μυκτηρίζει αὐτοὺς ὁ ∆αυῒδ, ὡς εἰς κενὸν πάντα τολμήσαντας· τάχα δὲ καὶ μέμφεται. Τί γὰρ δήποτε αἰτιώμενοι οἱ κατὰ Χριστοῦ συνδραμόντες σταυρῷ τοῦτον ἀνήρτησαν; Οὐχ οὗτός ἐστιν ὁ τοῖς ἔθνεσι μὲν δεδωκὼς τὴν σοφίαν, τοῖς δὲ βασιλεῦσι τὸ κράτος παρασχὼν, καὶ τοῖς ἄρχουσι τὴν ἀρχὴν κρα τυνόμενος, καὶ τοῖς Ἰουδαίοις τὰ μέγιστα τερατουρ γήσας καὶ βοώμενα θαύματα; Ἀθανάσιος. Ἐνταῦθα λείπει τὸ, λέγοντες, ἵνα ᾖ ἡ διάνοια αὕτη· Συνήχθησαν κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, λέγοντες· ∆ιακόψωμεν τοὺς δεσμοὺς αὐτῶν. Τίνων; τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· οὐ γὰρ ἤθελον εἴσω τῆς ἱερᾶς γενέσθαι σαγή νης· Ἀποῤῥίψωμεν δὲ τὸν ζυγὸν, τουτέστι τὸν εὐ αγγελικὸν νόμον καὶ τὴν ἐντολὴν, περὶ οὗ γέγραπται· Ὁ ζυγός μου χρηστός ἐστι. Τοῦτο δὲ αὐτὸς ὀνειδί ζων αὐτοῖς διὰ Ἱερεμίου ἔλεγεν· Εἶπας· Οὐ δουλεύ σω σοι· τουτέστιν, Οὕτως ἐπολιτεύσω, ὥστε ἀποσείσασθαι τὴν ἐμὴν δουλείαν. Ἢ τοίνυν ταῦτα ἐκ προσ ώπου τῶν Ἰουδαίων εἴρηται ἀθετούντων τὴν εἰς τὸν Κύριον ὑποταγὴν, καὶ οὔτε αὐτῷ οὔτε τῷ Πατρὶ ὑπο ζεῦχθαι θελόντων· ἢ καὶ τοῖς πιστεύσασι τὸ Πνεῦμα παρεγγυᾷ καὶ λέγει· Μὴ ὁμοιωθῶμεν τοῖς ἐπιβουλεύ σασι τῷ Χριστῷ, μηδὲ συνδεθῶμεν αὐτοῖς κατὰ τὴν ὁμόνοιαν· ἀλλὰ καὶ τὸν βαρὺν τοῦ παλαιοῦ νόμου ζυ γὸν ἀποτιναξώμεθα, μηδὲν ἡγούμενοι τὰ ἐν τύποις, εἰ μὴ νοοῖντο πνευματικῶς. Ἀσυντελὲς γὰρ πρὸς ὄνη σιν ἡ σκιὰ, εἰ μὴ τὸ Χριστοῦ μυστήριον ζωγραφεῖ. Ἀθανασίου. Τότε. Πότε, ἢ ὅτε ἔλεγον· ∆ιαῤῥή ξωμεν τοὺς δεσμοὺς αὐτῶν; Τίνα δέ ἐστιν ἐν ὀργῇ παρ' αὐτοῦ λαληθέντα; Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι, ὅτι ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ. Καὶ τοῖς νομικοῖς, οὐαί. Ἢ τὸ, Τότε, εἰς τὸν καιρὸν τῆς κρίσεως ἀναφέρεται, ὅταν ὄψονται εἰς ὃν ἐξεκέντησαν. Τότε γὰρ ταράξει αὐτοὺς λέ γων· Πορεύεσθε ἀπ' ἐμοῦ οἱ κατηραμένοι. Ἐπει ράθησαν δὲ θείας ὀργῆς, καὶ ὅτε ἡ Ῥωμαϊκὴ αὐτοῖς ἐπιστᾶσα στρατιὰ τήν τε πόλιν ἐνέπρησε, καὶ τὸν 27.552 ναὸν ἐπόρθησε, καὶ τοὺς πλείονας αὐτῶν θανάτῳ παρέπεμψεν. Ἡ τοῦ τρίτου ψαλμοῦ ἐπιγραφὴ πρὸς τὴν ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν ἱστορίαν ἡμᾶς παραπέμπει. Τῷ ∆αυῒδ ἐκ διαφόρων γυναικῶν παῖδες ἐγένοντο πλείονες. Ἐν τούτοις καὶ ὁ Ἀμνὼν ἦν πρωτότοκος· ἐξ ἑτέρας δὲ ὁ Ἀβεσσαλὼμ καὶ ἡ Θάμαρ, ἄμφω τὴν ὄψιν καλοί. Ταύτης ἠράσθη ὁ Ἀμνών· καὶ νοσεῖν ὑποκρινάμενος, ἐπειδὴ ὁ ∆αυῒδ αὐτὸν ἐπεσκέψατο, παρεῖναι ἠξίου τὴν ἀδελφὴν αὐτὸν θεραπεύσουσαν. Καὶ διαφθείρας, εἶτα μισήσας, εὐθὺς ἐξέπεμψεν. Ἡ δὲ τῷ ἀδελφῷ Ἀβεσσαλὼμ τὴν ὕβριν ἀπήγγειλε. Κἀκεῖνος ἀγανακτεῖ μὲν, κρύπτει δὲ τὴν ὀργήν. Μετά τινα δὲ καιρὸν τὸν Ἀμνὼν εἰς δεῖπνον καλέσας, ἀπέκτεινε, καὶ φοβηθεὶς τὴν ὀργὴν τοῦ πα τρὸς, ἀπέφυγε· μετὰ δὲ τρία ἔτη ἐπάνεισι, τοῦ θυμοῦ κοπάσαντος τῷ ∆αυΐδ. Οὐ μὴν καὶ ὄψεως ἀξιοῦται τῆς πατρικῆς αὐτίκα, ἀλλὰ μετὰ δύο ἐνιαυτούς. Ἤρξατο δὲ ἐπιβουλεύειν τῷ πατρὶ, καὶ ἅρματα ἑαυτῷ καὶ ἱππεῖς ἐποίησε, καὶ ἰδιοποιεῖτο τοὺς ἐρχομένους κριθῆναι πρὸς τὸν βασιλέα, σχήματι ἐπιεικείας ὑπ αγόμενος τοὺς ὑπηκόους, καὶ πλῆθος ἀποστατῶν συν αθροίζων, εἰς ἐπιβουλὴν τοῦ πατρός. Καὶ τέλος ἀπέστη, καὶ βασιλέα ἑαυτὸν ἀνηγόρευσε. Προσελάβετο δὲ σὺν ἄλλοις πολλοῖς καὶ τὸν Ἀχιτόφελ, ὃν ὁ ∆αυῒδ εἶχε σύμβουλον, ἄνδρα δεινὸν καὶ δραστήριον. Καὶ ὁ ∆αυῒδ ἀκούσας, φεύγει μετὰ τῶν περὶ αὑτὸν γυμνοῖς τοῖς ποσίν· ὅτε καὶ Σεμεεὶ αὐτῷ κατηρᾶτο. Εὐχόμε νος δὲ τὴν τοῦ Ἀχιτόφελ διασκεδασθῆναι βουλὴν ὁ ∆αυῒδ, πέμπει καὶ τὸν ἑαυτοῦ φίλον Χουσὶ τῇ ἐκείνου γνώμῃ ἀντιταξόμενον, καὶ διὰ τῶν ἱερέων Σαδὼκ καὶ Ἀβιάθαρ δηλώσοντα αὐτῷ πᾶν ὃ ἂν βουλεύσηται ὁ Ἀβεσσαλώμ. Ὁ δὲ Χουσὶ, ἐπειδὴ πρὸς τὸν πατραλοίαν τοῦτον ἀφίκετο, πιστευθεὶς ὡς εὔνους αὐτῷ, αὐτός τε καὶ Ἀχιτόφελ προτρέπονται ὅ τι δέον περὶ πολέμου εἰπεῖν. Καὶ ὁ Ἀχιτόφελ προτρέπεται, ταῖς τοῦ πα τρὸς τοῦτον μιγέντα παλλακαῖς, ὀπίσω διώκειν, καὶ ἀσυντάκτῳ προσβαλεῖν. Ὁ δὲ Χουσὶ περὶ μὲν τῶν παλλακῶν οὐδὲν ἀπεφήνατο· ἐξορμᾷν δὲ εὐθὺς κατὰ τοῦ πατρὸς οὐ συνεχώρει τῷ Ἀβεσσαλώμ· ἵνα μὴ, ἐν ὄρεσι, φησὶν, ἐμπεσὼν καὶ δυσφορίαις, τό τε στρα τόπεδον
166