Θεοῦ εὐεργεσίας. Οὐ γὰρ ἄλλως ἀπήλλακτο μὲν τῆς ἁμαρτίας, κατηρίθμητο δὲ ἐν δούλοις Κυρίου, εἰ μὴ θεία τις χάρις τούτων αὐτῷ αἰτία γέγονεν. Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα. ∆ιὰ τὰς προτέρας μου, φησὶ, πραχθείσας ἁμαρτίας παραδοθεὶς, ἐταπεινώθην, κρίσει δικαίᾳ τοῦ Θεοῦ τοῦτο παθών. Οὗ δὴ καὶ χάριν παιδείᾳ παραδοθεὶς, δέομαι διδασκαλίας ὡς ἂν γνῶ, ὅτι ἡ ταπείνωσις ἡ γενομένη μοι κατὰ χρηστότητα καὶ παιδείαν ἐγένετο. Χρηστὸς εἶ σὺ, Κύριε. Ὁ δίκαιος ἐπὶ πᾶσι, κἂν ᾖ πικρὰ τὰ συμβαίνοντα, λέγει τῷ Θεῷ· Χρηστὸς εἶ σύ. Τοιοῦτον καὶ τό· Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ. Καὶ ἐν τῇ χρηστότητί σου δίδα ξόν με τὰ δικαιώματά σου. Καὶ δεῖται τὸ χρηστῷ Θεοῦ διδαχθῆναι· ὅτι χρηστὰ τὰ δικαιώματα τοῦ Θεοῦ πρὸς τὴν ἀξίαν ἑκάστου γινόμενα· ἐφ' οἷς λέγειν ἄξιον· Ἐδικαιώθη τὰ κρίματά σου, ὁ Θεός. Ἐπληρώθη ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων. Ἐπὶ τοσοῦτον, φησὶν, ἤλασαν ὑπερηφανίας, ὡς γενέσθαι τὴν καρδίαν ἐν αὐτοῖς. Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν. Τοῖς πονηροῖς καὶ μοχθηροῖς πειρασμοῖς παραδοθήσῃ βίῳ καὶ πολιτείᾳ ταπεινοῦσι, καὶ δι δάσκουσιν ὑποπιάζειν τὸ σῶμα καὶ δουλαγωγεῖν, καὶ μὴ ὁδεύειν τὴν πλατεῖαν καὶ εὐρύχωρον τὴν τῶν ὑπερηφάνων, ἀλλὰ τὴν στενὴν καὶ τεθλιμμένην· λεπτὴ μὲν γὰρ ἡ τῶν ἁγίων, πίων δὲ ἡ τῶν ὑπερ ηφάνων καρδία. Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Ὡσεὶ ἔλεγεν· Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἄξιος ὀφθῆναι τῶν σῶν δικαιωμάτων, ζητῶν ἅπερ οὐκ ἔστιν ἄλλως μα θεῖν. Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Ὅσης ἠξίωται ἄνθρωπος διδάσκεται εἰσαγόμενος. Αἱ χεῖρές σου ἐποίησάν με. Ἕτερον ἀξίωμα τὸ 27.493 δεκτικὸν αὐτὸν εἶναι καὶ χωρητικὸν τῆς αὐτοῦ δια νοίας. Συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου. Τῇ ἐπὶ τῆς ποιήσεως εὐχαριστίᾳ λίαν ἀκολούθως ἡ τῆς νοητικῆς δυνάμεως τῆς συνιέναι ποιούσης τὰς ἐντολάς. Οἱ φοβούμενοί σε, ὄψονταί σε, καὶ εὐφρανθήσον ται. ∆ιδάσκει, ὡς οὐκ αὐτὸς μόνος καθέξει τὸ χά ρισμα, φθάσει δὲ καὶ εἰς πάντας τοὺς φοβουμένους τὸν Κύριον. Τοῖς γὰρ εὐσεβέσι μόνοις ἐστὶν ἡδὺς, αἰσθητῶς δὲ ὁραθεὶς καὶ κατὰ τὸν λόγον καὶ κατὰ τὰ νοήματα τῆς σοφίας ἣν ἔχει· τοῖς δὲ ἄλλοις βαρύς ἐστι καὶ βλεπόμενος. Ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ, διὰ τοῦτο δέ φησιν· Εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου. ∆ιδασκόμεθα, ὡς πάντα ἡμῖν ὁ Θεὸς δικαίως ἐπιφέ ρει· ὥστε ἀναγκαῖον μὴ ὀλιγωρεῖν ἡμᾶς ἐν ταῖς παιδείαις, προσπίπτειν δὲ μᾶλλον, καὶ ἐκ τῆς τοῦ νόμου φυλακῆς τὸν ἔλεον ἐξαιτεῖν. Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με. Ἔλεος τοῦ Πατρὸς ὁ Υἱὸς, ὃς καὶ παρεκάλεσεν ἡμῶν τὰς καρδίας τυραννουμένας ὑπὸ τοῦ Σατανᾶ. Ἢ καὶ οὕτως· ∆έομαι κατὰ τὸν σὸν Λόγον ἐμοὶ τῷ δούλῳ σου ἐπὶ παρακλήσει καὶ παραμυθίᾳ τὸ ἔλεός σου γενέσθαι. Πολλοὶ γὰρ παρακλήσεως τυχόντες ἀπατῶνται, ὡς ἐξ ἰδίας φρονήσεως τοῦτ' ἐσχηκέναι. Ὅπως μὴ ὡσαύτως τούτοις πλανηθῶ, ἐμοὶ τῷ δούλῳ σου τὸ ἔλεός σου, κατὰ τὸ λόγιόν σου, γενέσθω. Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι. Ὥσπερ ὑπέσχου, φησὶ, τὴν παράκλησιν οὕτως ποίησον, τοὺς σοὺς οἰκτείρων οἰκέτας. Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνό μησαν εἰς ἐμέ. Εἰ τύχοιμι, φησὶ, τῆς παρὰ σοῦ βοηθείας, τότε οἱ πονηροὶ δηλαδὴ δαίμονες καὶ ἄνθρωποι τῆς ἀληθείας ἐχθροὶ αἰσχυνθήσονται. Ἐγὼ δὲ, ἐκείνων αἰσχυνομένων, οὐκ ἐπαρθήσομαι· ἀλλ' ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω. Ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε. Τῆς παρὰ τῶν σῶν οἰκετῶν διδασκαλίας τύχοιμι. Ἔστα. δὲ τοιαύτη, οἷα καὶ ἐπιστρέφειν εἰδυῖα ψυχὰς, διὰ τὸ πλουτεῖν τὸν φόβον τὸν σόν. Γενηθήτω ἡ καρδία μου ἄμωμος. Οὐκ ἂν μετὰ τοσαῦτα ἔχων καρδίαν ἄμωμον ἔλεγε· Γενηθήτω ἡ καρδία μου ἄμωμος. Τούτῳ παραπλήσιον· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Τότε γὰρ μόνον οὐκ αἰσχυνθήσομαι, ὅταν ἀμώμως τὰς τοῦ Θεοῦ φυ λάξω ἐντολάς. Ἐκλείπει εἰς τὸ
147