159
τινος ἔφερον οἱ βάρβαροι τὸν τῆς δουλείας ζυγόν. εἶτα τοῦτον ἀποσείσασθαι διανενόηντο καὶ ἐσφάδαζον, ἀλλὰ σφίσι τὸ ἄναρχον ἐκώλυε τὸ ἐννόημα. ἀνὴρ δέ τις ἄσημος μὲν τὸ γένος, ∆ολιάνος καλούμενος, δόλου δὲ μεστὸς καὶ δεινότητος, υἱὸν ἑαυτὸν ἐπιφημίσας τοῦ Ἀαρών, ὃς τοῦ Σαμουὴλ τοῦ ἄρξαντος τοῦ ἔθνους ἦν ἀδελφός, ἐκ Βυζαντίου, ὡς λέγεται, ἀποδρὰς καὶ πείσας τὸ ἔθνος παῖς εἶναι τοῦ Ἀαρών, 599 ἐξ ἡμιγάμου ἐκείνῳ γενόμενος, ἀλλ' οὐκ ἐξ ἐννόμου εὐνῆς, εἰς βασιλέα τοῖς βαρβάροις ᾑρέθη. ἐντεῦθεν εἰς φανερὰν ἀποστασίαν ἐξερράγη τὸ ἔθνος καὶ εἰς λῃστείας κεκίνητο καὶ τὰ Ῥωμαίων κατέτρεχε. στέλλεται τοίνυν στρατηγός τις μετὰ δυνάμεως, ἵν' ἀνακόπτῃ τὰς ἐπιδρομὰς τοῖς λῃστεύουσιν. ὁ δὲ κακῶς τοῖς ὑπ' αὐτὸν προσφερόμενος ἐξηρέθισε τούτους καθ' ἑαυτοῦ καὶ ἀπώλετο ἄν, εἰ μὴ ἀπέδρα νυκτός. ἡ γοῦν ὑπ' αὐτὸν στρατιὰ δείσασα πρὸς ἀποστασίαν ἐχώρησε καί τινα ἐξ ἑαυτῶν Τειχομηρὸν κεκλημένον, ἐκ δὲ γένους φύντα Βουλγαρικοῦ, ἀρχηγὸν ἑαυτοῖς προχειρίζονται καὶ βασιλέα Βουλγαρίας αὐτὸν ὀνομάζουσι. καὶ τὰ τῶν Βουλγάρων διῄρητο, τῶν μὲν τῷ ∆ολιάνῳ, τῶν δὲ τῷ Τειχομηρῷ προσρυϊσκομένων. ἀλλὰ δόλῳ μετῆλθεν ὁ ∆ολιάνος τὸν ἀντικαθιστάμενον· μετακαλεῖται γὰρ αὐτὸν ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς καὶ τῆς πρὸς Ῥωμαίους μάχης· καὶ ὃς πείθεται. ἐπεὶ οὖν ἡνώθησαν ἄμφω οἱ ἀρχηγοὶ καὶ τὸ πλῆθος τῶν Βουλγάρων συνήθροιστο, ὁ ∆ολιάνος πρὸς τοὺς συνειλεγμένους ἔφη μὴ ἄν ποτε σωθήσεσθαι τὸ τῶν Βουλγάρων ἔθνος ὑπ' ἀρχηγῶν δυοῖν κυβερνώμενον, καί "εἰ τὴν σωτηρίαν ὑμῶν βούλεσθε, τὸν ἕνα ἐξ ἡμῶν ποιήσατε ἐκποδών· εἰ μὲν οὖν ἐμὲ τοῦ γένους εἶναι τοῦ Σαμουὴλ 600 οἴδατε, ἀποσκευάσασθε τὸν Τειχομηρόν· εἰ δ' οὐ τοῦτο, αὐτῷ μὲν ἑαυτοὺς ὑποτάξατε, ἐμὲ δ' ἐκ μέσου ποιήσατε." ἐπὶ τούτοις θροῦς ἤρθη, καί οἱ τὴν βασιλείαν ξύμπαντες ἐπευφήμησαν, καὶ ὁ Τειχομηρὸς κατελεύσθη. ὁ δὲ ∆ολιάνος αὐτοκράτωρ γενόμενος εἷλέ τε τὸ ∆υρράχιον καὶ κατὰ τῆς Ἑλλάδος ἐχώρησε καὶ τὰ Νικοπολιτῶν προσεποιήσατο, τῶν ἐν αὐτοῖς