶν Ῥωμαϊκῶν προεξάρχοντες 550 μηνιῶντες τῷ βασιλεῖ, ὁ μὲν Φωκᾶς ὅτι αὐτῷ αἱ ἐλπίδες ὑπέρρεον καὶ τὸ τῆς παροιμίας ἐπὶ τὰ Μανδραβόλου ἐχώρουν, οἱ δὲ ὅτι ὑπερηφάνως αὐτοῖς προσεφέρετο καὶ οὐκ ἐκοινώνει σφίσι τῶν βουλευμάτων, οἱ δὲ δι' ἕτερ' ἄττα, ἐν τῷ Χαρσιανῷ συναθροίζονται καὶ τῷ Φωκᾷ Βάρδᾳ διάδημα περιέθεντο καὶ τῆς βασιλείας ἠξίωσαν. καὶ οἱ μὲν τὰ τῆς ἀποστασίας, ὡς αὐτοῖς ἐδόκει, εὖ διετίθεντο. Ὁ δὲ Σκληρὸς ἐν Βαβυλῶνι φρουρούμενος ἀνελπίστως ἐξάγεται τῆς φρουρᾶς. τῆς γὰρ τῶν Περσῶν ἀρχῆς καταλυθείσης ὑπὸ Σαρακηνῶν, ἀνήρ τις Πέρσης, Ἴναργος ὄνομα, λόγοις παρακινήσας τὸ Περσικὸν πείθει ἀποστατῆσαι τῆς τῶν Σαρακηνῶν δουλείας καὶ ὅπλα ἄρασθαι κατ' αὐτῶν, αὐτοῦ τοῦ Ἰνάργου στρατηγοῦντος αὐτῶν. πολλάκις μὲν οὖν ὁ Χοσρόης τοῖς Πέρσαις ἀντηγωνίσατο, τοσαυτάκις δ' ἡττήθη ὁσάκις σφίσι προσέμιξε· καὶ ἀπογνοὺς πρὸς τοὺς ἐμφρούρους καταφεύγει Ῥωμαίους καὶ ἀνίησι μὲν αὐτοὺς τῆς εἱρκτῆς, διαλέγεται 551 δὲ τῷ Σκληρῷ περὶ τοῦ πολέμου καὶ μὴ μνησικακῆσαι τῆς κακώσεως αὐτῷ ἀξιοῖ. ὁ δὲ πρότερον μὲν παρῃτεῖτο τὸν πόλεμον,