σφεας ὠΐσθην, τουτέστιν ἐνόμισα, τούτους εἶναι, οὐδέ τοι οἶδα. ἔνθα καὶ ὅρα διαφορὰν τοῦ ὠΐσθην καὶ τοῦ οἶδα. τὸ μὲν γὰρ οἶδα πρὸς ἀκρίβειαν, τὸ δὲ ὠΐσθην πρὸς νόμισιν. εἰ δὲ ἀνωτέρω εἰδέναι φησὶν ὁ συβώτης ἐν τῷ, ἄλλο δέ τοι τόδε οἶδα, ὅμως οὐκ ἔστι τοῦτο ἀντίφασις. ἐκεῖ μὲν γὰρ εἰδέναι εἶπεν, ὃ εἶδε, νῆα δηλαδὴ πολλοὺς ἄνδρας ἔχουσαν καὶ ὅπλα· νῦν δὲ μὴ εἰδέναι φησὶν, εἰ καὶ μνηστῆρες ἦσαν ἐκεῖνοι, ἀλλὰ οἴεσθαι τοῦτο. (ῃερς. 468.) λέγει δὲ ὁ Εὔμαιος καὶ ὅτι ὡμήρησε δέ μοι ἄγγελος, κῆρυξ, ὁ Μέδων δηλαδὴ, σταλεὶς ὑπὸ τῶν ἑταίρων τοῦ Τηλεμάχου, ὃς πρῶτος ἤγγειλε τῇ μητρί· οὐκ ἐθέλει γὰρ ἐπικρύψαι τι ὧν οἶδε. μέμνηται δὲ καὶ λόφου τινὸς Ἑρμαίου ἐγχωρίου, εἰπὼν ὅτι ὅτε ἦν ἤγουν ἤμην ὅθι Ἕρμαιος λόφος ἐστὶ, εἶδον τὴν εἰρημένην νῆα. ἐπὶ δὲ τούτοις μείδησε, φησὶν, ἱερὴ ἲς Τηλεμάχοιο ἐς πατέρα ὀφθαλμοῖσιν ἰδὼν λάθρα τοῦ ὑφορβοῦ, ἀγαλλιασάμενος δηλαδὴ ἐφ' οἷς ὑπέστρεψαν οἱ μνηστῆρες κενοί· ἴσως δὲ καὶ ὑποδηλῶν τῷ πατρὶ ὅτι πρὸς πλείους ἔκ γε τῆς ἄρτι ἔσται τούτοις ὁ ἀγών. (ῃερς. 461.) Ὅρα δὲ τὸ ἦλθες δῖ' Εὔμαιε, ὀρθῶς μὲν νοούμενον, ἀσαφῶς δὲ πεφρασμένον διὰ τὴν ἔκθλιψιν τῆς ληγούσης τοῦ, δῖε. καλεῖται γὰρ καὶ ἀλλαχοῦ δῖος ὁ τοιοῦτος Εὔμαιος. τοιοῦτον δὲ καὶ ἐν Ἰλιάδι τὸ, ἐπεμῄνατο δῖ' Ἄντεια· δῖα γὰρ ἐκεῖ τὸ ἐντελές. καὶ ἔστιν εἰπεῖν καὶ τοῦτο βραχεῖαν τινὰ φλέβα σχεδικῆς μεταλλείας τῆς ἐξευρημένης ὕστερον, εἴτε καὶ ξέσμα τι λατομίας σχεδουργικῆς, ἣν μετὰ τὸν ποιητὴν τεχνώμενοι πόνους τοῖς γραμματικευομένοις ἐξευρήκασι. καὶ εἰσὶ καὶ ἕτερα πολλὰ τοῦ εἴδους τούτου γραφέντα ἐν τοῖς εἰς τὴν Ἰλιάδα, τὰ μὲν συναληλιμένα, τὰ δὲ καὶ κατὰ ἑτεροίαν συνθήκην· ἐξ ὧν ἡ τῶν σχεδοποιῶν εἰλῆφθαι δοκεῖ μέθοδος. ὁποῖον καὶ παρὰ Σοφοκλεῖ τὸ, θεοῖσιν ἔμμην' ἱερὰ τοῖς σωτηρίοις. ὥς περ γὰρ τὸ, ἦλθες δῖ' Εὔμαιε, συναρπάσοι ἄν τινα ὡς ἐπιῤῥήματος ἐνταῦθα ἐκπεφωνημένου τοῦ δῖ', ὁποῖόν τι καὶ παρ' Ἡσιόδῳ τὸ, δεῦτε ∆ί' ἐννέπετε, τὸν ∆ία γὰρ ἐκεῖνος ἐνταῦθα συνήλειψεν, οὕτω καὶ ἐν τῷ, θεοῖσιν