160
περιστῆναι ἄνδρα καὶ τῷ πάλαι βασιλείῳ γένει προσήκοντα καθαρῶς, πιστεύει τινὶ τὸ ἀπόρρητον τῶν μᾶλλον εἰδότων τὸ γένος τοῦ Ἀαρών. ὁ δὲ περιεργότερον αὐτῷ ἀνιχνεύσας τὸ εἶδος τοῖς ὀφθαλμοῖς, εἶτα καί τι σημεῖον εἰδὼς προσὸν αὐτῷ ἀναμφίβολον, καὶ τοῦτο ἰδεῖν ἀπαιτεῖ. τὸ δ' ἦν περὶ τὸν δεξιὸν ἀγκῶνα χρῶμά τι μέλαν καὶ θρὶξ δασεῖα περὶ αὐτό. ἰδὼν οὖν καὶ τοῦτο καὶ οὐκέτι ἔχων ἐνδοιαστῶς καταβάλλει μὲν ἑαυτὸν ἐνώπιον τοῦ ἀνδρὸς καὶ τοὺς πόδας αὐτοῦ περιπτύσσεται. διδάσκει δὲ καὶ τοὺς ἄλλους τὸν ἐκ τοῦ βασιλείου γένους αὐτοῖς ἀφικόμενον. καὶ πολλοὶ τοῦ ἀμφιβόλου ἀπορραγέντες τῷ γνησίῳ προσέθεντο, καὶ μεμέριστο ἡ ἀρχή· ὡς δ' οὐ πάντως τῆς βασιλείας αὐτῆς στησομένης, εἰ πρὸς ἀλλήλους οἱ ἀρχηγοὶ διαφέροιντο, κοινοπραγοῦσι καὶ 603 σπένδονται, ἀλλήλους δὲ καὶ ὑπώπτευον καὶ ἐνήδρευον. ἀλλ' ὀξύτερος εὑρέθη ὁ Ἀλουσιάνος πρὸς τὴν ἐπιβουλὴν καὶ τὴν τοῦ ∆ολιάνου προέφθασε δολιότητα. καὶ πότον ἑτοιμασάμενος καὶ συμπότην παραλαβὼν τὸν συνάρχοντα ἐπιτίθεταί οἱ συμποσιάζοντι καὶ ἐξορύττει τῷ ἀθλίῳ τὰ ὄμματα, καὶ εἰς μίαν ἐντεῦθεν ἀρχὴν τὸ Σκυθικὸν περιίσταται. εἶτα δι' ἀπορρήτων μηνύει τῷ βασιλεῖ βουλεύσασθαι προσχωρῆσαι αὐτῷ, εἰ εὐμενοῦς αὐτοῦ τεύξεται καὶ ἀναλόγων οὐκ ἀμοιρήσει τῶν ἀμοιβῶν. ὁ δὲ τὴν ἔντευξίν τε προσήκατο καὶ ἀξίως ἀμείψασθαι αὐτὸν ἐπηγγείλατο. καὶ ὃς αὐτίκα προσεληλύθει καὶ τετίμητο μάγιστρος. ὁ δὲ βασιλεὺς ἔπεισι τῷ ἔθνει εὐθύς, τὸ δὲ ἄναρχον ὂν καὶ διεσπαρμένον οὐ δυσέργως καταπολεμηθὲν αὖθις τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ ὑπέκυψε, καὶ ὁ βασιλεὺς πρὸς τὸ Βυζάντιον ἐπανέζευξε καὶ κατήγαγε θρίαμβον, αἰχμαλώτους τε πολλοὺς διαγαγὼν ἐν αὐτῷ καὶ τὸν ∆ολιάνον αὐτὸν πεπηρωμένον τὰ ὄμματα. Εἶχε δ' ὁ αὐτοκράτωρ κακῶς καὶ ἤδη τῇ λύσει προσήγγισε τῆς συνθέσεως. καταφρονεῖ γοῦν τῆς ἀρχῆς καὶ ἐκ τῶν 604 βασιλείων μεταχωρεῖ καὶ ἄπεισιν εἰς ὅπερ αὐτὸς πρὸ τῶν τειχῶν τῆς πόλεως ἱδρύσατο ἀσκητήριον, ὃ ἐπὶ τῇ κλήσει τῶν θαυματουργῶν Ἀναργύρων