ὕδωρ. ἣν κατά τινας μὲν Μελάμπους πρῶτος ἐξεῦρε, καθ' ἑτέρους δὲ ὁ ῥηθεὶς Ἀμφικτύων, ὃς καὶ ὀρθουμένων τῶν οὕτω πινόντων, πρότερον γάρ, φασιν, ὑπὸ ἀκράτου ἐκάμπτοντο, βωμὸν ὀρθοῦ ∆ιονύσου ἤγειρεν ἐν τῷ τῶν Ὡρῶν ἱερῷ, αἳ δὴ καὶ τὸν τῆς ἀμπέλου καρπὸν ἐκτρέφουσι. λέγονται δέ, φασι, καὶ Μοῦσαι ∆ιονύσου τροφοὶ, νύμφαι τινὲς οὖσαι καὶ αὐταὶ, ὡς καὶ παρὰ Λυκόφρονι εὕρηται. τοῦτο δέ, φασιν, αἴνιγμα ἦν εἰς τὸ ἔμμουσον καὶ ἐναρμόνιον τῶν μὴ ἀκρατοποτούντων, ἀλλὰ μετριαζόντων τῷ κεράσματι. δῆλον δὲ ὅτι ἄλλοι τινὲς ὄμβρῳ τυχαίῳ ἀνατιθέασι τὸ τοῦ κεράσματος αἴτιον, ὃς ἀμέτρως πινόντων τινῶν ἐπὶ ἀκτῆς καταῤῥαγεὶς τὸ μὲν συμπόσιον διέλυσε, τὸν δὲ κρατῆρα μίξας παρέσχε προσηνῆ μετὰ αἰθρίαν καὶ ἄλυπον. διό, φασιν, ἀκράτῳ μὲν τῷ ἐν δείπνοις ἀγαθὸς ἐπιφωνεῖται δαίμων ἐπὶ ∆ιονύσῳ τῷ εὑρηκότι, τῷ δὲ μετὰ δεῖπνον πρώτῳ κράματι σωτὴρ Ζεὺς ἐπιλέγεται διὰ τὸν ὄμβριον ∆ία. τὸ δὲ κατὰ Λυκοῦργον κρᾶμα καὶ τὸν περιᾳδόμενον τεθαλαττωμένον οἶνον ζητητέον ἀλλαχοῦ. (ῃερς. 209.) Τὸ δὲ πάντοσε κυκλοτερὲς πρὸς διαστολὴν ἡμικυκλίου εἴρηται. (ῃερς. 208.) Τὸ δὲ ὑδατοτρεφεῖς τὰς αἰγείρους εἶναι, ἱστορία ἐστὶ φυτική. (ῃερς. 209.) Σημείωσαι δ' ἐνταῦθα εἰς τὸ, πάντοσε κυκλοτερὲς, ὅπως τίμιον ἐδόκει χρῆμα τοῖς παλαιοῖς ὁ κύκλος διὰ τὸ κατὰ κόσμον σφαιροειδές. οὗ φαντασίαν ἐναργῆ, φασὶ, λαβόντες ἐκ τοῦ τῆς σελήνης καὶ τοῦ ἡλίου σχήματος θέατρά τε κυκλοτερέσιν ἐσέμνυνον σχήμασι, καὶ τὸν τῆς ἀγορᾶς δὲ τόπον κύκλῳ περιέγραφον κατὰ τὸ, κυκλόεντ' ἀγορᾶς θρόνον, καὶ βωμοὺς δὲ ἱεροὺς πάντοσε κυκλοτερεῖς ἀνίστων, καὶ κατὰ περιστροφὴν δέ, φασι, καθὰ καὶ ἄλλα τινὰ τῶν κάτω τοῖς ἄνω ἤθελον ἀφομοιοῦν. διὸ καὶ ἡ τράπεζα κυκλοειδὴς ἦν αὐτοῖς. κυκλοτερεῖς δὲ καὶ οἱ καθαγιζόμενοι τρίποδες, ἔχοντες αὐτοὶ καὶ ἀστέρας, οὕς, φασι, καὶ ἐκάλουν σελήνας. προσθετέον δὲ τούτοις, φασὶ, καὶ τὴν ἅλω, διαγεγραμμένην εἰς κύκλον. καὶ τὸν ἄρτον δέ, φασιν, οὕτως ἐκάλεσαν διὰ τὸ κατ' αὐτὸν στρογγύλον· ἐπειδὴ τῶν σχημάτων ὁ κύκλος ἀπήρτισται καὶ ἔστι τέλειος· οὗ περ ἴσως ἐμφαντικὸν τὸ, οὖλον ἄρτον ἑλὼν, ὅ πέρ ἐστιν ὅλον, ἤγουν τέλειον. καὶ τὸ ποτήριον οὖν, φασὶ, τὸ δεχόμενον τὴν ὑγρὰν τροφὴν κυκλοτερὲς ἐποίησαν κατὰ μίμησιν τοῦ κόσμου. ἐνταῦθα δὲ παραπηγνύει ὁ παλαιὸς καὶ τὸ Νεστόρεον ποτήριον καὶ τοὺς περὶ αὐτὸ ἀστέρας, οὓς ὁ ποιητὴς ἥλους, φησὶν, ὀνομάζει διὰ τὸ καὶ περιφερῶς ἔχειν κατὰ τοὺς ἥλους καὶ ἐμπεπηγέναι τῷ οὐρανῷ, αἰὲν κατὰ τὴν Ἀράτου σοφίαν ἀρηρότας ἀγάλματα νυκτὸς ἰούσης. ὡς ἐοικέναι οὐρανὸν μὲν ἀργύρῳ τῷ κατὰ τὴν κύλικα τοῦ γέροντος, ἀστέρας δὲ τούτους χρυσῷ, διὰ τὸ πυρῶδες. ὅσοις δὲ καὶ ἄλλοις λόγοις τὸ κατὰ κύκλον σχῆμα πολλῷ δὲ πλέον τὸ κατὰ τὴν σφαῖραν σεμνύνεται, λαλοῦσιν οἱ περὶ ταῦτα ποιησάμενοι, πολλὴν ὅτι μάλα εὐπορίαν ἐκεῖνοι ἐξευρηκότες ἐνταῦθα. (ῃερς. 212. σθθ.) Ὅτι Μελάνθιος αἰπόλος δοῦλος ὁ καὶ Μελανθεὺς ∆ουλίου υἱὸς, Εὐρυμάχῳ πεποιθὼς, ᾧ εἴχετο Μελανθὼ ἡ αὐτοῦ ἀδελφὴ, ἀναιδέστατος ἦν. καὶ νῦν Ὀδυσσέα σκώπτει καὶ Εὔμαιον καθ' ὁδὸν αὐτοῖς ἐντυχών. φησὶ γοῦν ὁ ποιητὴς, ὡς ἦγε μὲν αἶγας, αἳ πᾶσι μετέτρεπον αἰπολίοισι, δεῖπνον μνηστήρεσσι· δύο δ' ἅμ' ἕποντο νομῆες. τοὺς δὲ ἰδὼν νείκεσσε. καὶ ἑρμηνεύων Ὅμη 2.140 ρος τὸ νείκεσσεν ἐπάγει· (ῃερς. 216.) ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν, ἔκπαγλον καὶ ἀεικὲς, ὅ πέρ ἐστι προθεωρία Ὁμηρικὴ, δηλοῦσα οἷα πλάσει λέγοντα τὸν ἀπαίδευτον Μελάνθιον· ὃς εἰπὼν, ἃ εἶπεν, ὤρινε κῆρ Ὀδυσῆος διὰ τὸ τοῦ λόγου θυμοδακὲς καὶ ἀεικὲς καὶ τὸ κατ' αὐτὸν κωμῳδικὸν, ταυτὸν δ' εἰπεῖν, ψογερὸν καὶ περισύρον· ἐπεί τοι τὴν κωμῳδίαν ψόγον καὶ περίσυρμα ὡρίζοντο οἱ παλαιοί. ᾧ δὴ περισύρματι καὶ τὸ διασύρειν συστοιχεῖ, ἔτι δὲ καὶ τὸ περισυρίττειν. αἰσχύνη γοῦν ἦν, καθὰ τὸ περισύρεσθαι, οὕτω καὶ τὸ περισυρίττεσθαι καὶ περικλώζεσθαι. (ῃερς. 217.) ἔστι δὲ τὸ ἔκπαγλον ἔπος τοιοῦτον· νῦν μὲν δὴ πάγχυ κακὸς κακὸν ἠγηλάζει. εἰς ὃ καὶ γνωματευόμενος πιθανῶς λέγει· (ῃερς. 218.) ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον, ἤγουν εἰς τὸν ὅμοιον. πῇ δὴ τόνδε μολοβρὸν ἄγεις ἀμέγαρτε συβῶτα,