ὑπῆρχεν αὐτοῖς, ἔνθα πάσης ἁγιστείας ὑπόθεσις ἦν. Εἶτα διδάσκει πανταχόθεν καλεῖν λέγων· Ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἀλληλούϊα. ΡΛ∆. Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύ 27.525 ριον. Ἔτι καὶ οὗτος τοῖς εἰσαγομένοις λέγεται ψαλμὸς, παρακελευόμενος, Αἰνεῖτε τὸν Θεόν. Τὸ γὰρ, ἀλληλοὺ, ἑρμηνεύεται, αἰνεῖτε, τὸ δὲ, ἴα, τὸν Κύ ριον. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος· ψά λατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν. Ψάλλειν αὐ τοὺς προτρέπεται, ἀφ' ὧν ἤδη καὶ ἕτερον ἐν Αἰγύπτῳ εἰδωλολατρήσαντες. Οὗτοι δὲ ἦσαν οἱ ἐξ Ἰακώβ. Ἐκλήθησαν δὲ εἰς τὸ ὑμνεῖν τὸν Θεόν. Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ. Ἀντὶ τοῦ, ἐξαίρετον· ὁ γὰρ διορατικὸς νοῦς ἐστιν Ἰσραήλ. Ὅτι ἐγὼ ἔγνων, ὅτι μέγας Κύριος, καὶ ὁ Κύ ριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. Ἀπὸ τῆς δη μιουργικῆς δυνάμεως ἔγνωκεν αὐτὸν Κύριον. Ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ἀβύσσοις. Ἀνάγων νεφέλας ἐξ ἐσχάτων τῆς γῆς. Τοῦτό φη σιν, ἐπειδὴ ἔξωθεν τὴν γῆν περιέχουσιν αἱ θάλασ σαι, ἀφ' ὧν τὰς νεφέλας ἀνάγει. Ἀστραπὰς εἰς ὑε τὸν ἐποίησε. Καὶ τοῦτο σύμβολον εἴη τῆς θεοπρε ποῦς δυνάμεως, τὸ ἐν τῷ αὐτοῦ συμμίξαι τὸ πυρ ῶδες τῶν ἀστραπῶν καὶ τὸ ὕδωρ. Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν. Τὸ ἀκατάληπτον ἀνθρώποις τῆς τῶν ἀνέμων ἐδήλωσε φύσεως διὰ τῶν θησαυ ρῶν. Ὅμοιον δὲ Τὸ εἰρημένον παρὰ Κυρίου· Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀν θρώπου ἕως κτήνους. Τὴν τελευταίαν πληγὴν ἔθηκε πρώτην, ἐπεὶ μετ' αὐτὴν ἐδέξαντο τὴν ἐλευθερίαν. Λέγει δὲ καὶ κτηνῶν, ἐπειδὴ διὰ τὸν ἄνθρωπον ταῦτα γεγένηται, καὶ δι' αὐτὸν καὶ κολάζεται. Ὥστε πρὸς αὔξησιν φόβου δειχθῆναι θεήλατον τὴν πληγήν. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Μετὰ τὸ δεῖξαι τὴν θείαν πρόνοιαν καὶ δοξολογῆσαι, ὡς ἔτι δούλοις τοῖς ἀπὸ τῶν ἐθνῶν ἀρτίως προσελθοῦσι διαλεγόμενος, παρα βάλλει τῶν θεῶν ὧν ἡγοῦντο πάλαι τὸν ἔλεγχον ἀκο λούθως· ὡς εἶπεν· Ὅτι ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. Ὁ μὲν γὰρ τοσαῦτα καὶ τοιαῦτα πεποίηκεν· οἱ δὲ πρότερον ὑμῶν θεοὶ μόνον εἴδωλα νεκρὰ καὶ κωφὰ, οἷς ὅμοιοι γένοιντο οἱ ποιοῦντες αὐτά. Πῶς γὰρ οἱ τοῖς ἀψύχοις προσκυνοῦντες οὐκ ἀπελιθώθη σαν τὰς ψυχάς; καὶ οὓς ἔφη κατὰ τὴν συνήθειαν ἄνωθεν θεοὺς, νῦν ἐπαισχύνει καὶ κέκληκεν εἴδωλα, διαβάλλων τῇ τε ὕλῃ καὶ τῇ ἐργασίᾳ. Ἀλληλούϊα. ΡΛΕʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τῷ καταδιελόντι τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις. Λόγος ἀρχαῖός φησιν εἰς δώδεκα τμή ματα διαιρεθεῖσαν τὴν θάλασσαν, ἑκάστῃ φυλῇ μίαν ἀποδοῦναι ὁδόν. Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ. Οὐκ ἔλαττον τῆς θαλάσσης τῆς ἐρήμου τὸ θαῦμα. 27.528 Πολλὰ γὰρ τὰ θάνατον ἀπειλοῦντα, λιμὸς, αὐχμὸς, δίψα, πλῆθος θηρίων, ἁπάντων ἐπιτηδείων ἡ ἐρη μία. Οἱ δὲ μηδενὸς φοβοῦντος ἐβάδιζον. Ἐκ δὲ δύο δυνατῶν καὶ βασιλέων, οἳ ἐπὶ ῥώμῃ καὶ δυναστείᾳ καὶ μεγέθει σώματος ἐσεμνύνοντο, ἐῤῥύσατο αὐτούς. Ὢγ πηχῶν ἔχων ἐννέα τὸ μῆκος, καὶ πέντε τὸ πλάτος, καὶ σιδηρᾶν εἶχε τὴν κλίνην. Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων. Οὐχ ἁπλῶς δὲ τοὺς ἄλλους παραλείπων βασιλέας τούτων διαφερόντως ἐμνήσθη, ἀλλὰ τὸν λαὸν τῆς θεοδότου νίκης ἀναμιμνήσκων. Ἐπὶ ῥώμῃ γὰρ οὗτοι καὶ δυναστείᾳ καὶ μεγέθει σώματος ἐσεμνύνοντο. Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος. Πλέον ἁρμόσει ὁ λόγος ὁ λέγων, Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, τοῖς τῆς νοητῆς δουλείας ἀπαλλαγεῖσιν, ἤτοι, τῆς αἰσθη τῆς. Ὁ διδοὺς τροφὴν πάσῃ σαρκί. Οὐ γὰρ μέχρι τῶν εὐσεβούντων ἡ τοῦ φιλανθρώπου Θεοῦ κηδεμο νία, ἀλλὰ καὶ μέχρι τῶν ἀλόγων, ὡς ἑκάστῳ κατάλ ληλον διδόναι τροφὴν, ἐκτείνεσθαί τε τὴν
158