ἐξέτεινας τὰς χεῖράς σου. Ἐπενήνε κται γὰρ κατ' αὐτῶν ἡ δεξιὰ τοῦ Πατρὸς, τουτέστιν ὁ Υἱὸς, ἥτις καὶ ἔσωσεν ἡμᾶς. Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ. Κρίνας γὰρ τὴν καθ' ἡμῶν ἀδικίαν, ἐξέβαλε τὸν ἄρχοντα τοῦ κόσμου. Εἰς τέλος τῷ ∆αυῒδ ΨΑΛΜΟΣ διὰ Ζαχαρίου ἐν τῇ διασπορᾷ. ΡΛΗʹ. Ὑπόθεσις. Ἀναφέρεται μὲν ὁ ψαλμὸς εἰς τὸ τοῦ Ζαχαρίου πρόσωπον, ἔτι ὄντων ἐν τῇ αἰχμαλωσίᾳ τῶν υἱῶν 27.532 Ἰσραὴλ, καὶ μὴν καὶ αὐτοῦ τοῦ Προφήτου σὺν αὐτοῖς. Γράφει δὲ τῆς περὶ Θεοῦ εἰς ἡμᾶς κηδεμο νίας τὸν τρόπον· καὶ ὡς οὐ μόνον τῶν καθόλου ποιεῖται πρόνοιαν, ἀλλὰ γὰρ καὶ τῶν κατὰ μέρος· ὡς μηδὲ τὰς κινήσεις, μηδὲ τὰς ἐνθυμήσεις ἡμῶν τῆς αὐτοῦ λείπεσθαι προνοίας. Ἀποθαυμάζει γε μὴν καὶ τῆς οἰκονομίας τὸ βάθος, τήν τε τῶν ἐθνῶν κλῆσιν κατασημαίνει σαφῶς, καὶ τὴν γεγενημένην ἀντιλογίαν τῷ Σωτῆρι Χριστῷ παρὰ τοῦ ἐξ Ἰσραὴλ λαοῦ. ∆ιὰ δὴ ταῦτα πάντα καὶ εἰς τὸ τέλος ἐπι γέγραπται τῷ ∆αυΐδ. Εἴπομεν δὲ πολλάκις, ὡς οἱ οὕτω τῶν ψαλμῶν ἐπιγραφόμενοι εἰς τὸν τῆς ἐπι δημίας ἀναπέμπονται καιρόν. Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με. Ὡς θαῤῥῶν βεβαίαν ἔχειν τὴν πίστιν τὴν εἰς Χριστὸν, καὶ ὡς οὐδεμία αὐτῷ κοινωνία γέγονε τῇ τοῦ φαύλου λαοῦ παρανομίᾳ, αὐτῶν τῶν καρδιῶν τὸν πλάστην ἐπικα λεῖται μάρτυρα. Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μα κρόθεν, τὴν τρίβον μου καὶ τὸν σχοῖνόν μου σὺ ἐξιχνίασας. Εἰ καὶ τῶν διανοημάτων οἶδε τὴν κίνη σιν ὁ Θεὸς, πολλῷ πλέον τῆς κατὰ τὸν βίον πορείας ἔχει τὴν γνῶσιν. Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας. Σχοινισμὸς μὲν μέτρον ἐστὶν ὡρισμένον ὁδοῦ. Λέγει δὲ, ὡς πᾶσαν κίνησιν λογι σμοῦ ἐπίστασαι· τὰς γὰρ κινήσεις διὰ τῶν ὁδῶν ση μαίνει. Ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου. Καὶ τοῦτο μέγιστον τῶν κατορθωμάτων τῷ ∆αυῒδ, μὴ ἀδικῆσαι τὴν γλῶσσαν μήτε ἐν ψεύδει, μήτε ἐν ἐπιορκίᾳ, μήτε ἐν ἀπάτῃ καὶ δόλῳ, καὶ πάσῃ τοιαύτῃ ἄλλῃ ὁδῷ. Ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Τὰ μέσα παρασεσιώπηται, διὰ τὸ τὴν κακίαν εἶναι ἐν τῷ μεταξύ. Οὐ γὰρ ἦν ἐν ἀρχῇ, οὐδὲ ἔσται πάλιν ἐν τέλει. Σὺ ἔπλασάς με, καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Εἰ καὶ ἔπλασάς με, φησὶ, καὶ γεγονότα διακρατεῖς· ἡ γὰρ ἐπίθεσις τῆς χειρὸς τοῦ Θεοῦ τὴν χορηγηθεῖσαν ἡμῖν τοῦ Πνεύματος δω ρεὰν σημαίνει· ὡς οἱ ἀπόστολοι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν παρεῖχον Πνεῦμα ἅγιον. Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκρα ταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ὃ λέγει τοιοῦ τόν ἐστιν· Ὅτι ἕτερα πλεῖστά ἐστι τὰ ἀπὸ τοῦ Θεοῦ εἰς αὐτὸν γεγενημένα, καὶ οὐχ οἷός τέ ἐστι διαγινώ σκειν. Ὑπερβάλλει γὰρ τὴν ἐμὴν δύναμιν, φησὶ, καὶ ἐπέκεινά ἐστι τῆς ἐμῆς καταλήψεως ἡ τούτων γνῶσις, ὡς μὴ δύνασθαί με ἐξευρεῖν ἢ ἐξειπεῖν αὐτά. Ὅσα γὰρ εἶπα σμικρὰ καὶ ἐλάχιστα τυγχάνει. Τῆς γὰρ θεϊκῆς δυνάμεως ἡ κατάληψις τὴν ἐμὴν σμικρό τητα διαφεύγει. Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ. Ὅμοιον τὸ, Ὁ οὐρανός μοι θρόνος. Ἐὰν καταβῶ εἰς ᾅδην, πάρει. Προφητεύει τὴν γενομένην εἰς ᾅδου κάθοδον τοῦ Κυρίου. Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρ θρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θα λάσσης. Τουτέστιν, εἰ λάβοιμι πτέρυγας πτηνῶν 27.533 μήπω κεκμηκότας· τοῦτο γὰρ σημαίνει τὸ, κατ' ὄρ θρον, νεαρὰς ἐν τῷ πέτασθαι καὶ δυνάμεως πεπλη ρωμένας. Ὁ δέ πως νοῦς οὗτος· Πάντα, φησὶ, περι ειληφὼς Κύριος, καὶ πάντα προλαβὼν οἶδας, καὶ πανταχοῦ πάρει, καὶ πάντα πληροῖς ὡς Θεός. Εἶτα· Τίς γένωμαι, ἄν τι συμβῇ μοι ἁμάρτημα, καὶ εἰ γένοιτό μοι χρεία δρασμοῦ καὶ φυγῆς, σοῦ τοῦ Κυ ρίου πάντα ὑπειληφότος Καὶ εἶπα· Ἆρα σκότος καταπατήσει με. Τὸ, κα ταπατήσει, ἀντὶ τοῦ, σκεπάσει καὶ ἀποκρύψει τῶν σῶν ὀφθαλμῶν. Ἀλλὰ καὶ τοῦτο, φησὶ, τὸ σκότος οὕτως ἐστὶν ἐν τῇ σῇ γνώσει, ὥσπερ ἂν εἴη καὶ αὐτὸ τὸ φῶς. Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Καθάπερ γὰρ ἐμοὶ ζοφώδης ἡ νὺξ, οὕτως ἐστί σοι φωτεινή. Νεφροὺς δέ φησιν εἶναι τοὺς φόβου ποιητι κούς. Λέγει δὲ, ὅτι Σὲ διαπαντὸς ἐφοβούμην, ἐπεὶ πρὸ ὀφθαλμῶν εἶχον ἀεὶ τὴν σὴν
160