βαλλομένοιο ἀντὶ δοτικῆς κεῖται, ὀρθότερον βαλλομένῳ εἶναι πρὸς τὸ, πολλά οἱ σφέλα πλευρὰς ἀποτρίψουσι. πέφρασται δὲ οὕτως διά τε τὴν τῆς γενικῆς καὶ δοτικῆς συγγένειαν, καὶ διότι, ὡς καὶ ἐν ἄλλοις φαίνεται, οὐκ οἶδε σολοικισμὸν ποιεῖν γενική. (ῃερς. 233.) Τὸ δὲ λὰξ ἔνθορεν ἰσχίῳ, ἀντὶ τοῦ τῷ λήγοντι τοῦ ποδὸς μέρει τῷ πρὸς τοῖς δακτύλοις ἔκρουσε τὸ ἰσχίον πρὸς τῷ γλουτῷ, ἵνα ἡ ποιητικὴ πλάσις ἄκραν ἀπαιδευσίαν οὕτω καὶ ὡς αὐτή φησιν ἀφραδίαν κατηγορήσῃ τοῦ Μελανθέως. τὸ δὲ τοιοῦτον καὶ ῥαθαπυγίζειν λέγεται παρὰ τῷ κωμικῷ. ἔστι γάρ, φασι, ῥαθαπυγίζειν τὸ πλατεῖ ποδὶ εἰς τὴν ἰσχία ῥαπίζειν, ἴσως δὲ καὶ τὸ, ποτὶ πυγὰν ἅλλεσθαι, τοιοῦτόν τι δηλοῖ, κείμενον παρὰ τῷ κωμικῷ· εἰ καὶ ἄλλως ὡς γυμνάσματος εἶδός τι ἐκεῖνο αὐτὸ παραλαλεῖ. (ῃερς. 236.) Τὸ δὲ ἐκ θυμὸν ἕλοιτο, περίφρασίς ἐστι τοῦ φονεύσοι. Τὸ δὲ ἀμφουδὶς, οὐδὲν διαφέρει τοῦ, ἄμφ' οὖδας, πλὴν ὡς αὐτὸ ἐπίῤῥημά ἐστιν ἐκεῖθεν παραχθέν. λέγει δὲ ἀμφουδὶς ἐρεῖσαι τὸ πρὸς τῇ γῇ ῥῖψαι, καὶ ἔστι ταυτὸν τῷ πρὸς γῆν ἐλάσαι. εἰ δὲ γράφεται ἀείρας, εἴη ἂν ὁ νοῦς τοιοῦτος, ὡς ἐβουλεύσατο Ὀδυσσεὺς ἢ ἀνέλοι τὸν κακὸν, ἢ ἀείρας ἀμφουδὶς, τουτέστιν ἐκ γῆς, πρὸς γῆν αὖθις ἐλάσειε τὴν ἐκείνου κεφαλὴν, ἢ καὶ ἄλλως· ἀείρας βάλῃ τὴν κεφαλὴν πρὸς γῆν ἀμφουδὶς, κατὰ μίαν ἀμφοῖν τῶν λέξεων ἐκ παραλλήλου ἔννοιαν. (ῃερς. 238.) Τοῦ δὲ ἐπετόλμησεν ἑρμηνεία τὸ, φρεσὶ δ' ἔσχετο. καὶ ἔστι ταυτὸν τῷ, ἔτλη καὶ ἔμεινεν. (ῃερς. 239.) Ὅτι Ὀδυσσεὺς μὲν καὶ παιχθεὶς καὶ λὰξ ἐμποδηθεὶς, ὡς ἐῤῥέθη, τὸ ἰσχίον ἔτλη, μηδὲν μηδὲ εἰπὼν, οἷα διόλου τλήμων, ὁ δὲ συβώτης ὑπερπαθῶν τοῦ ξένου νείκεσσεν ἐσάντα ἰδὼν, 2.144 μέγα δ' εὔξατο χεῖρας ἀνασχών· νύμφαι κρηναῖαι, κοῦραι ∆ιὸς, περὶ ὧν καὶ ἐν ἄλλοις λέλεκται, εἴ ποτ' Ὀδυσσεὺς ὑμῖν ἐπὶ μηρία ἔκηε καλύψας πίονι δημῷ, τουτέστι λίπει, ὅ περ ὅμοιον ἔχει νοῦν τῷ, κατά σε κνίσσῃ ἐκάλυψε, δημῷ δὲ ἀρνῶν ἠδ' ἐρίφων, τοιαῦτα γὰρ νύμφαις ἐθύοντο ὡς θαλεραῖς νεαρὰ, ἔλθοι μὲν κεῖνος ἀνὴρ, ὃ κατ' ἐξοχὴν ἄρτι τὸν Ὀδυσσέα δηλοῖ, ἀγάγοι δέ ἑ θεὸς, τῷ κέ τοι, τουτέστιν οὕτως