163
τοῦ κράτους προσειληφέναι τὴν ἀδελφήν. ἥκει τοίνυν καὶ ἡ Θεοδώρα πρὸς τὰ βασίλεια καὶ συμμετέχει τοῦ κράτους τῇ ἀδελφῇ· ἐντεῦθεν ὑπερορίαν οἱ πηρωθέντες τοὺς ὀφθαλμοὺς κατακρίνονται, τῆς βασιλείας αὐτοῖς ἐπὶ μῆνας τέσσαρας καὶ πέντε ἡμέρας συσταλείσης, ὡς εἴθε γε καὶ ἐπὶ βραχύτερον. Κατηντήκει τοίνυν περὶ τὴν γυναικωνῖτιν ἡ τῶν Ῥωμαίων ἀρχή, καὶ οὐδέν τι περὶ ταύτας νενεωτέριστο, ἀλλὰ πάντες αὐταῖς ὑπεῖκον, τό τε τῆς γερουσίας ἔξοχον καὶ τὸ τοῦ στρατηγίου ἐπισημότατον. αἱ δ' ἄμφω ἐκάθηντο ἐπὶ βήματος καὶ πᾶσα περὶ αὐτὰς ἐτελεῖτο ἡ τελετὴ ἡ βασίλειος καὶ τῇ δορυφορίᾳ τὸ ἐπὶ τῶν βασιλέων σχῆμα τετήρητο, καὶ οἱ τῆς πρώτης 614 βουλῆς καὶ οἱ ἐν τέλει σὺν αἰδοῖ παρειστήκεισαν ξύμπαντες. καὶ ζητήσεις δικῶν καὶ λύσεις δημοσίων ἀμφισβητήσεων ἐντυχίαι τε πρεσβευτῶν καὶ ἀρχαιρεσίαι καὶ τἄλλα τὰ τῇ βασιλείᾳ προσήκοντα ἐγίνοντο παρ' αὐταῖς. ἀλλ' εἴτε φόβος μὴ τῇ ἀδελφῇ μόνῃ περισταίη τὰ τῆς ἀρχῆς (ὑπεψιθυρίζετο γάρ τισιν αὐτῇ μᾶλλον προσήκειν τὰ τῆς ἀρχῆς, ἅτε καὶ τῆς τοῦ τυραννήσαντος καθαιρέσεως αἰτίᾳ), εἴτ' ἀνδρὸς ἐπιθυμία καὶ μίξεως ἀνέπεισαν τὴν Ζωὴν ἐπεισαγαγεῖν τοῖς βασιλείοις τὸν βασιλεύσοντα καὶ αὐτῇ συμβιώσοντα. καὶ ἤχθη μὲν ὁ ∆αλασσηνὸς Κωνσταντῖνος, ὡς ἐπ' ἄλλο τι μετακεκλημένος. ἀποτομώτερον δὲ τοῖς λόγοις χρησάμενος καὶ τὸ ἦθος φορτικός τις δόξας καὶ δυσχερὴς ἀπεδοκιμάσθη. εἶτα ἐπ' ἄλλον ἀπένευσεν οὔτε τῶν ἄγαν ὄντα εὐπατριδῶν οὔτε τῶν ἐν ἀξίαις λαμπροτέραις ἐξητασμένων οὔτε τῶν ἐν περιφανέσιν ἀρχαῖς, τὸ δὲ εἶδος ἄξιον τυραννίδος καὶ οἷον πρὸς ἔρωτας ἐφελκύσασθαι καὶ μὴ μαχλοσύνῃ προσκειμένην ψυχήν. ἐπ' ἐκεῖνον οὖν ὅλοις ἱστίοις ἔπνευσεν ἡ βασίλισσα, ἀλλ' ἠκύρωσε τὰς ψήφους αὐτῇ νόσος ἀθρόον τὸν ἄνδρα τῆς ζωῆς ἐξαρπάσασα. ὑπωπτεύθη δὲ καὶ ἡ συν615 οικοῦσα τούτῳ τὸν θάνατον σχεδιάσασα καὶ φάρμακον αὐτῷ διὰ ζηλοτυπίαν κεράσασα δηλητήριον, ἵνα μὴ ἔτι ζῶντος στερήσοιτο τοῦ ἀνδρὸς καὶ ὁρῴη ἑτέραν αὐτῷ παριαύουσαν. ὁ μὲν οὖν οὕτω τῶν ἐλπίδων