146
εἶτ' ἐγκειμένου τοῦ Βαβυλωνίου κατανεύει μέν, σὺν μόνοις δὲ τοῖς Ῥωμαίοις ὑπέσχετο τὸν πόλεμον ὑπελθεῖν. καὶ ἠρευνῶντο τοίνυν τὰ δεσμωτήρια, καὶ ὅσοι εὕρηντο ἐν αὐτοῖς Ῥωμαῖοι, ἐξήγοντο καὶ ὡπλίζοντο· καὶ ὡσεὶ τρισχίλιοι συνηθροίσθησαν, οὓς παρειληφὼς ἐχώρησε κατὰ τῶν Περσῶν καὶ συμβαλὼν νικᾷ· ἀναζεῦξαι δὲ πρὸς τὸν Χοσρόην οὐκέτ' ἔκρινεν οὔτ' αὐτὸς οὔθ' οἱ μετ' αὐτοῦ· ἐδεδοίκεσαν γὰρ μὴ καὶ αὖθις αὐτοὺς καθείρξει ὁ βάρβαρος, καὶ μᾶλλον ὅτι ἐν πείρᾳ γέγονε τῆς αὐτῶν γενναιότητος. εἴχοντο γοῦν τῆς φυγῆς, καὶ ὁ Χοσρόης πλῆθος εἰς αὐτῶν ἐπιδίωξιν ἔστειλε· καὶ οἱ σταλέντες κατειληφότες τοὺς φεύγοντας, ἐκείνων ὑπάρχοντες πολλαπλάσιοι, μείους τῶν φευγόντων ἀποδρᾶναι δεδύνηντο, τῶν ἄλλων ἐκεῖ πεσόντων καὶ Ῥωμαϊκαῖς δαμέντων χερσίν. Ὁ μὲν οὖν Σκληρὸς καὶ οἱ σὺν αὐτῷ ἐς τὰ Ῥωμαίων ἐπανεληλύθεσαν ὅρια. μαθὼν δὲ καὶ τὸν Φωκᾶν ἤδη βασιλειῶντα καὶ τυραννίδος ἀρξάμενον, ἀπονενεύκει πρὸς τὸν Φωκᾶν, κοινωνὸς ἀξιῶν εἶναι καὶ τοῦ πολέμου καὶ τῆς βασιλείας αὐτῆς. ὁ δὲ καὶ τὴν κοινοπραγίαν ἐδέξατο, καὶ εἰ τῶν ἐφέσεων τύ552 χοιεν, ἑαυτῷ μὲν τὴν βασιλίδα τῶν πόλεων ἀπένεμε καὶ τῶν πλειόνων ἐθνῶν καὶ χωρῶν τὸ κράτος, τῷ δὲ Σκληρῷ προσεκλήρου τὴν Ἀντιόχειαν τήν τε Κοίλην Συρίαν καὶ Φοινίκην καὶ Παλαιστίνην καὶ Μεσοποταμίαν καὶ τὰς συνθήκας ὅρκοις καθ' ἱερῶν ἐμπεπέδωκεν. ἐπὶ τούτοις τεθαρρηκὼς ὁ Σκληρὸς πρόσεισι τῷ Φωκᾷ. ὁ δ' ἐντὸς ἀρκύων τοῦτον λαβὼν ἀφαιρεῖται μὲν αὐτοῦ τὸ σχῆμα δὴ τὸ βασίλειον, καθείργνυσι δὲ καὶ φρουρὰν αὐτῷ περιίστησιν. ὑφ' ἑαυτὸν δὲ καὶ τὴν σὺν ἐκείνῳ στρατιὰν ποιησάμενος τοῦ τυραννεύειν εἴχετο κραταιότερον. ὁ μέντοι Σκληρὸς προμηθευόμενος ἑαυτῷ πρὸς τὸ μέλλον ἐξ ἀποτυχίας σωτηρίαν τινά, πρὸ τοῦ κατασχεθῆναι πρὸς τοῦ Φωκᾶ τὸν υἱὸν Ῥωμανὸν λάθρᾳ φυγεῖν παρεσκεύασεν, ὡς αὐτομολοῦντα τῷ βασιλεῖ· ὃς καὶ περιχαρῶς παρὰ τοῦ κρατοῦντος ἐδέχθη καὶ μάγιστρος ἐτιμήθη εὐθύς. Ὁ Φωκᾶς δὲ ἀπόμοιράν τινα τῆς στρατιᾶς ὑπὸ τὸν πατρίκιον