κολόκυμα τὸ κωφὸν κῦμα, ὃ καὶ κόλον κῦμα διαλελυμένως λέγεται. ἐκεῖθεν δὲ καὶ κόλαφος παρὰ Ἐπιχάρμῳ. καὶ τὸ ἐκολάφισαν ἐντεῦθεν Παυσανίας φησίν. Ἀττικοὶ δὲ τὸν κόλαφον κόνδυλον φασὶ διὰ τοῦ ˉδ, κόντυλος μέντοι εἶδος ὀρνέου. εἰ δὲ καὶ κόλον τροφὴν οἱ παλαιοί φασιν, ὅθεν ὁ βουκόλος, καὶ κοιλίαν τὴν τῆς τροφῆς δεκτικὴν, εἴη ἂν ἐντεῦθεν 2.142 καὶ ἄκολος ψωμὸς ὁ ὀλιγοτρόφος. Ἰστέον δὲ πρὸς τοῖς εἰρημένοις καὶ ὡς εἰ μὲν στερητικόν ἐστι τὸ ˉα ἐν τῷ ἀκόλους ἤγουν μὴ κολουομένους, ὡς προσεχῶς ἐγράφη, εἴη ἂν ἴσως μεῖζόν τι ὁ κόλλαβος, βλωμίδιόν τι κολούεσθαι δυνάμενον αὐτὸς ὢν, καθὰ δῆλον καὶ ἐκ τοῦ ἐνεκολάβισεν, ἤγουν δίκην κολλάβου κατέπιεν. εἰ δ' ἴσως πλεονασμῷ τοῦ ˉα γίνεται ἄκολοι, ἔχει τις εἰπεῖν, ὡς ταυτὸν δύνανται αὐτοῖς καὶ οἱ κόλλαβοι, περὶ ὧν ἐν τοῖς τοῦ δειπνοσοφιστοῦ φέρεται, ὅτι δοκοῦσιν οἱ Κίλικες, ἴσως μὲν οἱ Ὁμηρικοὶ, ἴσως δὲ ἕτεροι, οὐκ ἀγαθοῖς ἄρτοις χρῆσθαι. διὸ καὶ οἱ Κιλίκιοι ἄρτοι οὐκ ἔπαινον εἶχον, οἱ αὐτοὶ τοῖς κολλάβοις ὄντες. Πλάτων γοῦν ὁ κωμικὸς τοὺς μεγάλους ἄρτους καὶ ῥυπαροὺς καὶ, ὡς Ἄλεξις λέγει, φαιοὺς, Κιλικίους ὀνομάζει, λέγων· ἄρτους ἧκε πριάμενος μὴ τῶν καθαρύλλων ἀλλὰ μεγάλους Κιλικίους. ἐν τούτοις δὲ ὅρα τὸ καθαρύλλων ὑποκορισθὲν καὶ ῥηθὲν ἀντὶ τοῦ καθαρῶν. ἔτι δὲ καὶ τὸ μεγάλους, ὃ κωλύει ψωμίσκους τοὺς κολλάβους νοεῖν. Ἔτι ἰστέον καὶ ὅτι ἐκ τοῦ, ὡς ἐῤῥέθη κόλον ἡ τροφὴ, βούλονταί τινες καὶ τὸν κόλακα εἶναι· οὗ σύνθετον ψωμοκόλαξ, ὡς καὶ ψωμοκόλαφος δραπέτης. ἐκεῖθεν δέ, φασι, καὶ δύσκολος ὁ δυσάρεστος καὶ σικχός. εὕρηται δὲ καὶ ἡ ἁπλῶς τροφὴ ἄκολος λεγομένη, ὡς δηλοῖ Ἀθήναιος, ἔνθα λέγει, ὅτι σκώπτοντες οἱ παλαιοὶ τοὺς ἀλλαχόθι δηλωθέντας δεικηλιστὰς ὡς τὰ πολλὰ ἰδίως ὀνομάζοντας, προφέρουσι λέξεις ἐκείνων τοιαύτας· τὴν σηπίαν ὀπισθοτίλαν λέγουσι, τὸν ἀλεκτρύονα ὀρτάλιχον, τὸν ἰατρὸν σάκταν, βλέφυραν τὴν γέφυραν, τῦκα τὰ σῦκα, κωτιλάδας δὲ τὰς χελιδόνας, τὴν ἔνθεσιν δὲ ἄκολον· ἔστι δ' ἐν τούτοις ἔνθεσις μὲν ἡ τροφή· κωτιλὰς δὲ ἡ ὡς εἰπεῖν στωμύλη, καὶ καθ' Ἡσίοδον