ἐκπέπτωκε καὶ τῆς ὁρμῆς ἡ βασίλισσα. αἱ δὲ ψῆφοι πρὸς τὸν Μονομάχον Κωνσταντῖνον ἀπέκλιναν, ἄνδρα καὶ εὐγενέτην καὶ τῶν ἐπισήμων καὶ κηδεστὴν τῷ βασιλεῖ Ῥωμανῷ ἐπ' ἀδελφόπαιδι χρηματίσαντα (ταύτῃ γὰρ κατὰ δευτέρους γάμους ὡμίλησε) καὶ τὴν ὥραν ὑπέρλαμπρον. τούτῳ οὔπω μὲν μεγαλοπρεπές τι ὁ βασιλεὺς Ῥωμανὸς ἐνεδείξατο, διὰ δέ γε τὴν πρὸς αὐτὸν ἀγχιστείαν περὶ τὰς βασιλείους αὐλὰς ἀνεστρέφετο κἀντεῦθεν συνήθης τῇ βασιλίδι ἐγένετο· κἀκείνη φιλίως πρὸς τὸν ἄνδρα διέκειτο καὶ ᾠκειοῦτο αὐτὸν καὶ χάρισιν ἐδεξιοῦτο πολυταλάντοις, οἷα ἐκείνη τὴν χεῖρά τε ἀφειδὴς καὶ βασιλικὴ τὴν προαίρεσιν, ὥστε ταῦτα τοῖς κακοήθεσι καὶ λοιδορίας κατ' αὐτῶν ἐγένετο ἀφορμή. ὅθεν ὁ μετὰ τὸν Ῥωμανὸν αὐτοκράτωρ ὁ Μιχαήλ, οὐκ ὢν τῶν λεγομένων ἀνήκοος, βασιλεύσας εἰς Λέσβον περιορίζει τὸν ἄνδρα ἐπ' αἰτίαις δή τισι πεπλασμέναις, τὸ δ' ὅλον ἦν τὸ ζηλότυπον. καὶ ἦν τὸν ἅπαντα χρόνον τῆς βασιλείας τοῦ Μιχαὴλ ὑπερόριος καὶ οὐδὲ τοῦ δευ616 τέρου Μιχαὴλ εὐμενεστέρου τετύχηκεν. ἐπεὶ δὲ τὸ κράτος ἐπανῆλθεν εἰς τὴν Ζωήν, λύεται μὲν τῆς ὑπερορίας ὁ ἄνθρωπος καὶ ἤγετο πρὸς τὴν τῶν πόλεων βασιλεύουσαν. ὡς δ' ἐγγὺς ἐγεγόνει, ἐπεσχέθη τοῦ πρόσω, καί τις ἐκ τῶν βασιλείων πεμφθεὶς καὶ περὶ τὸν ἐν ∆αμοκρανείᾳ τοῦ ἀρχιστρατήγου ναὸν αὐτῷ ἐντετυχηκὼς στολὴν αὐτῷ ἐνδιδύσκει βασίλειον, καὶ σὺν δορυφορίᾳ βασιλικῇ ἐκεῖθεν ἀπάρας εἰσεληλύθει τὴν βασιλεύουσαν. καὶ τελεῖται μὲν τοῖς βασιλεῦσι παρά του τῶν ἱερέων ἡ ἱεροτελεστία ἡ γαμική· ὁ γὰρ πατριάρχης Ἀλέξιος διὰ τὴν τριγαμίαν ηὐλαβήθη τὴν ἐπὶ τῇ συναφείᾳ τελετὴν αὐτουργῆσαι αὐτοῖς. τῇ δ' ἑξῆς τὴν ἐπὶ τῷ βασιλείῳ στέφει μεταχειρίζεται τελετήν, καὶ ἀναδεῖται ὁ Μονομάχος καὶ τὸ σκῆπτρον τὸ Ῥωμαϊκὸν ἐγχειρίζεται. Ἐντεῦθεν ἡ μὲν τῶν αὐταδέλφων ἀρχὴ τέλος ἔσχεν, ἐπὶ τρίτον διαρκέσασα μῆνα, ἡ δὲ τῶν κοινῶν διοίκησις πρὸς τὸν Μονομάχον μετέπεσε. καὶ ὃς αὐτίκα οὐ σὺν λόγῳ οὐδὲ μετά τινος ἔμφρονος οἰκονομίας οὔτε τὰς τῶν ἀξιωμάτων ἐποιεῖτο τιμὰς οὔτε τὰς τῶν χρημάτων