τάξας τὸν ∆ελφινᾶν εἰς τὴν ἀντικρὺ τῆς βασιλίδος ἐκπέμπει Χρυσόπολιν, αὐτὸς δὲ σὺν τῇ λοιπῇ δυνάμει ἀφίκετο πρὸς τὴν Ἄβυδον. τῷ μέντοι ∆ελφινᾷ ἐστρατοπεδευκότι κατὰ Χρυσόπολιν αἰφνίδιον ἐπῆλθεν ὁ βασιλεὺς μετὰ λαοῦ Ῥωσικοῦ 553 (κῆδος γὰρ πρὸς Βλαδιμηρὸν τὸν ἄρχοντα τούτων ἐπὶ Ἄννῃ τῇ ἀδελφῇ αὐτοῦ θέμενος συμμαχικὸν ἐκεῖθεν ἐδέξατο) καὶ ῥᾷον τῶν ἐναντίων ἐκράτησε καὶ αὐτὸν τὸν ∆ελφινᾶν χειρωσάμενος ἀνεσκολόπισεν. εἶτα πρὸς τὴν Ἄβυδον ἄπεισι μετὰ τοῦ ἀδελφοῦ Κωνσταντίνου· καὶ ἤδη ἀντιμέτωπα ἔστησαν τὰ ἐναντία στρατεύματα, καὶ τοῦ μὲν οἰκείου προετέτακτο ὁ Φωκᾶς, τὸ δ' ἀντίμαχον ὁ βασιλεὺς Βασίλειος ἔφιππος περιιὼν παρεθάρρυνεν· ὃν ὁ Φωκᾶς θεασάμενος κατ' αὐτοῦ τὸν ἵππον ἐλαύνει, ὅλην ἐκείνῳ τὴν ἡνίαν ἐνδεδωκώς, κρίνας, ὡς εἰ ἐκεῖνον καταβαλεῖ, ἔσεται τὸν ἀγῶνα νενικηκώς. ἀλλ' οὔπω τῶν οἰκείων προεληλύθει πολύ, καὶ οἱ μὲν αὐτὸν ἐκκυλισθῆναι τοῦ ἵππου φασίν, οἱ δὲ εἴς τινα λόφον ἐκκλῖναι καὶ ἀποβάντα τοῦ ἵππου ἐκταθῆναι κατὰ γῆς καὶ εὐθὺς αὐτὸν τὸ πνεῦμα λιπεῖν. οἱ μὲν οὖν πληγῆναι παρά του καιρίαν τὸν ἄνδρα ἔλεγον. καὶ ὁ βασιλεὺς δὲ Κωνσταντῖνος ἑαυτῷ τὴν ἀναίρεσιν ἐκείνου ἐπεφήμιζε· τοῦτο δ' ἦν λόγος ἄλλως· οὐδὲ γὰρ τετρωμένον αὐτοῦ τὸ σῶμα εὕρητο οὐδαμῇ. οἱ δὲ φαρμάκῳ δηλητηρίῳ ἐδόξαζον κατερ554 γασθῆναι αὐτόν, ὃ καὶ μᾶλλον ἔδοξε πιθανώτερον· τό γέ τοι φάρμακον ἡτοιμάσατο μὲν ὁ Βασίλειος, προσέφερε δὲ τῷ Φωκᾷ ὁ τούτῳ οἰνοχοεύων, παρὰ τοῦ βασιλέως ὑποκλαπείς. πεσόντος δὲ τοῦ Βάρδα τὸ μετ' αὐτοῦ στράτευμα διεσκέδαστο, καὶ οἱ μὲν ἐκτείνοντο καταλαμβανόμενοι, οἱ δ' ἐζωγροῦντο καὶ συσχεθέντες κατὰ τὸ δόξαν τῷ βασιλεῖ ἐκολάσθησαν. Ὁ δὲ ἀλλοιότερος ἦν ἢ τὸ πρότερον· σοβαρός τε γὰρ ἐγεγόνει καὶ τὸ ἦθος ὑποκαθήμενος καὶ πάντας ὑπώπτευε καὶ τὴν ὀργὴν ἐτύγχανεν ἀπαραίτητος. καὶ οὐ τοῖς ἄλλοις μόνον τὸ σοβαρὸν ἐπεδείκνυτο, ἀλλὰ μὴν καὶ τῷ παρακοιμωμένῳ αὐτῷ ἤχθετό τε τἀνδρὶ καὶ εἰς ἑαυτὸν ἔσπευδε μετενεγκεῖν τὴν τῶν πραγμάτων διοίκησιν. καὶ