Ἰστέον δὲ ὅτι τὴν τοῦ Μελανθίου ἀγλαΐαν αὐτίκα δηλώσει εὐθὺς, καὶ τὸ μετὰ μνηστῆρσι καθίζειν αὐτὸν ἀντίον Εὐρυμάχου, τὸν γὰρ φιλέεσκε μάλιστα, καὶ μοῖραν δὲ αὐτῷ ἐξαίρετον τίθεσθαι. ὡς δὲ καὶ ὁρμητίας ἦν, δῆλον ἐκ τοῦ τὸν μὲν Εὔμαιον καὶ τὸν ξένον ἡσυχῇ προϊέναι, τὸν δὲ μάλα ὦκα βαίνοντα δόμους ἱκάνειν ἄνακτος. (ῃερς. 260.) Ὅτι ἐγγίσας Ὀδυσσεὺς τοῖς αὐτοῦ δώμασι γνωρίζει μὲν, ἄλλως αὐτὰ ὡς ἤδη πάλαι πεπειραμένος, πρὸς μέντοι τὸν Εὔμαιον γινώσκειν αὐτά φησιν ἐκ τοῦ πολλοὺς ἐκεῖ δαίνυσθαι, ὅ περ ἡ ἀναδιδομένη κνίσσα δηλοῖ, καὶ ἐκ τῆς τῶν δόμων δὲ καλλονῆς, καὶ ἐκ τῆς φόρμιγγος δέ. φησὶ γὰρ ὁ ποιητὴς οὕτω· (ῃερς. 261.) περὶ δὲ σφέας ἤλυθεν ἰωὴ φόρμιγγος γλαφυρῆς, τουτέστιν ἠκούσθη ἡ φόρμιγξ· τοῦτο γὰρ δηλοῖ τὸ περιελθεῖν αὐτοὺς τῆς φόρμιγγος βοήν. ἀνὰ δὲ σφίσι βάλλετ' ἀείδειν Φήμιος. (ῃερς. 262.) τί δέ ἐστι τὸ ἀναβάλλεσθαι, προγέγραπται. (ῃερς. 264.) Ὀδυσσεὺς δὲ χειρὸς ἑλὼν συβώτην προσέειπεν· Εὔμαιε, ἦ μάλα δὴ τάδε δώματα κάλ' Ὀδυσῆος, ῥεῖα δ' ἀρίγνωτ' ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι. ἐξ ἑτέρων ἕτερά ἐστιν· ὅ ἐστιν, οὐ μονόστεγα, ἀλλ' ὑπερῷα, ὁποῖοι καὶ οἱ πρὸ βραχέων ὑψηλοὶ δόμοι τοῦ Νέστορος· ἐπήσκηται δέ οἱ αὐλὴ τοίχῳ καὶ θριγκοῖσι. (ῃερς. 267.) θύραι δ' εὐεργέες ἢ εὐερκέες εἰσὶ, δικλίδες, ὅ ἐστι δύο. οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο, τουτέστιν οὐδεὶς τὸν τοῖχον ὑπερηφανήσῃ, ὡς οἱ παλαιοί φασιν, ἢ δι' ὑπεροπλίαν βλάψῃ. ἔπαινος δὲ ταῦτα οἴκου ὡς ἐν ἐκφράσει. ∆ύναται δὲ τὸ μˉιν ἐνταῦθα καὶ ἐπὶ τοῦ οἴκου συνήθως νοηθῆναι, καὶ ἐπὶ τῶν θυρῶν δὲ, εἰ καὶ μὴ πάνυ συνήθως. εἰσὶ γὰρ καὶ τοιαῦται πληθυντικαὶ χρήσεις, καὶ μάλιστα τῆς νˉιν ἀντωνυμίας. εἶτα ἐπάγει πιθανῶς Ὀδυσσεὺς, ὅτι γινώσκω δὲ, διότι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται ἄνδρες. (ῃερς. 270.) ἐπεὶ κνίσση μὲν ἀνήνοθεν ἢ ἐνήνοθε, τουτέστιν ἀναβαίνει, ἀνέρχεται. ἐν δέ τε φόρμιγξ ἠπύει, ἣν ἄρα δαιτὶ θεὸς ποίησεν ἑταίρην. καὶ τοῦτο μὲν ἐνταῦθα. ἐν δὲ ἑτέροις συνήορον λέγει αὐτὴν τῇ δαιτὶ, ὅ ἐστιν συνεζευγμένην. ἀλλαχοῦ δὲ τὴν μολπὴν καὶ τὴν φόρμιγγα δαιτὸς ἀναθήματα φησίν. Ὁ δὲ τοῖχος καὶ ἕρκος λέγεται. Περὶ δὲ θριγκῶν προείρηται, οὓς ἐνταῦθα πληθύνει διὰ τὸ τοῦ τοίχου μέγεθος. Περὶ 2.145 δὲ δικλίδων δηλοῖ σαφῶς ἡ Ἰλιάς. Ἡ δὲ κνίσσα κοινότερον μὲν διὰ δύο σίγμα γράφεται· Ἡρῳδιανὸςδὲ ἐθέλει ἀπὸ μέλλοντος αὐτὴν γενομένην τοῦ κνίζω κνίσω, δι' ἑνός τε γράφεσθαι ˉσ καὶ ἔκτασιν λαβεῖν τοῦ ˉι. δηλοῖ δέ, φησιν, ἡ κνῖσα τὴν κατ' ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀσφρήσει, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, προσίζουσαν. προσηγόρευται δὲ καὶ ἐπίπλους, εὖ μάλα, φησὶ, καὶ αὐτὸς εὐανάδοτος ὢν πρὸς ὄσφρησιν, οὐκ αὐτοτελὴς δὲ περιτεθειμένος τοῖς μηρίοις. Τοῦ δὲ ἀνενήνοθεν ἡ παραγωγὴ ἐν τῇ Ἰλιάδι κεῖται ἐν τῷ, ψεδνὴ δ' ἐπενήνοθε λάχνη. (ῃερς. 273.) Ὅτι φρονίμῳ ἀνδρὶ ἐπιλεχθήσεται καὶ ἀγχίνῳ τὸ, ῥεῖ ἔγνως, ἐπεὶ οὐδὲ τά τ' ἄλλα πέρ ἐσσι ἀνοήμων. (ῃερς. 274.) βουλῆς δὲ ἴδιον τὸ, ἀλλ' ἄγε δὴ φραζώμεθα, ὅπως ἔσται τάδε ἔργα. Εὐμαίου δὲ τοῦτο λόγος, ἐθέλοντος βουλὴν θέσθαι τοῦ ποιητοῦ ὡς ἐν λόγῳ προκατασκευῆς, ἢ πρῶτος Ὀδυσσεὺς εἰσελθὼν δύσεται μνηστῆρας κατὰ τὸ, ἀνδρῶν δυσμενέων δύσετο πόλιν, αὐτὸς δὲ ὑπολείψεται αὐτοῦ, ἢ Ὀδυσσεὺς μὲν ἐπιμενεῖ, αὐτὸς δὲ εἶσι προπάροιθεν, ὃ καὶ ποιήσει ὁ Εὔμαιος, εἰπὼν μὴ χρῆναι βραδύνειν μηδὲ τὸν Ὀδυσσέα. ἐρεῖ γάρ· (ῃερς. 278.) μηδὲ σὺ δηθύνειν, ὅ ἐστι βράδυνε, μή τίς σε ἔκτοσθε νοήσας ἢ βάλῃ ἢ ἐλάσῃ· τάδε σε φράζεσθαι ἄνωγα. (ῃερς. 281.) καὶ Ὀδυσσεὺς εἰπὼν, ὡς καὶ ἀλλαχοῦ κεῖται, γινώσκω, φρονέω, τάδε δὴ νοέοντι κελεύεις, καὶ ἐπικρίνας τὸν Εὔμαιον προεισελθεῖν, αὐτὸς ὑπολείψεσθαί φησιν αὐτοῦ. (ῃερς. 275.) Ἰστέον δὲ ὅτι τὸ, ἠὲ σὺ πρῶτος εἴσελθε δόμους εὖ ναιετάοντας, ἐγὼ δ' ὑπολείψομαι αὐτοῦ, εἰ δ' ἐθέλεις ἐπίμεινον, ἐγὼ δ' εἶμι προπάροιθεν, οἰκεῖον ὅτε τινὲς μὴ ὁμοῦ κρίνοιεν εἰσελθεῖν που, ὡς δέον ὂν καθ' ἕνα τοῦτο γενέσθαι. (ῃερς. 279.) Τὸ δὲ ἢ βάλῃ ἢ ἐλάσῃ, τουτέστιν ἐγγὺς τύψῃ, διαφορὰν συνήθη δηλοῦσι· δῆλον δὲ ὅτι τὸ βαλεῖν οὐ μόνον τοῦ ἐλάσαι διαφέρει, ἀλλὰ καὶ τοῦ τύψαι καὶ τρῶσαι καὶ οὐτάσαι καὶ πλῆξαι. (ῃερς. 283.) διὸ καὶ Ὀδυσσεὺς ὡς ἶσον