ὠνόμασεν. ἔνθα δὴ γεγονὼς ἐκδιδύσκεται μὲν τὴν ἁλουργίδα καὶ τἆλλα πάντα τῆς βασιλείας γνωρίσματα, κείρεται δὲ τὴν τρίχα καὶ τελεῖται τὴν ἱερὰν τελετήν, ἐνδύεται δὲ τὸ ῥάκος τῆς ἐν Χριστῷ ταπεινώσεως καὶ περιζώννυται τὸ θεῖον δέρας τὸ τῆς ἑκουσίου νεκρώσεως σύμβολον ὁ ἤδη καὶ ἄκων νεκρούμενος. ὡς οὖν ἠγγέλθη τῇ βασιλίσσῃ τὸ γεγονός, πεζῇ τῶν βασιλείων ὑπέξεισι καὶ πρὸς ἐκεῖνον ἀφίκετο. ὁ δὲ ταύτῃ τὰς θύρας ἐπιζυγοῖ καὶ τὴν πρὸς αὐτὸν ἀπείργνυσιν εἴσοδον, οὐκ οἶδα εἴτ' αἰδούμενος ἀνθ' ὧν πρὸς αὐτὴν ἐνεδείξατο εἴθ' ὅλος τῆς μετανοίας γενόμενος καὶ μὴ θέλων εἰς μνήμην ἐλθεῖν τῆς πρὸς ἐκείνην παλαιᾶς διαθέσεως. ἡ μὲν οὖν μὴ ἐντυχοῦσα τῷ Μιχαὴλ ὑπενόστησεν· ὁ δὲ βραχύ τι τῇ μεταθέσει τῆς βιοτῆς ἐπιβιώσας πρὸς τὰς ἀϊδίους μονὰς μετέθετο τὴν ζωήν, μέχρις ἐσχάτης ἀναπνοῆς τὸ πρὸς τὸν βασιλέα Ῥωμανὸν αὐτῷ τολμηθὲν ἀπολοφυρόμενος, βασιλεὺς γεγονὼς ἐπιεικὴς καὶ χρηστός, ὅσον τὸ εἰς αὐτόν, τὸ συγ605 γενὲς δέ οἱ ὥσπερ τις κηλὶς προσεπεφύκει αὐτῷ ῥυπαίνουσά πως τὴν ἐκείνου χρηστότητα. ἱστόρηται δὲ τοῖς μὲν ἐπ' ἔτος ἕβδομον τὸ σκῆπτρον κατασχεῖν τὸ Ῥωμαϊκόν, τοῖς δὲ καί τι τούτου ἐπέκεινα. Ἧκε δ' ἡ τῆς βασιλείας ἀρχὴ πρὸς τὸν Καίσαρα, πάντα τοῦ μητραδέλφου αὐτοῦ τοῦ Ἰωάννου ἀνύοντος. ὁ μὲν γὰρ βασιλεὺς Μιχαὴλ Καίσαρα τοῦτον ἐτίμησεν, ὡς προγέγραπται, εἶτα ὥσπερ μεταμελόμενος οὐ χρηστὴν πρὸς ἐκεῖνον ἐτήρει διάθεσιν. ὅθεν καὶ ἔξω που τῆς πόλεως ὥριστο αὐτῷ ἡ καταγωγή, καὶ οὐδ' ἐφεῖτο τούτῳ, εἰ μὴ κελευσθείη, πρὸς τὸν βασιλέα φοιτᾶν. ἐπεὶ δὲ τῶν βασιλείων ὑπεξῆλθεν ὁ αὐτοκράτωρ, ὡς εἴρηται, οἱ ἐκείνου αὐτάδελφοι βασίλειον πλάττονται γράμμα, ἐπιτρέπον ἐκείνῳ τὴν πρὸς τὰ ἀνάκτορα πάροδον. καὶ ὁ μὲν εἰσελήλυθεν· ὁ δὲ πρῶτος τῶν ἀδελφῶν ὁ ὀρφανοτρόφος μὴ δεῖν συνεβούλευσεν ἐπιχειρῆσαι πράξει τινὶ γνώμης τῆς βασιλίδος χωρίς. προσίασι τοίνυν αὐτῇ καὶ τοῖς ἐκείνης ποσὶ τὸν Καίσαρα καταβάλλουσι καὶ προΐσχονται τὴν εἰσποίησιν καὶ πίστεις διδόασι καὶ φρικώδεις ὅρκους ὀμνύουσιν ἦ μὴν τοῦ ὀνό606