εἰπεῖν αἱμύλη κωτίλλειν, σάκτας δὲ ὁ ὡς οἷον φορτωτὴς παρὰ τὸ σάττω· καὶ ἔστι χρῆσις σάκτου καὶ παρὰ τῷ κωμικῷ· ὀπισθοτίλα δὲ ἡ ὀπίσω τιλῶσα τὸν παρ' αὐτῇ θολόν. ἄορας δὲ τὰς γυναῖκας λέγει παρὰ τὸ ἀείρω τὸ συζευγνύω, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ ἐν τῷ, ἀμυνέμεν ὤρεσι, τουτέστι ταῖς γυναιξίν. ἄορ γὰρ, ἐκ τοῦ ἀείρω τὸ συζευγνύω, γενικὴ, ἄορος, καὶ πληθυντικὴ αἰτιατικὴ ἄορας, μετατεθεῖσα δὲ ἡ ἄορ ἐποίησε τὸ, ὄαρ ὄαρος, ὅθεν ὀαρίζειν καὶ ὀαριστής. ἕτεροι δὲ ἄορα γράφουσι χωρὶς τοῦ σίγμα, ἤγουν ξίφη, ὡς ἂν λέγῃ κατὰ μὲν τὴν πρώτην γραφὴν, ὅτι αἰτῶν οὐ μεγάλα τινὰ, οἷον γυναῖκας δμωὰς ἢ λέβητας, ὁποῖα τοῖς μεγάλοις ἀξίοις δίδονται, ἀλλὰ ἀκόλους τοὺς ῥηθέντας. κατὰ δὲ τὴν δευτέραν γραφὴν αἰτῶν οὐ ξίφη καὶ τάδε τινὰ τιμῆς ἄξια, ψωμοὺς δὲ βραχεῖς τινάς. καὶ ἔστι κἀνταῦθα προσφυὲς Ἐρετριέως Ἀχαιοῦ τὸ, πινῶντι δ' ἀνδρὶ μάζα τιμιωτέρα χρυσοῦ τε καὶ ἐλέφαντος. (ῃερς. 224.) Σηκοκόρος δὲ, ὡς νεωκόρος. σηκὸς δὲ ἡ μάνδρα τὸ παλαιὸν, παρὰ τὸ στήκω στηκὸς καὶ σηκός· ὅθεν καὶ σταθμοὶ αἱ τῶν ζῴων ἐπαύλεις. οἱ δὲ ὕστερον καὶ ἐπὶ ναοῦ ἔθεντο τὴν λέξιν, μὴ ἀπαξιώσαντες τοὔνομα, διὰ τὸ ἐν βωμῷ τοιαῦτα ζῷα ἐπὶ θυσίᾳ ἵστασθαι. Θαλλὸς δὲ ἢ πᾶν, φασὶ, τὸ ἐκ γῆς φυόμενον, ἢ φυλλὰς, ἢ κλάδος δένδρου. Ἀττικοὶ δὲ, ὥς που καὶ προεγράφη, ἐπὶ μόνης ἐλαίας τὴν λέξιν ἰδιάζουσιν. ἐρίφοις δὲ μάλιστα δοκεῖ δρέπεσθαι ὁ θαλλὸς, φίλος ὢν καὶ ταῖς τελείαις αἰξίν· ἐξ οὗ θαλλοῦ ἡ παλαιὰ λογιότης ὡρμημένη ἔσκωψε τοιοῦτόν τι. ἑταίρα, φασὶν, ἐπιφανὴς Νικὼ ἐπεκαλεῖτο αἲξ, διότι τὸν μέγαν ἐραστήν ποτε κατέφαγε Θαλλὸν τὸν κάπηλον. ἐκείνης δὲ καὶ λόγος ἀστεῖος φέρεται οὗτος. Πύθωνός τινος αὐτὴν μὲν ἀπολιπόντος, ἑτέραν δὲ παχεῖαν ἀναλαβόντος, εἶτα μεταπεμπομένου αὐτὴν, ἔφη, ὡς ὁ Πύθων, ἐπεὶ ἤδη τῶν ὑῶν ἐγένετο διάμεστος, ἐπὶ τὴν αἶγ' οἷος ἐστὶν ἀνακάμπτειν πάλιν. Ὅτι δὲ ὁ Ἀττικὸς θαλλὸς ἐξαίρετος ἦν, ἀφ' οὗ στέφανος Ἀθήνῃσι τοῖς νικηταῖς ἦν, ἡ ἱστορία καὶ αὐτὸ δηλοῖ. ἐκ δὲ τοῦ θαλλοῦ καὶ θαλλοφόρος παροιμιακῶς ὁ μηδὲν χρήσιμος