156
Μιχαὴλ λέγεται παρὰ τοῦ συγγόνου αὐτοῦ Ἰωάννου τοῦ ἐκτομίου. ἦν γὰρ καὶ δεινὸς ὁ ἄνθρωπος καὶ δραστήριος καὶ τὸ ἦθος ὑποκαθήμενος καὶ πρὸς τοὺς ἐντυγχάνοντας ποικιλλόμενος, περισπερχής τε καὶ πρὸς φροντίδων ὄγκον ἀκάματος καὶ οὐδὲ γαστριζόμενος οὐδὲ περὶ τὸν ἄκρατον λιχνευόμενος (ἥττητο γὰρ οἴνου) τῆς περὶ τὰς δημοσίας διοικήσεις καθυφίει σπουδῆς. καὶ τὰ μὲν οὖν περὶ τὴν βασίλισσαν ᾠκονόμητο οὑτωσί· ὁ δὲ Μιχαὴλ τῆς τῶν κοινῶν πραγμάτων οἰκονομίας ἀντείχετο. εἶτα τῷ μὲν ἐκραταιοῦτο ἡ νόσος, ἣν οἱ μὲν ἐκάλουν δαιμόνιον μήνιμα διὰ τὴν ἐπιορκίαν ἐνσκῆψαν αὐτῷ καὶ συμπνῖγον τὸν ἄνθρωπον, ὡς πάλαι δὴ τὸν Σαούλ, οἱ δὲ μα588 νίαν τε καὶ παραφοράν· ὁ δ' ἐκτομίας Ἰωάννης τὴν ὅλην ἀνεδέξατο τῆς βασιλείας κυβέρνησιν, μοναχικὸν μὲν πάλαι σχῆμα ἐπενδυθείς, τοῦτο δὲ τηρῶν ἄχρι μόνου τοῦ σχήματος. Κωνσταντῖνος δὲ πατρίκιος ὁ ∆αλασσηνός, οἴκοι διατρίβων καὶ περὶ τοῦ νέου βασιλέως πυθόμενος, δυσανασχετῶν ἦν ὅτι εἰς ἄνδρα τοιοῦτον ἡ βασιλεία περιέστη Ῥωμαίων. τοῦτο θορύβου τοὺς περὶ τὸν βασιλέα ἐμέστωσε, πτοηθέντας μήποτε ὁ ∆αλασσηνὸς τυραννίδι ἐπίθηται. καὶ στέλλει ὁ Ἰωάννης τὸν ὅρκοις αὐτὸν βεβαιώσοντα ὡς οὐδενὸς ἀνιαροῦ πειραθήσεται καὶ πείσοντα τὸν ἄνδρα τῷ βασιλεῖ προσελθεῖν. καὶ ὁ μὲν προσῆλθε, καὶ ὁ βασιλεὺς αὐτὸν ἀσπασίως προσήκατο καὶ ἐδεξιώσατο δωρεαῖς καὶ μείζονι ἀξίᾳ τετίμηκε καὶ ἐν τῇ πόλει διάγειν ἐκέλευσε. Νικήτας δὲ ὁ τοῦ βασιλέως ὁμαίμων, δοὺξ τῆς ἐπὶ τῇ ∆άφνῃ Ἀντιοχείας προχειρισθείς, εἴρχθη παρὰ τῶν Ἀντιοχέωντῆς εἰς τὴν πόλιν εἰσόδου. πράκτορα γάρ τινα τῶν δημοσίων τελῶν, ὡς αὐτοῖς φορτικῶς προσενηνεγμένον, ἀνελόντες οἱ τῆς Ἀντιοχείας πολῖται καὶ δεδοικότες μὴ δίκας τῷ δουκὶ τοῦ τολμήματος τίσωσιν, ἐπεζύγωσαν αὐτῷ τὰς πύλας τῆς πόλεως. ὁ δὲ 589 ὅρκοις αὐτοῖς παρασχόμενος πίστεις ὡς οὐδὲν διὰ τὸν φόνον ὑποσταῖεν κακόν, παραχωρεῖται τὴν εἴσοδον· εἶτα τοὺς ὅρκους οὐδὲν λογισάμενος πολλοὺς μὲν ἀποκτίννυσιν, ἐνίους δὲ τῶν παρ' αὐτοῖς ἐπισήμων