ἑκόντων προσχωρησάντων αὐτῷ, ἐπεὶ μὴ ἔφερον τὴν τοῦ ὀρφανοτρόφου ἀπληστίαν καὶ τὸ ἀκόρεστον. καὶ ὁ μὲν οὕτως λείαν Μυσῶν τὸ τοῦ λόγου τὰ Ῥωμαίων ἐτίθετο. ὁ δὲ βασιλεὺς τῆς ἀγγελίας κομισθείσης αὐτῷ αὐτίκα ὥρμα καταλαβεῖν τὸν ἀποστατήσαντα, δεινὸν ἡγεῖσθαι λέγων, εἰ μηδὲν αὐτὸς τῇ βασιλείᾳ προσενεγκὼν μοῖραν ταύτης ἀφαιρεθεῖσάν τινα παραβλέψεται. ὅτι δέ οἱ ἀπέγνωστο τὸ βιώσιμον (ἤδη γὰρ ὁ ὕδερος αὐτοῦ κατεκράτησε καὶ αὐτοῦ τὸ σῶμα ἐξώγκωτο), τό τε συγγενὲς ἀπεῖργε τὴν ἐκστρατείαν αὐτῷ παρακλήσεσι καὶ οἱ προὔχοντες τῆς βουλῆς οὐκ ἐπῄνουν τὸ βούλευμα. ἀλλ' ἐκεῖνος ζήλῳ ῥωννύμενος καὶ ἀντεπάγων τῇ ἀσθενείᾳ τὸ πρόθυμον ἐπὶ τοὺς Σκύθας 601 χωρεῖ, καὶ ἦν τὸ πρᾶγμα θαύματος ἄξιον. νυκτὸς γὰρ τῇ νόσῳ καταπονούμενος καὶ οὐκ ἂν ἐς αὔριον ἀναστήσεσθαι προσδοκώμενος, ὁ δὲ ἡμέρας ἄρτι φαυούσης ἔφιππός τε ὡρᾶτο καὶ προῄει τῆς στρατιᾶς. ὡς δ' ἐν τοῖς τῶν Σκυθῶν τούτων ὁρίοις ἐγένετο, ἡτοιμάζετο πρὸς ἀντιπαράταξιν. οὔπω δ' ἀλλήλοις τὰ τάγματα συνερρώγεσαν καί τι συμβὰν ἀπόνως τάχα τῷ βασιλεῖ τὴν νίκην προσένειμεν. ὁ γάρ τοι τοῦ Ἀαρὼν ἐκείνου υἱός, ὁ πατρίκιος Ἀλουσιάνος, παρὰ Ῥωμαίοις ὢν ἔτι, προσκεκρουκὼς τῷ κρατοῦντι, ἐπ' οἴκου μένειν καταδεδίκαστο καὶ μήτε προσιέναι πρὸς τὰ ἀνάκτορα μήθ' ὅλως εἰσιέναι πρὸς τὸ Βυζάντιον, εἰ μὴ ἐπιτραπείη τὴν εἴσοδον. ἠθύμει γοῦν διὰ ταῦτα· ἐπεὶ δ' ἐγνώκει τὴν τοῦ ἔθνους ἀποστασίαν καὶ τὴν τοῦ ∆ολιάνου αἵρεσιν εἰς τὸ ἄρχειν αὐτοῦ, ἀποδιδράσκει μὲν τῆς οἰκίας αὐτοῦ καὶ μεταμφιέννυται, Ἀρμενίου τε στολὴν περιθέμενος ἑαυτῷ καὶ θεράπων εἶναι τοῦ Θεοδωροκάνου πλαττόμενος καὶ ἀπιέναι πρὸς τὸ στρατόπεδον ἔλαθε πάντας καὶ πρὸς Βουλγαρίαν κατήντησεν. ἀλλ' οὐκ αὐτίκα δῆλον ἔθετο ἑαυτόν, προσομιλῶν 602 δέ τισι τοῦ Ἀαρὼν ἀνεμίμνησκε καί "ἆρα" ἔλεγεν "εἴ τις τῶν ἐκείνου παίδων παρῆν, ἔδοξεν ἂν ὑμῖν εἰς τὴν ἔθνους ἀρχὴν προτιμότερος τοῦ νόθου ὁ γνήσιος;" ὡς δὲ πάντες πεποίηντο δι' εὐχῆς τὸ ὑπὸ γνησίου παιδὸς ἄρχεσθαι τοῦ Ἀαρὼν καὶ τὴν βασιλείαν αὖθις εἰς ἀναμφίβολον