153
ἕτερον· ἐξώρμησε δὲ κἀκεῖνος, καὶ ἀπιόντι προσίασι πρέσβεις μετὰ δώρων πολυτελῶν πρὸς τοῦ Χαλεπίτου ἀπεσταλμένοι, αἰτουμένου συγγνώμης τυχεῖν καὶ τὴν δουλείαν ἀνανεώσασθαι καὶ ἀποδοῦναι τὰς εἰσφοράς, αἵπερ ἔτυχον ὑστερήσασαι, καὶ ταύτας ἐτησίως εἰσφέρειν μετ' εὐγνωμοσύνης εἰς τὸ ἐπιόν. ὁ δέ, καίτοι πολλῶν καὶ στρατηγίαις ἐπιφανῶν ἀποτρεπόντων αὐτῷ τὴν εἰς τὸ πρόσω φορὰν ὡς ἀσύμφορον καὶ σπείσασθαι συμβουλευόντων, οὐκ ἀνείργετο τῆς ὁρμῆς, ἀλλὰ ῥᾷον κρατῆσαι τῶν Ἀγαρηνῶν ἐφαντάζετο καὶ τοῦτο κατωρθωκὼς μέγα τι καὶ ὑπέρογκον ᾤετο ἑαυτῷ περιποιήσασθαι σεμνολόγημα. ἄπεισιν οὖν ἐν Συρίᾳ καὶ βάλλεται χάρακα. Ἄραβες δέ, αὐτόσκευοί 577 τινες ἄνθρωποι καὶ τολμητίαι κέλητες, ἐφ' ἵππων ὠκυπόδων γυμνοὶ ἑκατέρωθεν ἐλόχων τοῦ χάρακος καὶ τοὺς εἰς συλλογὴν ἀπιόντας χιλοῦ ὕδατός τε ἀρδείαν ἐκθορόντες ἀνῄρουν ἢ καὶ συνήρπαζον, ὡς τούς τε στρατιώτας καὶ τὴν ἵππον αὐτῶν ἀπειρηκέναι τῷ δίψει. εἶτα συνηθέστεροι γεγονότες ταῖς ἐκδρομαῖς πρὸς τοὺς Ῥωμαίους οἱ Ἄραβες καὶ οἷον καταγνόντες δειλίαν αὐτῶν, ἀθρόον ἀπὸ τῶν μετεώρων ἐξωρμηκότες καὶ βαρβαρικὸν ἀλαλάξαντες καὶ πλήθους φαντασίαν ἀπεργασάμενοι τῷ μὴ συνασπισμὸν τηρεῖν, ἀλλὰ διεσπασμένως ἐκτρέχειν καὶ ἐπιέναι ἀσυντάκτως τῷ χάρακι, ἐκδειματοῦσιν ἅπαν τὸ στρατιωτικὸν καὶ εἰς φυγὴν τρέπουσι. καὶ κἂν ἑάλω ὁ αὐτοκράτωρ αὐτός, τῆς περὶ αὐτὸν ἐκταραχθείσης φρουρᾶς καὶ λελοιπυίας ἀφρούρητον τὸν φρουρούμενον, εἰ μή τις αὐτὸν ἐπὶ τὸν ἵππον ἀνέλαβε καὶ φεύγειν ἐπέρρωσεν ἐκπεπνευκότα τῷ δέει μικροῦ. ἀπῄεσαν μὲν οὖν οἱ Ῥωμαῖοι ἀτάκτως ὡς ἕκαστος ἔτυχε θέοντες. οἱ δὲ βάρβαροι τὸ παράλογον τῆς τροπῆς τεθηπότες, κατὰ τῶν ἀποδιδρασκόντων οὐκ ἐπεξέθεον, ἀλλὰ κατὰ τοῦ χάρακος ἔθεον, ὀλίγους τῶν ἐπιφανεστέρων ζωγρήσαντες, καὶ τήν τε σκηνὴν διηρπάκασι τὴν βασίλειον, μεστὴν οὖσαν πλούτου παντοδαποῦ 578 καὶ πολυτελείας βασιλικῆς, καὶ τὴν ἄλλην ἀποσκευὴν ἐφ' ἑαυτοὺς ἀναθέμενοι ἐπανέζευξαν. Ὁ δὲ βασιλεὺς εἰς Ἀντιόχειαν διασέσωστο σπουδῇ τῶν περὶ αὐτὸν κἀκεῖθεν ἐπὶ τὴν Κωνσταντίνου ἀνέδραμεν, οὐκέτι τὴν πρόσθεν τῆς ψυχῆς δεικνύων διάθεσιν, ἀλλ' ἀλλοιωθεὶς τὴν ἐπὶ τὸ χεῖρον ἀλλοίωσιν. ἵνα γὰρ τῶν ἀπολωλότων ἰσοστάσια κτήσηται, πράκτωρ ἀντὶ κρατοῦντος ἐγένετο καὶ πικρὸς λογιστής, παῖδας πατέρων γεγηρακότα χρέα πραττόμενος καὶ πυρκαϊὰς ἀνάπτων κατὰ τῶν ὑπηκόων, ἅσπερ ὁ χρόνος ἤδη πολὺς πρεσβεύσας κατέσβεσεν ἢ τέως κατέχωσεν ὑπὸ σποδιᾷ. ἐντεῦθεν πολλοὶ πατρῴων οἰκιῶν καὶ ἀγρῶν ἀπηλαύνοντο καὶ τὴν πρὶν εὐκληρίαν ἐκδιδυσκόμενοι εἰς πενίαν λαμπρὰν συνηλαύνοντο. τῶν δ' οὕτω πραττομένων οὐδὲν εἰς τὸ δημόσιον εἰσεφέρετο, ἀλλὰ σεμνεῖον οἰκοδομῆσαι καὶ ναὸν τῇ θεομήτορι προθέμενος καθιδρύσασθαι ἐκεῖ καὶ ταῦτα κατεδαπάνα καὶ ἐκ τῶν βασιλικῶν θησαυρῶν ἀνήλισκεν ἕτερα, ἄρτι μὲν ἀνεγείρων, ἄρτι δὲ καταστρέφων τὸ ἤδη ἀνεγερθὼν καὶ ἢ μετεωρότερον ἀνοικοδομῶν αὖθις αὐτὸ ἢ εὐρύτερον ἢ τὸν σχηματισμὸν ποι579 κίλλων ἢ τρόπον ἄλλον τὸ καινιζόμενον ἀλλοιῶν. ἀπένειμε δὲ καὶ προσόδους τοῖς μονασταῖς, οὐκ ἀναλόγους μονάζουσιν, ἀλλὰ τρυφῶσι προσηκούσας καὶ βίον ἕλκουσιν ἀνειμένον καὶ ἁβροδίαιτον, χώρας ὅλας τῶν δημοσίων, καὶ ταύτας τὰς πιοτάτας καὶ παμφόρους, ἀφοσιώσας αὐτοῖς. ἀλλὰ μὴ πλείω περὶ τούτων. Κατέλαβε δὲ τὴν βασιλίδα τῶν πόλεων Ἄμερ ὁ τοῦ Χαλεπίτου υἱὸς σὺν δώροις πολλοῖς, τὴν εἰρήνην ἀνανεούμενος, καὶ ὁ βασιλεὺς ἐπὶ ταύτῃ ἐπένευσεν. ἡ βασιλὶς δὲ Ζωὴ ἀφικομένη εἰς τὸ Πετρίον τὴν ἑαυτῆς ἀδελφὴν Θεοδώραν ἀπέκειρε μοναχήν. ἐκδημήσαντος δὲ τοῦ βασιλέως τῆς πόλεως ὁ ∆ιογένης Κωνσταντῖνος ὡς τυραννίδα μελετῶν καὶ ἀποδρᾶναι μέλλων εἰς τὸ Ἰλλυρικὸν κατεσχέθη καὶ ἐταζόμενος ἑαυτὸν κατεκρήμνισε καὶ ἀπέθανεν, ἵνα μὴ τοὺς συνειδότας ἐκφαυλίσῃ τῇ βίᾳ νικώμενος. τότε μέντοι Ἄραβες μὲν τὴν Μεσοποταμίαν κατέδραμον, οἱ δέ γε Πατζινάκοι τὴν Βουλγαρίαν καὶ τὴν τοῦ Ἰλλυρικοῦ παράλιον οἱ Ἀγαρηνοί. τούτοις δὲ μόνοις στόλος