ἀλλ' ἢ βοσκήμασι θαλλὸν παραβάλλειν. Τοῦ δὲ φορῆναι, ὅ ἐστι φορεῖν ἤτοι φέρειν, φοραίνω τὸ θέμα, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, ἢ φόρημι, ὁμοίως τῷ κίχημι κιχῆναι, περὶ οὗ πρὸ ὀλίγων εἴρηται. (ῃερς. 225.) Ὀρὸς δὲ καὶ νῦν τὸ ὑπολειπόμενον ὑδατῶδες ἐν τῇ πήξει τοῦ γάλατος. καὶ ἄλλως δὲ εἰπεῖν κατὰ τοὺς παλαιοὺς, ὑδατώδης καὶ ἐφθαρμένη ὑποστάθμη γάλατος· δι' ἑνὸς δὲ ˉρ καὶ νῦν γράφεται. ὀροῦ δὲ ἀξιοῖ τὸν Ὀδυσσέα ὁ Μελάνθιος, ὡς μὴ δικαιῶν αὐτὸν πίνειν γάλατος. καὶ ἄλλως δὲ ἀγροτικὸν τὸ πόμα, ὡς καὶ ὁ Κύκλωψ ἐδήλωσεν. Ἐπιγουνὶς δὲ ὁ ἀνωτέρω τοῦ γόνατος τόπος, ὃν καὶ μύλην φασί τινες. χρῆσις δὲ ταύτης καὶ ἐν τῷ, οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει, τουτέστιν εὐσαρκίαν, εὐεξίαν, ὡς ἐκ μέρους τὸ πᾶν δηλοῦσθαι. (ῃερς. 226.) Τὸ δὲ ἔργα κάκ' ἔμαθε, διπλάζει τὸ μῦ ἐν τῷ ἔμμαθε κατὰ τοὺς παλαιούς. δηλοῖ δὲ ἡ ἐνταῦθα ἔννοια, ὡς καθὰ ὁ ἀγαθὸς οὐ ῥᾷον ἀλλοιοῦται, ἐπεὶ μάθεν ἔμμεναι ἐσθλὸς, οὕτως οὐδὲ ὁ φαῦλος, ἐπεὶ ἔργα κάκ' 2.143 ἔμαθε. δυσαπόβλητοι γὰρ, ἔστι δ' ὅτε καὶ ἀναπόβλητοι, ὥς περ αἱ ἀγαθαὶ ἕξεις, οὕτω δὴ καὶ αἱ φαῦλαι. (ῃερς. 227.) Ὅρα δὲ ὅτι ἔργον ἐποίχεσθαι λέγει ἁπλῶς, τὸ ἀγαθὸν δηλαδή. ὡς τό γε μὴ τοιοῦτον οὐκ ἂν δίχα προσθήκης ἔργον λέγοιτ' ἂν, ἀλλὰ δηλονότι κακὸν ἔργον. διὸ καὶ παρ' Ἡσιόδῳ τὸ, ἔργον δ' οὐδὲν ὄνειδος, ἐπ' ἀγαθοῦ νοητέον, ἀκολούθως τῷ σοφῷ Σωκράτῃ, ὃς ἔχαιρε τῇ τοιαύτῃ τοῦ Ἡσιόδου γνώμῃ καὶ θαμὰ ἐξελάλει αὐτήν· εἰ καὶ οἱ κατήγοροι πονηροδιδάσκαλον ἐντεῦθεν αὐτὸν ἔσκωψαν, ὡς μηδενὸς ἔργου ἀπείργοντα τοὺς μαθητὰς, μήτε ἀγαθοῦ, φασὶ, μήτε κακοῦ. Ἰστέον δὲ ὅτι καὶ δι' ἑνὸς μῦ γραφὲν τὸ ἔμαθεν ἐκτείνοι ἂν τὴν ἄρχουσαν διὰ τῆς ὀξείας κατὰ λόγον κοινῆς συλλαβῆς. Τὸ δὲ πτώσσων ἑρμηνεύων εὐθὺς αἰτίζων ἔφη. ἔστι δὲ πτώσσειν τὸ, ὡς πρὸ ὀλίγων ἔφη, πτωχεύειν. (ῃερς. 228.) Τὸ δὲ βώσκειν ὡς ἐπὶ ἀλόγου ζῴου ἔφη, σκώπτων καὶ οὕτως. Γαστὴρ δὲ ἄναλτος ἡ ἀπλήρωτος καὶ μηδέ ποτε ἅλις ἔχουσα, ἢ ἀεὶ ἐν ταπεινώσει οὖσα καὶ μὴ ἀλδαινομένη, ὅ ἐστιν