148
τούτων λαβὼν ἐπανέζευξεν. ἀλλὰ ταῦτα μὲν εἶχον οὕτως. Τοῦ δὲ πατριάρχου Νικολάου τοῦ Χρυσοβέργη ἐπ' ἔτεσι δυοκαίδεκα καὶ μησὶν ὀκτὼ τῇ ἀρχιερωσύνῃ ἐνδιαπρέψαντος, εἶτα τὸν βίον ἐκλελοιπότος, ὁ μάγιστρος Σισίννιος, ἀνὴρ λόγοις ἐντεθραμμένος, προχειρίζεται πατριάρχης. καὶ τούτου δὲ ἐπὶ τρεῖς ἐνιαυτοὺς τὴν ἐκκλησίαν ἰθύναντος καὶ θανόντος, Σέργιος κεχειροτόνητο πατριάρχης, ὃς καθηγεῖτο μὲν τῆς τοῦ Μανουὴλ μονῆς, τῷ πατριάρχῃ δὲ Φωτίῳ κατὰ γένος προσήκων ἐτύγχανε. Τοῦ Σαμουὴλ δὲ τοῦ τῶν Βουλγάρων ἐξάρχοντος οὐ τὰ Θρᾳκῶν οὐδὲ τὰ κατὰ Μακεδονίαν μόνα ληιζομένου, ἀλλὰ καὶ τὴν Ἑλλάδα καὶ αὐτὴν δέ γε τὴν Πελοπόννησον, τὸν μάγιστρον Νικηφόρον τὸν Οὐρανὸν ἐκπέμπει ὁ βασιλεύς, τῆς δύσεως ἄρχοντα, ὃς παρὰ τῷ Σπερχειῷ ποταμῷ τοῦ Σαμουὴλ κατεσκηνω559 μένου παρὰ τῇ ἀντικρὺς ἠπείρῳ ηὐλίσατο. ὅτι δ' ὗσε τότε πολλὰ καὶ ὁ ποταμὸς ἐντεῦθεν ἄπλωτος ἦν, ἀνέλπιστος ἐδόκει τῷ Σαμουὴλ ἡ τῶν Ῥωμαίων ἐπέλευσις. ὁ Οὐρανὸς δὲ νυκτὸς ἀνερευνήσας καὶ κατά τινα τόπον βατὸν κατανοήσας τὸν ποταμόν, διαβαίνει τοῦτον ἡσύχως μετὰ τῆς στρατιᾶς καὶ ἀφροντιστοῦσιν ἐμβάλλει τοῖς περὶ τὸν Σαμουήλ. καὶ τῷ ἀδοκήτῳ καταπλαγέντες οἱ βάρβαροι ἔπιπτον μηδὲ χεῖρας ἀνταίροντες, καὶ τῷ Σαμουὴλ δὲ καὶ τῷ ἐκείνου υἱῷ Ῥωμανῷ πληγαὶ ἐπηνέχθησαν, καὶ ἑάλωσαν ἄν, εἰ μὴ τοῖς νεκροῖς συνανεμίχθησαν σώμασι, καὶ οὕτω λαθόντες διέφυγον. Εἶτα καὶ ὁ βασιλεὺς ἐξεστράτευσε κατὰ τῶν Βουλγάρων καὶ τῶν ἐν Σαρδικῇ φρουρίων καταστρεψάμενος ἔνια ἐπανῆλθεν εἰς Μοσυνούπολιν. εἷλε δὲ καὶ τὴν μεγάλην Περσθλάβαν καὶ τὴν μικρὰν καὶ τὴν Πλίσκοβαν διὰ στρατηγῶν. καὶ ἡ Βέρροια δὲ παρεδόθη αὐτῷ παρὰ τοῦ ∆οβρομηροῦ, προσχωρήσαντος τοῖς Ῥωμαίοις. τὰ μέντοι Σέρβια πολιορκίᾳ ἑάλω καὶ ὁ τὴν αὐτῶν φυλακὴν ἐμπεπιστευμένος Νικόλαος, ὃν Νικολιτζᾶν ὡς 560 βραχὺν τὴν ἡλικίαν ὠνόμαζον· ὃς καίτοι πατρίκιος τιμηθεὶς ἀπέδρα πάλιν καὶ πρὸς τὸν Σαμουὴλ ἀπελήλυθεν. εἶτ' αὖθις κατὰ Βιδίνης ὁ βασιλεὺς ἐξεστράτευσε καὶ τὴν πόλιν αἱρεῖ. ἐν ὅσῳ δὲ ταύτην ἐπολιόρκει ὁ βασιλεύς, ἔπεισιν ὁ Σαμουὴλ τῇ Ἀδριανουπόλει ἀθρόον καὶ πανηγύρεως ἐκτὸς τελουμένης τάς τε ἐμπορίας λείαν πεποίητο καὶ αἰχμαλώτων πλῆθος λαβὼν ὑπενόστησε. τὴν Βιδίνην δὲ ὑφ' ἑαυτὸν ὁ βασιλεὺς ποιησάμενος καὶ ἐπανερχόμενος κατέλαβε παρὰ τῷ Ἀξιῷ ποταμῷ τὸν Σαμουὴλ αὐλιζόμενον· ὁ Βαρδάριος οὕτως παρὰ τοῖς παλαιοῖς ὠνομάζετο. πολλοῦ δὲ τοῦ ποταμοῦ ῥέοντος ἀμελῶς οἱ βάρβαροι κατεσκήνωντο· οὐ γὰρ ἄν ποτε δυνηθῆναι διαβῆναι τὸν ποταμὸν ἤλπιζον τὸ Ῥωμαϊκὸν σύνταγμα. πόρου δὲ γνωσθέντος δι' αὐτοῦ ὁ βασιλεὺς διέβη καὶ τὸ στρατόπεδον, καὶ πολλοὶ μὲν τῶν Βουλγάρων ἀπώλοντο, ὁ δὲ Σαμουὴλ διέδρα, τῆς τούτου σκηνῆς καὶ τῆς παρεμβολῆς ἁπάσης διαρπαγείσης. καὶ τὴν πόλιν δὲ τῶν Σκοπίων ὁ βασιλεὺς παρειλήφει, δοθεῖσαν αὐτῷ παρὰ Ῥωμανοῦ τοῦ υἱοῦ Πέτρου τοῦ ἄρξαντος τῶν Βουλγάρων, ᾧ ἡ ταύτης φυλακὴ παρὰ τοῦ Σαμουὴλ ἐμπεπίστευτο. 561 Εἶτα εἰς τὴν Κωνσταντίνου ἐπανελθὼν ἐδογμάτισε τὰς τῶν ἀπολωλότων ταπεινῶν συντελείας εἰσπράττεσθαι ἐκ τῶν δυνατῶν· τοῦτο δ' ἐκλήθη ἀλληλέγγυον. πολλῶν δὲ περὶ τούτου δεηθέντων καὶ αὐτοῦ τοῦ πατριάρχου Σεργίου, ὡς ἂν ἡ ἄδικος αὕτη σχολάσῃ καὶ παράλογος εἴσπραξις, ἦν ὁ βασιλεὺς ἀμετάπειστος. τῷ χρόνῳ γὰρ καὶ ταῖς νίκαις ἁπάντων κατεπαρθεὶς ὑπεροπτικὸς πρὸς πάντας ἐδείκνυτο καὶ οὐκ εὐνοεῖν αὐτῷ, φοβεῖσθαι δ' ἐβούλετο τὸ ὑπήκοον, καὶ τό τε στρατιωτικὸν τό τε πολιτικὸν οὐ πρὸς τὸ κρατῆσαν ἔθος, ὃ καὶ νόμον δοκεῖν τοῖς νομοθέταις τεθέσπισται, διεξάγειν ἤθελεν, ἀλλὰ πρὸς τὴν οἰκείαν κρίσιν καὶ τὸ θέλημα ἑαυτοῦ. διὸ οὐδὲ τῶν λογίων ἀνδρῶν ἐπεστρέφετο, ἀλλὰ καὶ τοὺς λόγους ἥγητο περιττόν τι χρῆμα καὶ οὐκ ὀνήσιμον· ὅθεν ἄνδρας ἀπολεξάμενος ἑαυτῷ οὔτε τῷ γένει οὔτε μέντοι ἐν λόγῳ τὸ ἐπίσημον ἔχοντας ἐκείνοις τάς τε βασιλείους ἐπιστολὰς ἐνεχείρισε καὶ ἐκοινώνει τῶν βουλευμάτων, καὶ αὐτὸς ἐκείνοις ἀφελῶς τὰς γραφὰς ὡς ἔτυχεν ὑπηγόρευεν. ἀλλὰ καὶ τοῖς ταμείοις ἀποφράξας τὰς διεξόδους