κρίσιν. Ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου. Εἰκότως, φησὶ, τὸν σὸν φόβον ἐκτησάμην, ἐπειδὴ κυόμενόν με ἡ σὴ πε ριφρουρεῖ πρόνοια. Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώ θης. Εὐκαίρως μετὰ τὴν προειρημένην θεολογίαν τὴν ἐξομολόγησιν ἀναφθέγγεται. Θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. Ἥτις ἐστὶ, φη σὶν, ἐμοὶ δύναμις ἀπόῤῥητος, καὶ αὐτή σοι τῷ Θεῷ φανερὰ τυγχάνει. Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ ὃ ἐποίη σας ἐν κρυφῇ. Οὐκ ἔλαθε, φησὶ, τῆς γυναικὸς ὁ ὄλισθος, ἢν ἐκ τοῦ ὀστέου μου λεληθότως ἐποίησας, ὕπνῳ βαρεῖ εὐνάσας με· ἀλλ' ἔγνως τὰ ἡμέτερα κρύφια, ὁ ἐκείνην κρυφίως ὑποστησάμενος. Καὶ ἡ ὑπό στασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς. Καὶ εἰ διαλυθείην, φησὶ, καὶ εἰς χοῦν πορευθείην, σοὶ πάλιν γνωστὸν τὸ τοιοῦτόν ἐστιν Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου. Πρὶν γενέσθαι, φησὶ, καὶ πρὶν μορφωθῆναι, οἱ σοὶ τῆς προγνώσεως ὀφθαλμοὶ ἐθεάσαντό με καὶ προεῖ δόν με, οὐχ ἁπλῶς, ἀλλ' ὡς ἤδη ἐγκείμενον, καὶ συν ηριθμημένον, καὶ ἐν τῇ βίβλῳ σου γεγραμμένον. Ἡμέραι πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς. Κατὰ πάσας τῆς ζωῆς αὐτῶν τὰς ἡμέρας εὐρύθμως καὶ εὐπλάστως ἑαυτοὺς διήγαγον, καὶ μηδὲ μίαν ἡμέραν αὐτοὺς ἄτυπον ἢ ἄπλαστον ἐσχηκέναι. Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός· Ὅμοιον τό· Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Ἐξαριθμή σομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. Εὔελπίς εἰμι, φησὶ, τοὺς φίλους τιμῶν τοὺς σοὺς, ὅτι δὴ ἐν τῇ ἀναστάσει μετ' αὐτῶν στήσομαι, καὶ δι' αὐτοὺς τὴν παρὰ σοῦ κτήσομαι τιμήν. Τότε δὴ, φησὶ, καὶ οἱ ἁμαρτωλοὶ ἀποκτενοῖντο, τουτέστι, τὰς προσ ηκούσας ἀπολήψονται δίκας. Ἐὰν ἀποκτείνῃς ἁμαρτωλοὺς, ὁ Θεός. Εἰδὼς τὰς ἐσομένας κατ' αὐτῶν δίκας, ἔξω που ἀφορίζει αὐτοὺς ἑαυτοῦ. Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ' ἐμοῦ, ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς. Τὴν αἰ 27.536 τίαν φησὶ δι' ἢν ἀπελαύνει ἀφ' ἑαυτοῦ τοὺς ἁμαρτω λούς. ∆ιὰ τοῦτο, φησὶν, ἐλαύνονται, ὅτι ἀντιφθέγγον ται καὶ ἀντιφιλονεικοῦσι Θεῷ, καὶ μάτην ἐπαιρόμε νοι καταλαζονευόμενοι τοῦ τῶν ἀνθρώπων βίου. Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; Ὅτι τοὺς μὲν σοὺς ἠγάπων καὶ ἀπεδεχόμην φίλους· τοὺς δὲ ἐχθρούς σου τελείως ἐμίσουν. Ἐχθροὶ δὲ τοῦ Θεοῦ πρώτως μὲν καὶ κυρίως οἱ ἀκάθαρτοι δαίμονες· δεύτεροι δὲ μετ' ἐκείνους οἵ τε τὴν εἰδωλολατρείαν πρεσβεύοντες, καὶ οἱ τῶν αἱρέσεων ἀρχηγοί. Εἰς τέλος ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. ΡΛΘʹ Ἐξέλου με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ. Τῆς γενομένης ἀδικίας παρὰ τῶν δαιμόνων τῇ ἀνθρώπου φύσει κεκραγέναι πρὸς τὸν Θεὸν ποιῆσαι τὴν ἐκδί κησιν, καὶ μεταστρέψαι εἰς κεφαλὴν τῶν ἀδικούντων τὴν ἀδικίαν. Λεχθείη δὲ καὶ ἐπὶ αἰσθητῶν ἐχθρῶν τὰ λεγόμενα. Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρέτασσον πολέμους. Οὐ γὰρ μόνον πονηροῖς ἐχρήσαντο λογισμοῖς, ἀλλὰ καὶ τὰ ἔργα προσέθηκαν τοῖς λογισμοῖς. Τὸ δὲ, ὅλην τὴν ἡμέ ραν, ὁ Σύμμαχος, κατὰ πᾶσαν ἡμέραν, ἑρμηνεύει. Ἐχόμενα τρίβους σκάνδαλα ἔθεντό μοι. Ταῦτα πάντα, φησὶν, ἐποίουν, ἵνα τὸν δρόμον στήσωσι τῆς κατὰ Θεὸν πορείας, τοὺς πόδας αὐτοῦ παγίσι περι βάλλοντες, ἵνα τῆς ἐν Θεῷ στάσεως αὐτὸν καταβά λωσιν. Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ. Ἐγὼ, φησὶ, Κύριε ἐπιθυμίαν ἐπιθυμῶ σωτηρίας· μὴ οὖν ἐγκαταλείπῃς με, ὥστε ταύτης παρατραπέντα παραδοθῆναι ἁμαρτωλῷ, ἤτοι τῷ δια βόλῳ. ∆ιελογίσαντο κατ' ἐμοῦ· μὴ ἐγκαταλείπῃς με, μήποτε ὑψωθῶσιν. Ἐν σκέπῃ τῶν πτερύγων αὐτοῦ ἀξιοῖ σκεπασθῆναι, καὶ ὑπὸ τὴν κραταιὰν αὐ τοῦ χεῖρα, ἀφ' ἧς οὐδεὶς δύναται ἁρπάσαι, ἵνα μὴ ὡς ἐπί τι ἄλλο τι μεγαφρονήσωσιν. Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν. Ἐπ' αὐτοὺς, φησὶν, ἔλθοι ὃ ἐβουλεύσαντο. Τοῦτο γὰρ σημαί νει ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν. Κεφαλὴ γὰρ τῶν ἁμαρτωλῶν ὁ λογισμὸς καὶ ἡ αἴσθησις. Τῆς οὖν ἐπιβουλῆς αὐτῶν τῆς κατ' ἐμοῦ, δι' ἧς ἐκύκλωσάν με ἡ ἀρχὴ καὶ ἡ κεφαλὴ, οὐ
161