αὐξομένη ἐν τῷ κορέννυσθαι. (ῃερς. 230.) Θεῖον δὲ τὸν Ὀδυσσέα ὁ Μελανθεὺς κατὰ συναρπαγὴν ἔοικε λέγειν. ἄλλως γὰρ σεμνὸν αὐτὸς οὐδὲν ὡς εἰς θεῖον ἄνδρα ἐκεῖνον ποιεῖ, μισῶν τοὺς τῷ υἱῷ Τηλεμάχῳ εὐνοοῦντας δούλους. ἴσως δὲ καὶ χρηστολογεῖ πρὸς δεῖξιν τοῦ μὴ λοίδορος εἰς τὸ πᾶν εἶναι. (ῃερς. 231.) Σφέλα δὲ ἢ βελῶν ἐντινάγματα δυνάμενα σφῆλαι, ὅ ἐστιν ἐμποδίσαι καὶ μετακινῆσαι, ἢ τὰ ἁπλῶς ὑποπόδια, παρὰ τὸ ἐσφηνῶσθαι, ὥς φασιν οἱ παλαιοί. καὶ τοῦτο οὕτω νοοῦντες φασὶ τὸ, πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων πλευραὶ ἀποτρίψουσι βαλλόμενοι, δηλοῦν, ὅτι πολλὰ σφέλα κατὰ σκοπὸν μὲν ἀμφὶ τὸ τοῦ Ὀδυσσέως κάρη πεμπόμενα, τῇ δὲ τοῦ Ὀδυσσέως παρεκκλίσει ἐνσκήπτοντα ταῖς αὐτοῦ πλευραῖς, ἀποτρίψουσιν αἱ οὕτω πληττόμεναι πλευραί. ἀστείως δὲ ἔφρασεν ὡς τὰ σφέλα αἱ πλευραὶ ἀποτρίψουσι καὶ οὐχὶ αὐτὰ τὰς πλευρὰς, διὰ τὸ δῆθεν στερεωτέρας εἶναι τὰς πλευράς. ὡς εἴ τίς, φασιν, εἴπῃ, πολλὰς μάστιγας ὁ νῶτος κατέτριψεν. ἔτι δὲ καὶ ἄλλως ἑρμηνεύουσιν, ὅτι πολλὰ σφέλα, τουτέστιν ὑποπόδια ἢ καὶ ἁπλῶς βέλη τὰ δι' ὀστῶν ἢ ξύλων ἢ τοιούτων τινῶν, ἀμφὶ κάρη αἰρόμενα, τὸ τῶν βαλλόντων δηλαδὴ, ἀποτρίψουσιν αἱ τοῦ ξένου πλευραὶ, ὡς τῶν βαλλόντων ὑπὲρ κεφαλῆς αἴρειν εἰωθότων τὰς χεῖρας διὰ τὸ τῆς βολῆς ὑψόθεν γενναιότερον ὅτε πέμπειν εἰσβολὴν αὐτὰ μέλλοιεν. ἕτεροι δὲ ἀμφικαρῆ γράφουσιν ἐν ἑνὶ μέρει λόγου καὶ περισπωμένως, ἵνα ᾖ σφέλα, τουτέστιν ὑποπόδια ἀμφικαρῆ, τὰ ἀμφικέφαλα, ὡς οἷον κεφαλὰς ἀμφοτέρωθεν ἔχοντα τὰς ἐν αὐτοῖς ἐξοχὰς καὶ λαβάς. οἱ δ' αὐτοὶ γράφουσι καὶ (ῃερς. 232.) πλευρὰς ἀποτρίψουσι, σαφέστερον μὲν οὕτω ποιοῦντες κατὰ πᾶσαν σύνταξιν, πλὴν ταπεινότερον καὶ μὴ ἐμφαντικῶς, ἵνα νοῇ ἡ τοιαύτη γραφὴ, ὅτι πολλὰ σφέλα ἀμφικαρῆ τρίψουσι τὰς τοῦ πτωχοῦ πλευράς. Ἰστέον δὲ ὅτι σφέλας καὶ ἐπὶ νηὸς λέγεται. φησὶ γοῦν Παυσανίας, ὅτι ἐπισφελίτης ὁ θρανίτης. σφέλας γὰρ τὸ ὑποπόδιον. ἔχει δέ, φησιν οὗτος, τὴν ἄνω ἕδραν, τὴν δευτέραν ζύγιος, τὴν τρίτην θαλάμιος, ὃ καὶ θαλάμαξ παρὰ τῷ κωμικῷ. Τὸ δὲ