χαλεπὴ, ἢ ἀπώλεια τῶν ὑπαρχόντων, ἢ διωγμοῦ, ἢ εἴ τι δή ποτε τῶν νομιζομένων χαλεπῶν κατελάμβανέ με, ἡ ἐπὶ σὲ ἐλπὶς παράκλησίς μου ἦν. Ὅτι τὸ λόγιόν σου ἔζησέ με. Οὐδὲν ἄλλο ποιεῖ ζῇν λογικὴν ψυχὴν τὴν ἑαυτῆς ζωὴν ὡς τὸ λόγιον τοῦ Θεοῦ. Καθ' ὃ γὰρ αὔξει τὸ λόγιον τοῦ Θεοῦ, καὶ νοούμενον καὶ παρα λαμβανόμενον εἰς τὴν τοῦ ἀνθρώπου ψυχὴν, κατὰ τοῦτο αὔξεται καὶ τὰ τῆς ζωῆς. Ταῦτα δέ ἐστι τὸ 27.489 σὺν ἀρετῇ ζῇν ἐνταῦθα μετὰ ταῦτα δὲ καὶ τὴν αἰώνιον δίδωσι ζωήν. Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. Ἐν αὐτῷ γὰρ ἐπο λιτευόμην τηρῶν τὸ ἡγεμονικόν μου, ἵνα μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ μου ἀνόμιμον. Ἐκείνων γὰρ λίαν παρανομούντων, οὐδὲ κατὰ μικρὸν ἐγὼ τὸν νόμον σου παρέβαινον. Ἐμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶνος, Κύριε, καὶ παρεκλήθην. Μεμνημένος γὰρ τῶν ἀπ' αἰῶνος καὶ ἕως αἰῶνος ἀποδοθησομένων ἑκάστῳ, παρακαλεῖται καὶ ἄλυπος ὁ δίκαιος μένει λέγων· Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ὧν ἐποίησας πά λαι τοῖς ἀδικοῦσι τὸν Ἰσραὴλ, μνημονεύσας κριμά των, παρεκλήθην· εἰδὼς, ὡς οὐδὲ αὐτὸς ἐν τοῖς διω γμοῖς ἐγκαταληφθήσομαι, καὶ ὡς πάντα κατὰ Θεοῦ κρίσιν τοῖς ἀνθρώποις συμβαίνει. Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκα ταλιμπανόντων τὸν νόμον σου. Ἐπὶ τῶν ἁμαρτω λῶν, οἱ μὲν ἀνόμως ἁμαρτάνουσι, τῷ μηδὲ τὴν ἀρ χὴν πειρασθῆναι νόμων· οἱ δὲ ἐν νόμῳ, τῷ παρα βαίνειν αὐτόν. Καὶ μετ' ὀλίγα· Εἴ τι γὰρ πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· καὶ ἐὰν δοξά ζηται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Καὶ ἐπὶ τοῖς ἀδελφοῖς οὖν ἡμῶν τοῖς ἁμαρτάνουσι, λυπεῖσθαι καθήκει, ὅτι τοιοῦτοί εἰσι, καὶ οὕτω διακεῖσθαι κατὰ τὸν ἅγιον τοῦτον. Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. Τόπον παροικίας τὸν παρόντα βίον φησί· κατὰ τό· Εἰδότες, ὅτι ξένοι καὶ παρεπί δημοι ἦσαν ἐπὶ τῆς γῆς. Ἐν ᾧ εὐρύθμως εὐφραι νόμην λέγων τὰ δικαιώματά σου· τοῦτο μὲν θεωρῶν, τοῦτο δὲ πράττων αὐτά. ∆ιελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. Ἐπειδὴ πᾶσαν τὴν γνώμην εἰς τὰς σὰς, φησὶν, ἀνέθηκα ἐν τολὰς, τούτου χάριν τῶν μαρτυρίων ἐπορεύθην τὴν ὁδόν. Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην. Εἰδὼς τὸ εἰ ρημένον· Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· καὶ τοῦτο μελετῶν διαπαντὸς ἐν ταῖς ἐφόδοις οὐκ ἐταραττόμην, ἅτε μεμελετηκὼς αὐτὰς φέρειν γενναίως. Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι. Καὶ τίνα ἦν τὰ σχοινία, ἢ οἱ πονηροὶ λογισμοὶ, δι' ὧν τῆς κατὰ Θεὸν στάσεως ἐπεχείρουν καταβαλεῖν; Μεσονύκτιον ἐγεγειρόμην τοῦ ἐξομολογήσασθαί σοι. Οὐ γὰρ μεθ' ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ, κατ' αὐτὸ τῆς νυκτὸς τὸ μεσαίτατον, ἐν ᾧ μετὰ πλείονος ἡδονῆς ὁ ὕπνος τοῖς ἀνθρώποις ἐπέρχεται, ὑμνῶν σε διετέλουν, καὶ τὰς δικαίας σου ψήφους ἀνηυφήμουν. Τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος μετὰ τοῦ Σίλα πεποίηκε, καὶ τὸν πόδα κἀκεῖ προσδεδεμένος, μετὰ αἰκίας καὶ μάστιγος τῇ προσευχῇ τὴν ὑμνῳδίαν 27.492 ἐκέρασε, καὶ τῆς καλῆς ἀγρυπνίας ἐτρύγησε τὸν καρ πόν. Τῆς θείας γὰρ φιλοτιμίας ἀπέλαυσεν. Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε. Ὁ μὲν τέλειος Χριστοῦ ἂν εἴη μέτοχος, κατὰ τὸ εἰρημένον· Μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν. Ὁ δὲ παρὼν, ὡς εἰσαγόμενος, τῶν φοβουμένων τὸν Κύριον μέτοχον ἑαυτὸν εἶναι λέγει· οὐχ ἁπλῶς δὲ τῶν φοβουμένων, ἀλλὰ τῶν διὰ τὸ φοβεῖσθαι φυλασ σόντων τὰς ἐντολὰς τοῦ Θεοῦ. ∆εῖγμα δὲ τοῦ θείου φόβου ἡ τῶν ἐντολῶν φυλακή. Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ. Τὰ δι καιώματά σου δίδαξόν με. Προφητικῶς τὰ ἐσόμενά φησιν, ὡς ἔσται πᾶσα ἡ γῆ πλήρης τῶν φοβουμένων τὸν Κύριον. Καὶ οὐκ ἐξ ἑτέρας φησὶ τοῦτο χρείας γε νήσεται ἢ ἐκ τοῦ σοῦ ἐλέους· καὶ αὐτὸς γὰρ τοῦτο ἐλεητικῶς ποιεῖς, ἐπιδιδοὺς ἑαυτὸν τῶν ἀνθρώπων εἶναι διδάσκαλον. Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε. ∆ιδάσκεται ὁ τὰ θεῖα λόγια πεπαιδευμένος μὴ ἀναισθήτως ἔχειν τὰς τοῦ,
146