κληθείη δολία, ἅτε μηδὲν εὐθὲς λαλοῦσα περὶ Θεοῦ. Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα. Τί πλέον δοθῆναί σοι αἰτεῖς, φησὶν, ἢ τί θέ λεις ἕτερον προστεθῆναί σοι τοῦ κατὰ τῶν δολίων χειλέων; Βέλη πυρὸς μεστὰ ἐξαφθῆναι παρὰ τοῦ δυνατοῦ. Σημαίνει δὲ τὴν κατὰ τῶν Βαβυλωνίων ὅσον οὔπω τιμωρίαν ἐσομένην. Οἴ μοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. Ἑτέραν αἴτησιν εὔχεται παρὰ Θεοῦ, τῆς παροικίας ἐλευθε ρωθῆναι. Κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. Χώρα τις ἐστὶν ἡ Κηδὰρ ἐπὶ τῆς ἐρήμου τῆς πρὸς ἀνατολὰς κειμένη, καὶ μέχρι τῆς Περσῶν παρατείνουσα, ἣν γένος Σαρακηνῶν οἰκεῖ. Πολλὰ παρ ῴκησεν ἡ ψυχή μου. Μετὰ τῶν μισούντων εἰρήνην ἤμην εἰρηνικός. Κακία Βαβυλωνίων τὸ πολεμεῖν ἀντ' οὐδενὸς τοῖς εἰρηνεύουσιν. Εἰ μή τι δέοι κριτικῆς τιμωρίας, ἣν κατὰ Χαναναίων καὶ Ἀμοῤῥαίων ἐπέταττεν ὁ Θεὸς, τὴν πρὸς αὐτοὺς ἀπαγορεύων φιλίαν. Οἱ δὲ φαῦλοι πρὸς τούτους ἀσύμβατοι, τὴν θεοσέβειαν βδελυττόμε νοι. Ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν. Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚʹ. Ὑπόθεσις. Τὴν δευτέραν ᾠδὴν ᾄδει, προαπολυθεὶς μὲν τῆς αἰ χμαλωσίας, ἐν ὁδῷ δὲ ὁδεύων τῆς μακρᾶς ὁδοῦ τῆς 27.512 μεταξὺ Βαβυλῶνος καὶ Ἱερουσαλήμ. Ὃς, καὶ μέ σος τῶν ὀρέων ἀποληφθεὶς, εὔχεται αὐτῷ βοήθειαν γενέσθαι· οὗ καὶ ἐπακούσας, τὸ Πνεῦμα τὸ προφη τικὸν ἀποφθέγγεται· Κύριος φυλάξει τὴν εἴσ οδόν σου καὶ τὴν ἔξοδόν σου. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη ... Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Τοῦ Θεοῦ δεικνύντος τὸ δυ νατὸν, Τοῦ ποιήσαντος, φησὶ, τὸν οὐρανὸν καὶ τὴν γῆν. Μὴ δῴη εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστά ξῃ ὁ φυλάσσων σε. Ταύτην ἔχε τὴν ἐλπίδα, καὶ σώζῃ. Τὸ δὲ, οὐ νυστάξει, οὐ τὸ ἐπίπονον ἀπὸ τῶν φυλαττόντων τὰς στρατιὰς καὶ πόλεις καὶ ποίμνια, ἀλλὰ τὸ ἀπαθὲς τὸ Θεῖον δηλοῖ τὸ, οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων Ἰσραήλ. ∆οκεῖ δὲ νυστάζειν, ἐπειδὰν τοῖς ἀστάτοις τοῦ βίου σαλευόμεθα πράγμασι, ταῖς καθ' ἡμῶν ἐπιβουλαῖς. Κύριος φυλάξαι σε, Κύριος σκέπη σοι, ἐπὶ χεῖ ρα δεξιάν σου. Τοῦτο καὶ ἐν τῷ ιεʹ ἔφη ψαλμῷ Προεωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Καὶ ἐν ταῦθα πάλιν φησὶν, ὅτι Παρὰ τὴν δεξιάν σου χεῖρα γενόμενος, καὶ σκεπάσει, καὶ φρουρήσει, καὶ πάσης ἀξιώσει προνοίας. Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΚΑʹ. Ὑπόθεσις. Ἡ τρίτη ᾠδὴ τοὺς ἔτι ὁδοιποροῦντας εὐαγγελίζεται, τὴν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἄφιξιν. ∆ιὸ καὶ ἀναφθέγ γεται. Ηὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Αὕτη τῶν γεγηρακότων ἡ φωνὴ, τῶν καὶ τὴν αἰχμαλωσίαν ὑπομεινάντων, διηγουμέ νων, ὡς ἄρα αὐτῶν οἱ πόδες, οἱ νῦν τὴν πορείαν ποι ούμενοι, πάλαι ἔστησαν ἐν Ἱερουσαλήμ. Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις. Οὕτω, φησὶν, ἦν πάλαι ὡς πόλις, οὐ διεσπαρμένη ὧδε κἀ κεῖσε· ἀλλ' οὕτως ἦν ἡρμοσμένη, ὡς δόξαι ἕνα οἶκον εἶναι τῇ συναφείᾳ καὶ τῇ ἁρμονίᾳ τῶν οἰκοδομημά των. Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί. Πᾶσαι αἱ φυλαὶ, φησὶν, ἐξ Αἰγύπτου δυνάμει Κυρίου ἐξελθοῦσαι, εἰς αὐτὴν ἔσπευδον τὴν πόλιν μαρτυρῆσαι, ἤτοι εὐχαρι στῆσαι τῷ Θεῷ τοῦ Ἰσραήλ. Τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Ἐφ' οἷς ἐπλήρωσε τὴν θαυμα σίαν ὑπόσχεσιν, θρόνους τε τοῦ οἴκου ∆αυῒδ ἱδρυνθῆ ναί φησιν ἐπ' αὐτῆς· ἐπεὶ καὶ βασιλείαν πάντων ὁ ∆αυῒδ προφητεύει· οὐχ ἑνὸς λέγων ἀρχὴν, ἀλλὰ κοι νὴν, ὑπὲρ ἀρίστων καὶ θεοσεβεστάτων· δι' ὧν ἡ βα σιλεία ∆αυῒδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ, τοῖς δώ δεκα δεδωκότος ἀποστόλοις, τοῖς ἐπὶ δώδεκα θρόνοις καθεζομένοις κρίνειν τὸν Ἰσραήλ. Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν. Καὶ κατὰ τὴν ἱστορίαν ἐκεῖ τὰ βασίλεια, καὶ τῶν ἱερέων οἱ θρό 27.513 νοι·
153