ἔμμην' ἱερὰ, δοκήσοι ἂν ῥηθῆναι νέμειν ἱερὰ τοῖς θεοῖς. τοιοῦτον παρὰ τῷ αὐτῷ καὶ τὸ, ὥς πέρ μ' ἀραῖον εἷλες, ἤγουν ὥς περ ἐμὲ εἷλες διὰ τῆς ἀρᾶς. καὶ ἐν τούτῳ γὰρ παραγάγοι ἂν ἡ προφορὰ τὸν ἀπραγμόνως ἀκούσαντα, ὡς ἔγκειται ῥέον σπέρμα τῇ φράσει. καὶ ἄλλα δὲ τοιαῦτα μυρία Ὁμηρικά τε καὶ ἄλλως ποιητικὰ, οὔτε ζηλωτὰ εἰς τὸ καταλογάδην γράφειν, καὶ οὐδὲ οἷα λόγου νῦν ἠξιῶσθαι πλείονος. (ῃερς. 466.) Τὸ δὲ βλώσκοντα δύναται γραφῆναι καὶ βλώσκοντι κατὰ πτῶσιν δοτικὴν, καὶ ἔστιν ἀμφοτέρως ἄσφαλτον. γίνεται δὲ ἀπὸ τοῦ μολῶ μολήσω μολήσκω, ὡς θνήσω θνήσκω καὶ τὰ ὅμοια, καὶ τροπῇ συνήθει μακροῦ εἰς μακρὸν ἤγουν τοῦ ἦτα εἰς ˉω, μολώσκω, καὶ συγκοπῇ τοῦ ˉο τῆς ἀρχούσης καὶ ἀπελεύσει μὲν τοῦ ˉμ, ἀντενθέσει δὲ τοῦ βῆτα, βλώσκω. Ἰστέον δὲ ὅτι ἐν μέσῳ μὲν λέξεως τὴν ἀπὸ συγκοπῆς κακοφωνίαν τοῦ ˉμ καὶ ˉλ θεραπεύουσιν οἱ παλαιοὶ, ἐπεμβάλλοντες τὸ βῆτα καὶ φυλάσσοντες καὶ τὸ ˉμ, ὡς ἐν τῷ, παρμέμβλωκε, περὶ οὗ μετ' ὀλίγα ῥηθήσεται. ἐνταῦθα δὲ μὴ δυναμένων ὁμοῦ κεῖσθαι τοῦ ˉμ καὶ τοῦ βῆτα καὶ τοῦ ˉλ, μήτε μὴν τοῦ ˉμ καὶ τοῦ ˉλ, ἐξεβλήθη μὲν ἐξανάγκης τὸ μῦ, προετέθη δὲ τὸ βῆτα, καὶ οὕτως ἡ λέξις ἐξεφωνήθη κάλλιον. (ῃερς. 468.) Ὡμήρησε δὲ ἀντὶ τοῦ συνήντησεν, ὁμοῦ γέγονεν. ὡς γὰρ οἶνος οἰνηρὸς, οἴσυπος οἰσυπηρὸς, ἐξ οὗ ἔρια οἰσυπηρὰ τὰ ῥυπώδη, οὕτω, φασὶν, ἐκ τοῦ ὁμὸς Ὅμηρος, ὅθεν ὁμηρῶ ῥῆμα τὸ συναντῶ. δοκεῖ δὲ καὶ ἄλλως ἡ λέξις μετῆχθαι ἐκ τῶν ὁμοῦ ἐρεσσόντων ἢ συναρηρότων. Ὅμηρον δὲ ἔφαμεν, ἐξ οὗ καὶ τὰ ἐπὶ εἰρήνῃ λεγόμενα ὅμηρα εἴτουν οἱ ὅμηροι. (ῃερς. 471.) Λόφος δὲ Ἑρμαῖος προπερισπωμένως, ἢ μᾶλλον κατὰ τὸν φιλόπονον προπαροξυτόνως Ἕρμαιος κατά τι κύριον ὄνομα, τόπος ὑπὲρ τῆς κατὰ Ἰθάκην πόλεως, ὅθεν ἀφ' ὑψηλοῦ εἶδεν Εὔμαιος τὴν τῶν μνηστήρων νῆα κατιοῦσαν, ὅ ἐστι καταγομένην εἰς γῆν, καταβαίνουσαν, ἐλλιμενιζομένην. ὁ δὲ τὸν Ὅμηρον παραφράσας Θρᾷξ ∆ημοσθένης τὸν Ὁμηρικὸν τοῦτον λόφον Ἑρμαῖον ἔφη ἐν οὐδετέρῳ γένει, φράσας οὕτω· ἔτυχον μὲν τῆς ὁδοῦ τῆς ἐνταῦθα προκεχωρηκὼς κατὰ τὸ Ἑρμαῖον ἤδη