δεσμίους ἔστειλε πρὸς τὴν μεγαλόπολιν, γράψας τῷ ἀδελφῷ Ἰωάννῃ διὰ τὴν πρὸς τὸν ∆αλασσηνὸν εὔνοιαν ἀπεῖρξαι αὐτῷ τὴν εἴσοδον τοὺς Ἀντιοχεῖς. ἐντεῦθεν ὁ ∆αλασσηνὸς εἰς τὴν νῆσον τὴν Πλάτην περιορίζεται, καὶ ὁ ἐπὶ θυγατρὶ κηδεστὴς αὐτοῦ Κωνσταντῖνος ὁ ∆οῦκας, τὴν ἀδικίαν ἐπιβοώμενος καὶ τὴν ἐπιορκίαν οὐ σιωπῶν, πύργῳ τινὶ κατακλείεται. εἶτα μετάγεται ὁ ∆αλασσηνὸς ἐκ τῆς Πλάτης καὶ πύργῳ καθείργνυται. ἑάλω δὲ τότε τοῖς μὲν ἐκ τῆς Ἄγαρ τὰ Μύρα καὶ τοῖς Πατζινάκαις λεία γέγονε τὰ Μυσῶν. τοῦ δὲ δουκὸς Ἀντιοχείας Νικήτα καταστρέψαντος τὴν ζωήν, ὁ Κωνσταντῖνος, ἀδελφὸς ὢν καὶ οὗτος τοῦ βασιλέως, ἐπὶ τῇ Ἀντιοχείᾳ τὸν τελευτήσαντα διεδέξατο, καὶ ὁ ἕτερος αὐτοῦ ἀδελφὸς πρωτοβεστιάριος προκεχείριστο. ἐξ Ἀφρικῆς μέντοι καὶ Σικελίας στόλος ἀποπλέων Ἀγαρηνῶν ἐκάκου τάς τε νήσους καὶ τὰ παράλια· ἀλλὰ τούτοις στόλος ἐπιπλέων Ῥωμαϊκὸς πολλὰ μὲν τῶν σκαφῶν κατέδυσεν αὔτανδρα, πολλοὺς δ' ἐζώγρησε, καὶ τοὺς μὲν πρὸς τὸν βασιλέα ἐκπέπομφεν, οἱ δὲ ἀνεσκολο590 πίσθησαν κατὰ τὴν παράλιον. Παγκράτιος δὲ ὁ ἄρχων Ἀβασγίας, ᾧ τὴν οἰκείαν ἀνεψιὰν ὁ βασιλεὺς ἡρμόσατο Ῥωμανός, τάς τε πρὸς Ῥωμαίους σπονδὰς ἔλυσε καὶ ὧν παρεχώρησε πρὶν Ῥωμαίοις φρουρίων καὶ πόλεων ἐπελάβετο πάλιν, ὡς τάχα δίκας Ῥωμαίους πραττόμενος ὑπὲρ τοῦ βασιλέως καὶ θείου τῆς αὐτοῦ ὁμευνέτιδος. πολλάκις δ' οἱ Πατζινάκαι τὸν Ἴστρον διαβαίνοντες τὰ Ῥωμαίων κακῶς διετίθεντο, τοὺς ἁλισκομένους ἡβηδὸν ἀναιροῦντες. καὶ Ἄραβες τὴν Ἔδεσαν ἐπολιόρκησαν, καὶ ἥλω ἂν ἡ πόλις, εἰ μὴ ὁ δοὺξ Ἀντιοχείας ὁ Κωνσταντῖνος ὁ τοῦ αὐτοκράτορος ἀδελφὸς αὐτῇ ἐπεκούρησεν, ὃν ὁ βασιλεὺς τῆς σπουδῆς ἀμειβόμενος τῶν ἑῴων ταγμάτων δομέστικον προεβάλετο. Τοῦ δὲ τῆς Αἰγύπτου κρατοῦντος Ἄμερ θανόντος ἡ ἐκείνου γυνή, χριστιανὴ οὖσα, σπείσασθαι σὺν τῷ υἱῷ μετὰ Ῥωμαίων ἐζήτησε· καὶ ὁ βασιλεὺς ἐκύρωσε μετ' αὐτῆς τριακοντούτεις σπονδάς. ἀδελφοὶ δὲ δύο Σαρακηνοὶ τῆς Σικελίας κρατοῦντες πρὸς ἀλλήλους ἔσχον διαφοράς, ὧν θάτερος τῷ βασιλεῖ