ἄν σοι, ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας, ἃς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ κατὰ ἄστυ. αὐτὰρ μῆλα, τουτέστι τὰ ὑπὸ σὲ θρέμματα, τὰς αἶγας δηλαδὴ, κακοὶ φθείρουσι νομῆες. (ῃερς. 244.) Καὶ ὅρα ὅπως ὁ εὔνους Εὔμαιος αἰτιᾶται Μελανθίου τὸ αἰπόλον ὄντα, ἀγλαΐας φέρειν καὶ θέλειν ἀστικὸν εἶναι ἀεὶ, ὥς περ ἄν τις ἐξ ἀντιστρόφου ποτὲ καὶ τὸν ἀστικὸν αἰτιάσηται ἀεὶ πλανώμενον κατ' ἀγροὺς, πλάνης ἐνταῦθα νοουμένης τῆς ἔξω τῶν οἰκείων ἔργων διατριβῆς. ἡ δὲ ῥηθεῖσα τοῦ Εὐμαίου εὐχὴ ἔσται ποτὲ οἰκεία ῥηθῆναι ἐπὶ ὑπηρέτου, ὃς ἀφραίνει τοῦ δεσπότου ἀπόντος. καὶ οὕτω μὲν ὁ Εὔμαιος, πορισάμενος τὴν εὐχὴν εὐφυῶς ἀπὸ τοῦ ἱεροῦ ἄλσους, ἔνθα Μελάνθιος ἠφρονεύσατο. ὁ δὲ Μελάνθιος οὐκέτι ὡς μόνον ἀγλαὸς, ἀλλ' ὡς καὶ δεσπότης προσενεχθεὶς τῷ Εὐμαίῳ καὶ σκώψας πρῶτον, εἶτα καὶ ἀπειλησάμενος, εὔχεται καὶ αὐτὸς ὡς αὐτῷ ἐδόκει. φησὶ γοῦν· ὦ πόποι, οἷον ἔειπε κύων ὀλοφώϊα εἰδὼς, ὅν ποτ' ἐγὼν ἐπὶ νηὸς ἄξω τῆλε Ἰθάκης, ἵνα μοι, ὡς οἷα δοῦλος, ἀλλὰ μὴ σύνδουλος, βίοτον πολὺν ἄλφοι, τουτέστιν εὑρήσοι. αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη, ὡς Ὀδυσσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ. (ῃερς. 253.) Καὶ ὅρα ὡς ταχὺ ὁ κακὸς Μελάνθιος τοῦ θείου Ὀδυσσέως ἐπελάθετο. ἴσως γὰρ ὡς ἤδη τεθνεῶτι ἥρωϊ ἐκείνῳ ἐπιλέγει τὸ θεῖον. εἰ γὰρ ἐπίστατο ζῆν, ἠρᾶτο ἂν καὶ κατ' ἐκείνου. Ἰστέον δὲ ὅτι ἔστι τὸν σοφὸν Ὀδυσσέα ἐν τῇ τοῦ Μελανθίου εὐχῇ χαρῆναι, πορισάμενον μαντικῶς φήμην ὑπὲρ ἑαυτοῦ ἀγαθὴν ἐν τῷ, αἲ γὰρ Τηλέμαχον βάλοι Ἀπόλλων σήμερον, ὡς Ὀδυσσεὺς τηλοῦ ὤλετο. ἐρεῖ γὰρ ἀκούων δεξιῶς, ὡς ἀλλὰ μὴν οὐκ ὤλετο Ὀδυσσεὺς, οὐδ' ἄρα ἡ τοῦ Μελανθίου κατὰ τοῦ Τηλεμάχου εὐχὴ ἐντελὴς ἔσται. Κύνα δὲ τὸν Εὔμαιον καλεῖ ὁ Μελάνθιος, οἷα δυσανασχετῶν εἰ τολμᾷ τὸν οὕτως ἀγλαὸν ὑβρίζειν. (ῃερς. 250.) Τὸ δὲ βίοτον πολὺν ἄλφοι, ταυτόν ἐστι τῷ, ὦνον μυρίον ἄλφοι, ὃ πρὸ ὀλίγων ἐῤῥέθη διὰ τὸν μικρὸν Εὔμαιον. Ἡ δὲ τοῦ Ἀπόλλωνος βολὴ κατὰ τοῦ Τηλεμάχου αἰφνίδιον δηλοῖ θάνατον, ὡς δῆλον καὶ ἐκ τοῦ σήμερον.