ΡΜΑʹ. Ὑπόθεσις. Προσευχὴ μὲν ἔστι καὶ οὐδὲν ἕτερον τὰ προκείμενα. Πλὴν ἀλλὰ δεῖται συνέσεως· ὅπως ἂν ἡμεῖς μάθω μεν τίνι τρόπῳ ἐν περιστάσεσιν ὄντες διαφυγεῖν δυνηθῶμεν τὰ πονηρά. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου. Ὅλην ὥσπερ τὴν διάνοιαν αὐτοῦ ἀνα τέθεικε, φησὶ, τῷ Κυρίῳ. Τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Τὸν περὶ αὐτῆς, φησὶ, τῆς ψυχῆς ἀγωνιζόμενος δρόμον, τὰς δεήσεις ἀναφέρω, τὰς θλίψεις διαδοῦναι εὐχόμενος. Ὡς οὐ δικαίως διώκο μαι, ἐπίστασαι, φησίν. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου. Ταῦτα δὲ ἔδρων, τὴν ὑπερβολὴν θεώμενος τῶν κακῶν· παρ' αὐτὸν γὰρ ἐσκηνούμην τὸν θάνατον. Καὶ σὺ ἔγνως τὰς τρίβους μου, θαῤῥοῦντος τῇ τοῦ βίου πορείᾳ καὶ ταῖς πράξεσι τὸ, Σὺ ἔγνως τὰς τρίβους μου. Ὁρῶν δὲ τοὺς νοητοὺς τῆς ψυχῆς ἐχθροὺς παρασκευά σαντας εἰσελθεῖν τὸν Σαοὺλ εἰς τὸ σπήλαιον ὑπὲρ τοῦ συλληφθῆναι τὸν ∆αυῒδ, εἰκότως ἐλέγετο· Ἔκρυψαν παγίδα μοι, ἣν ἡ παροῦσα κατήργησε προσ ευχή. Τὸ γὰρ ἐπ' ἀνθρώποις, συλληφθεὶς ἐν τῷ σπη λαίῳ, δρασμοῦ παντὸς ἀποκέκλειστο, καὶ οὐκ ἦν ὁ ῥυόμενος, ἢ ἐκζητῶν αὐτοῦ τὴν ψυχήν. Ἐν ὁδῷ ταύτῃ ᾖ ἐπορευόμην ἔκρυψαν παγίδα μοι. Εἴ τις τὸν ἐν τῷ σπηλαίῳ λογίσηται τόπον, εὑ ρήσει προσηκόντως τὰ εἰρημένα. Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Παρατιθέντες τὰς ἀγχιθύρους κακίας τοῖς ἀσκου μένοις ἀρεταῖς. Οἷον ὁδεύοντι ἐπὶ σοφίαν, ἔκρυπτον παγίδα, σοφίαν οὐ Θεοῦ· καὶ ζητοῦντι γνῶσιν, παρ ετίθεσαν τὴν ψευδώνυμον. Ἔχει δέ τινα ὁμοιότητα τὸ ῥητὸν πρὸς τὸ, Ἐχόμενα τρίβου, σκάνδαλα ἔθεντό μοι. ∆ύνανται δὲ καὶ αἱ ὑπερβολαὶ δηλοῦσθαι παγίδες, εἰς ἃς ἐμπίπτει ὁ μὴ φυλαττόμενος, περὶ ὧν λέγει· Κατενόουν εἰς τὰ δεξιά. Τοῖς γὰρ φιλο τιμοτέροις εἰς δεξιὰ παγίδες. Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκ ζητῶν τὴν ψυχήν μου. Οὐ γὰρ ἦν ἀποδιδράσκειν ἐκ τοῦ σπηλαίου τῶν ἔμπροσθεν κατεχομένων ὑπὸ τοῦ Σαούλ. Οὐδεὶς, φησὶ, τῆς ἐμῆς ψυχῆς τὴν σωτηρίαν ἐπιζητεῖ Ἐκέκραξα πρὸς σὲ, Κύριε. Ἐπ' αὐτῷ γὰρ μόνῳ δεῖται τὰς ἐλπίδας τῆς σωτηρίας. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου. Ταῦτά φησιν ὡς πρὸς τὸν τοῦ σπηλαίου τόπον. Ὁ δὲ Σύμ μαχος· Ἔξω ποίησον ἀποκλεισμοῦ τὴν ψυχήν μου. Τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἐπειδὰν, φησὶ, ταύτης με τῆς θλίψεως ἀπέλυσας καὶ τῆς εἱρκτῆς, εὐχαριστηρίους ἀναπέμψω ᾠδάς. 27.541 Ἐμὲ ὑπομένουσι δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι. Ἐὰν ἐξαγάγῃς με, φησὶν, ἐντεῦθεν ἀμειψάμενός μου τὰς ἀγαθὰς πράξεις, καὶ οἱ λοιποὶ δίκαιοι ἐμὲ ὑπό δειγμα πρὸ ὀφθαλμῶν ἔχοντες, καὶ ἐκ τῶν κατ' ἐμὲ τὰ κατ' αὐτοὺς ἀποταμιευόμενοι, ἀποδώσουσί σοι τὰς λιτὰς καί σοι προσδραμοῦνται. ΨΑΛΜΟΣ ᾠδῆς τῷ ∆αυῒδ, ὅτε κατεδίωκεν αὐτὸν ὁ υἱὸς αὐτοῦ Ἀβεσσαλώμ. ΡΜΒʹ. Ὑπόθεσις. Καὶ οὗτος ὁμοίαν ἔχει τοῦ πρὸ αὐτοῦ τὴν ὑπόθεσιν. Εὔχεται γὰρ ἀπὸ τῶν διωκόντων ῥυσθῆναι, ὡς ὁ Ἀπόστολός φησι. Τυπικῶς δὲ ταῦτα συνέβη τοῖς ἀρχαιοτέροις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν. ∆ιδασκόμεθα τοίνυν ἐν περιστάσεσιν ἐπὶ μόνον κα ταφεύγειν τὸν Θεόν. Ἰστέον δὲ ὅτι ἀναφέρεται εἰς τὸ τῆς ἀνθρωπότητος πρόσωπον ἡ προσευχὴ κατα διωκομένης καὶ θλιβομένης ὑπὸ τοῦ πλεονεκτήσαν τος Σατανᾶ, οὗ καὶ ῥυσθῆναι εὔχεται διὰ τῆς παρ ουσίας τοῦ Μονογενοῦς. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου. Εἰσ ακουσθῆναι, φησὶν, ἀξιῶ διὰ τῆς σῆς ἀληθείας. Ὅμοιον δὲ ὡσεὶ λέγοι· Ἔσο μοι ὑπήκοος, τὸν Μονογενῆ σου ἀποστείλας, ὅς ἐστιν ἀλήθεια καὶ δικαιοσύνη. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡσεὶ νεκροὺς αἰῶ νος. Σκοτίαν τὴν ἀγνωσίαν ἣν ἔσχε ποτὲ δηλοῖ. Οὐδὲν γὰρ διεφερόμην νεκροῦ. Νεκροὺς αἰωνίους τοὺς πά λαι εἰδωλολάτρας φησίν. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦ μά μου. Ἐν ταῖς ἐσχάταις περιστάσεσιν, ἐπειδὰν ἀνακινδυνεύει τινὸς ἡ ψυχὴ, προσήκει τοῦτο λέγειν, οὐ μὴν ἐν ἀνθρωπίνοις
163