μὴν ἀλλὰ καὶ ὁ κόπος αὐ τῶν, καὶ ὁ μόχθος ὁ κατ' ἐμοῦ, εἰς αὐτοὺς ἔλθοι. Οὓς καὶ δίκῃ παραδοθῆναι τῇ διὰ πυρός. Πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες ἐν πυρί. Οἷον γάρ τινι πυρὶ τῇ ὀργῇ καταναλώσεις αὐτούς. Κατα βαλεῖς αὐτοὺς ἐν ταλαιπωρίαις, καὶ οὐ μὴ ὑπο στῶσι. Περιπεσοῦνται συμφοραῖς, καὶ οὐ περιέσον ται τούτων. Ταῦτα δὲ συμβαίνει τῷ Σαοὺλ ἐν τῷ κατὰ τοὺς ἀλλοφύλους πολέμῳ. Ἐκεῖ γὰρ σφαγεὶς ἐδέξατο τὸ τοῦ βίου τέλος. Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. Ἐκδέχεται μὲν τοὺς ἀσεβεῖς τὸ αἰώνιον πῦρ. Καὶ ἐν τούτῳ δὲ τῷ βίῳ εἰς τέλος οὐ κατευθυνθήσε ται γλωσσώδης. Οὐδεὶς γὰρ μάχιμός τε καὶ λοίδορος, ὅς ἐστιν ἐν τῇ γεώδει προαιρέσει, κατευθύνεται, ὑπὸ τοῦ μάχιμος εἶναι στρεβλούμενος. Φιλαμαρτήμονες γὰρ ὄντες οἱ τοιοῦτοι, πῶς ὑπ' ἀρετῆς κατευθύνον ται; Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. 27.537 Ὥσπερ γὰρ ὑπὸ οἰκείας νόσου διαφθείρεται ἄνευ τῆς ἑαυτοῦ κακίας, δίκην δοὺς τὴν προσήκουσαν. Ἱκανὴ γάρ ἐστιν ἀντὶ πάσης τιμωρίας τὴν ἔχουσαν αὐτὴν ψυχὴν ἡ κακία διαφθείρειν. ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. ΡΜʹ. Ὑπόθεσις. Ὅμοιος καὶ αὐτὸς τῷ ὀπίσω κεῖται, πλὴν δογμα τικώτερος. Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκρα γέναι με πρὸς σέ. Ἡ κραυγὴ τὸ σύντονον τῆς δια νοίας πάντως δηλοῖ. Εὐμενῶς, φησὶ, ∆έσποτα, δέξαι τὴν ἐμὴν ἱκετείαν. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Τὰ ἀπὸ διανοίας θυμιάμασι παρεικά ζει, ἅτε λεπτὰ ὄντα, καὶ τῷ μόνῳ ἀνατιθέμενα τῷ Θεῷ. Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Τὰς πράξεις τὰς διὰ τῶν χειρῶν δηλουμένας θυσίᾳ παρεικάζει, ἅτε παχύτερα ὄντα παρὰ τὰς τῆς δια νοίας αἱρέσεις. Τὸ δὲ ἑσπερινήν φησιν, ὅτι χρὴ μέχρι τέλους πράξεις ἐπιτηδεύειν ἀγαθάς. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύ ραν περιοχῆς περὶ τὰ χείλη μου. Ἐπειδὴ μέγα οἶδε τὸ κατορθοῦν τῆς γλώσσης τὴν φυλακὴν, τὸν Θεὸν αἰτεῖ ταύτης τὴν ἐγκράτειαν αὐτῷ χαρίσασθαι. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πο νηρίας. Τουτέστι μὴ συγχωρήσῃς παρατραπῆναι εἰς τὸ ἐναντίον τὴν ἅπαξ καλῶς κατασκευασθεῖσάν μου διάνοιαν· ἵνα μὴ νοῶ, φησὶν, ἐννοίας παρανομίας. Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με. Πᾶσαν μὲν παιδείαν δεξαίμην τοῦ δικαίου, τὴν εὐλο γίαν δὲ καὶ τὴν κολακείαν τοῦ ἁμαρτωλοῦ μὴ λά βοιμι, δι' ἧς ὥσπερ ἔλαιον τὴν κεφαλήν μου κατα χρίουσιν. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν, κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἐγγὺς, φησὶ, πέτρας γενόμενοι καταποντι σθήσονται. Σημαίνει δὲ, ὡς αὐτὸς αὐτοὺς ὁ Χριστὸς καταποντίσει εἰς τὴν ἄβυσσον. Ἀκούσονται τὰ ῥή ματά μου, ὅτι ἡδύνθησαν. Ἔκβασις, φησὶ, τῆς κατ' αὐτῶν προλεχθείσης τιμωρίας, πίστιν ἀληθείας καὶ εὐπρεπείας τὰ ἐμὰ λάβοιεν ῥήματα. Ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς. Πᾶν, φησὶ, τὸ γεῶδες ἡμῶν διεῤῥήξαμεν, ταπεινοῦντες ἑαυτοὺς διὰ σέ· οὕτως ὡς πᾶσαν δύναμιν ἡμῶν μέχρι ᾄδου κατενεχθῆναι. Ὅμοιον δὲ τοῦτο τῷ, Ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν. Ὅτι πρὸς σὲ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου. Ἐγὼ δὲ οὐδενὶ τῶν ἀνθρωπίνων θαῤῥῶ· ἀλλὰ τὴν σὴν προσμένω βοήθειαν, καὶ παρακαλῶ ταύτης τὴν ἐμὴν μὴ γυμνωθῆναι ψυχήν. Ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντ ανέλῃς τὴν ψυχήν μου. Ἀντὶ τοῦ· Μὴ ἐκχύσῃς ἣ ἐκκενώσῃς τῆς ἐλπίδος ἧς ἔχω πρὸς σέ. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτω λοί. Ἐμπέσοιεν, φησὶν, εἰς τὰ ἑαυτῶν δίκτυα οἱ ἁμαρτωλοί. Καταμόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω. 27.540 Τότε, φησὶ, παρελεύσομαι ἀφόβως καὶ ἀμερίμνως, ὅταν αὐτοὶ οἱ ἁμαρτωλοὶ τοῖς ἑαυτῶν περιπέσωσι δικτύοις. Ἐγὼ δὲ τούτων κεχωρισμένως διατελέσω ἕως ἂν δέξωμαι τοῦ βίου τὸ πέρας. Συνέσεως τῷ ∆αυῒδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ, προσευχή.
162